Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1.1
Τὸ δὲ αὐτὸ καὶ τῷ ὑπάρχῳ μικρὸν ὕστερόν φασι συμβῆναι. Κάμπτει καὶ
55.1.2
τοῦτον ταῖς τοῦ ἁγίου χερσὶ συμ πεσοῦσά τις ἀρρωστία. Καὶ ὄντως πληγὴ τοῖς εὖ
55.1.3
φρονοῦσι παίδευμα γίνεται, καὶ κρείττων εὐημερίας πολλάκις κακο πάθεια.
55.1.4
Ἔκαμνεν, ἐδάκρυεν, ἐδυσφόρει, προσέπεμπεν, ἠντιβόλει· 55. 2 «Τὴν ἀπολογίαν ἔχεις,
55.1.5
ἐβόα· δὸς σωτη ρίαν.» Καὶ μέντοι καὶ τυγχάνει ταύτης, ὡς αὐτός τε ὡμολόγει, καὶ
55.1.6
πολλοὺς ἔπειθε τῶν οὐκ εἰδότων· οὐ γὰρ ἐπαύετο τὰ ἐκείνου καὶ θαυμάζων καὶ
55.1.7
διηγούμενος. Ἆρ' οὖν τὰ μὲν πρὸς ἐκείνους αὐτῷ τοιαῦτα καὶ εἰς τοῦθ' ἥκοντα
55.1.8
τέλους· τὰ δὲ πρὸς ἑτέρους ἑτέρως, ἢ περὶ μικρῶν, ἢ μικρὰ πεπολέμηται, ἢ μετρίως
55.1.9
πεφιλοσόφηται, ἢ σιγῆς ἀξίως, ἢ οὐ λίαν ἐπαινετῶς; 55. 3 Οὐ μὲν οὖν. Ἀλλ' ὁ κινήσας
55.1.10
ποτὲ τῷ Ἰσραὴλ Ἀδὲρ τὸν ἀλιτήριον, οὗτος κινεῖ καὶ τούτῳ τὸν τῆς Ποντικῆς μοίρας
55.1.11
ὕπαρχον· προφάσει μὲν ὡς ὑπὲρ γυναίου τινὸς ἀγανακτοῦντα, τὸ δ' ἀληθὲς τῆς
55.1.12
ἀσεβείας ὑπερμαχοῦντα, καὶ κατὰ τῆς εὐσεβείας ἱστά μενον. 55. 4 Ἐῶ τἆλλα ὅσα καὶ
55.1.13
οἷα κατὰ τοῦ ἀνδρὸς ἐξύ βρισεν, ἶσον δὲ εἰπεῖν καὶ κατὰ τοῦ Θεοῦ, πρὸς ὃν καὶ δι' ὃν
55.1.14
ὁ πόλεμος. Ὃ δὲ μάλιστα καὶ τὸν ὑβριστὴν ᾔσχυνε καὶ τὸν ἀγωνιστὴν ὕψωσεν,–
55.1.15
εἴπερ τι μέγα καὶ ὑψηλὸν ἡ φιλοσοφία, καὶ τὸ κρατοῦντα τῶν πολλῶν ταύτῃ
55.1.16
φαίνεσθαι,– τοῦτο δώσω τῷ λόγῳ.