Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
57.1.1
Ἄθρει δὴ πάλην ἑτέραν ἀγωνιστοῦ καὶ διώκτου. Τὸ περιαυχένιον ῥάκος
57.1.2
σφενδονᾶσθαι προσέταττεν. Ὁ δέ, «Προσαποδύσομαί σοι, φησίν, εἰ βούλει, καὶ τὸ
57.1.3
χιτώ νιον». Τύπτειν ἠπείλει τὸν ἄσαρκον· ὁ δὲ ὑπέκυπτε. Ξέειν τοῖς ὄνυξιν· ὁ δέ· 57. 2
57.1.4
«Ἰατρεύεις, φησί, τὸ ἧπαρ, ὁρᾷς ὅπως με κατατρύχον, τοῖς τοιούτοις θεραπεύων
57.1.5
σπαράγμασιν». Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν. 57. 3 Ἡ δὲ πόλις, ὡς ᾔσθετο τοῦ κακοῦ
57.1.6
καὶ τοῦ κοινοῦ πάντων κινδύνου, κίνδυνον γὰρ ἕκαστος ἑαυτοῦ τὴν ὕβριν ταύτην
57.1.7
ἐνόμιζεν, ἐκμαίνεται πᾶσα καὶ ἀνάπτεται· καὶ ὡς καπ νοῦ σμῆνος κινήσαντος, ἄλλος
57.1.8
ἐπ' ἄλλῳ διεγείρεται καὶ ἀνίσταται, γένος ἅπαν καὶ ἡλικία πᾶσα, οἳ περὶ τὴν ὁπλο
57.1.9
ποιητικὴν καὶ βασίλειον ἱστουργικὴν μάλιστα. Καὶ γάρ εἰσι περὶ τὰ τοιαῦτα
57.1.10
θερμότεροι, καὶ τὸ τολμᾶν ἐκ τῆς παρρη σίας ἔχοντες. Καὶ πᾶν ἦν ὅπλον ἑκάστῳ, τὸ
57.1.11
παρὸν ἐκ τῆς τέχνης, εἴ τέ τι ἄλλο τῷ καιρῷ τύχοι σχεδιασθέν. 57. 4 Αἱ δᾷδες ἐν
57.1.12
χερσίν, οἱ λίθοι προβεβλημένοι, τὰ ῥόπαλα εὐτρεπῆ, δρόμος ἁπάντων εἷς, βοὴ μία,
57.1.13
προθυμία κοινή. Θυμός, ὁ δεινὸς ὁπλίτης ἢ στρατηγός. Οὐδὲ γυναῖκες ἄοπλοι τηνι
57.1.14
καῦτα, τοῦ καιροῦ θήγοντος· μελίαι δ' ἦσαν αὐταῖς αἱ κερκίδες· αἳ οὐδὲ γυναῖκες
57.1.15
ἔμενον ἔτι, τῷ ζήλῳ ῥωσθεῖσαι, καὶ εἰς ἀνδρῶν θάρσος μεταλλαττόμεναι. 57. 5
57.1.16
Βραχὺς ὁ λόγος· μερίζεσθαι τὴν εὐσέβειαν ᾤοντο, εἰ τοῦτον διέ λοιντο· καὶ οὗτος
57.1.17
αὐτοῖς εὐσεβέστερος ἦν, ὃς πρῶτος ἐπι βαλεῖ χεῖρα τῷ τολμητῇ τῶν τοιούτων. Τί
57.1.18
οὖν ὁ σοβαρὸς ἐκεῖνος καὶ θρασὺς δικαστής; Ἱκέτης ἦν, ἐλεεινός, ἄθλιος, τίνος οὐ
57.1.19
ταπεινότερος, ἕως ἐπιφανεὶς ὁ χωρὶς αἵματος μάρτυς καὶ χωρὶς πληγῶν στεφανίτης,
57.1.20
καὶ βίᾳ τὸν λαὸν κατασχὼν αἰδοῖ κρατηθέντα, τὸν ἱκέτην ἑαυτοῦ καὶ ὑβριστὴν
57.1.21
διεσώσατο. 57. 6 Ταῦτα ὁ τῶν ἁγίων Θεός, ὁ ποιῶν πάντα καὶ μετασκευάζων ἐπὶ τὸ
57.1.22
βέλτιον, ὁ τοῖς ὑπερηφάνοις ἀντι τασσόμενος, ταπεινοῖς δὲ χάριν ἐπιμετρῶν. Τί δὲ
57.1.23
οὐκ ἔμελ λεν ὁ τεμὼν θάλασσαν καὶ ποταμὸν ἀνακόψας καὶ στοιχεῖα τυραννήσας
57.1.24
καὶ χειρῶν ἐκτάσει τρόπαια στήσας, ἵνα δια σώσῃ λαὸν φυγάδα, καὶ τοῦτον
57.1.25
ἐξαιρήσεσθαι τῶν κινδύ νων;

Intertext edge

Open linked passage

Note