Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1.1
Γυναῖκά τινα τῶν ἐπιφανῶν ἐξ ἀνδρὸς οὐ πρὸ πολλοῦ τὸν βίον
56.1.2
ἀπολιπόντος ὁ τοῦ δικαστοῦ σύνεδρος ἐβιά ζετο, πρὸς γάμον ἕλκων ἀπαξιοῦσαν. Ἡ
56.1.3
δὲ οὐκ ἔχουσα ὅπως διαφύγῃ τὴν τυραννίδα, βουλὴν βουλεύεται οὐ τολ μηρὰν
56.1.4
μᾶλλον ἢ συνετήν. Τῇ ἱερᾷ τραπέζῃ προσφεύγει, καὶ Θεὸν ποιεῖται προστάτην κατὰ
56.1.5
τῆς ἐπηρείας. 56. 2 Τί οὖν ἔδει ποιεῖν, ὦ πρὸς τῆς Τριάδος αὐτῆς! ἵν' εἴπω τι καὶ
56.1.6
δικανικῶς μεταξὺ τῶν ἐπαίνων, μὴ ὅτι τὸν μέγαν Βασίλειον καὶ τῶν τοιούτων ἅπασι
56.1.7
νομοθέτην, ἄλλον δέ τινα τῶν πολὺ μετ' ἐκεῖνον, ἱερέα δὲ ὅμως; Οὐκ ἀντιποιεῖ σθαι,
56.1.8
κατέχειν, κήδεσθαι, χεῖρα ὀρέγειν Θεοῦ φιλανθρω πίᾳ καὶ νόμῳ τῷ τετιμηκότι
56.1.9
θυσιαστήρια; 56. 3 Οὐ πάντα δρᾶσαι καὶ παθεῖν ἐθελῆσαι πρότερον ἤ τι βουλεύσασθαι
56.1.10
κατ' αὐτῆς ἀπάνθρωπον, καὶ καθυβρίσαι μὲν τὴν ἱερὰν τράπεζαν, καθυβρίσαι δὲ τὴν
56.1.11
πίστιν μεθ' ἧς ἱκέτευεν; «Οὐ, φησὶν ὁ καινὸς δικαστής, ἀλλ' ἡττᾶσθαι χρὴ πάν τας
56.1.12
τῆς ἐμῆς δυναστείας, καὶ προδότας γενέσθαι Χρισ τιανοὺς τῶν οἰκείων νόμων.» 56. 4
56.1.13
Ὁ μὲν ἐζήτει τὴν ἱκέτιν· ὁ δ' εἴχετο κατὰ κράτος. Ὁ δ' ἐξεμαίνετο καὶ τέλος πέμπει
56.1.14
τινὰς τῶν ἐπ' ἐξουσίας τὸν τοῦ ἁγίου κοι τωνίσκον ἐξερευνήσοντας, οὐ κατὰ χρείαν
56.1.15
μᾶλλον ἢ ἀτι μίαν. Τί λέγεις; οἶκον ἐκείνου τοῦ ἀπαθοῦς, ὃν περιέ πουσιν ἄγγελοι, ᾧ
56.1.16
καὶ προσβλέπειν ὄκνουσι γυναῖκες; Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι
56.1.17
καὶ ἀπολο γεῖσθαι κελεύει· οὐδὲ ἡμέρως καὶ φιλανθρώπως, ἀλλ' ὡς ἕνα τῶν
56.1.18
κατακρίτων. 56. 5 Καὶ ὁ μὲν παρῆν· ὁ δὲ προὐκά θητο γέμων θυμοῦ καὶ φρονήματος.
56.1.19
Εἱστήκει δέ, οἷον ὁ ἐμὸς Ἰησοῦς, Πιλάτου κρίνοντος. Οἱ κεραυνοὶ δὲ ἠμέλουν, ἡ δὲ
56.1.20
τοῦ Θεοῦ μάχαιρα ἐστιλβοῦτο ἔτι καὶ ἀνεβάλλετο· καὶ τὸ τόξον ἐνετείνετο μέν,
56.1.21
κατείχετο δέ, τῇ μετανοίᾳ και ρὸν ὑπανοῖγον. Ὅς τις δὴ τοῦ Θεοῦ νόμος.