Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1.1
Οὐ μὴν ὁ ἅγιος τοῦ Θεοῦ καὶ τῆς ἄνω Ἱερουσα λὴμ ὄντως μητροπολίτης
59.1.2
ἢ συναπήχθη τοῖς πταίουσιν, ἢ παριδεῖν ταῦτα ἠνέσχετο, ἢ μικρὰν τοῦ κακοῦ λύσιν
59.1.3
ἐπενόει. Ἀλλὰ σκοπῶμεν, ὡς μεγάλην καὶ θαυμασίαν, καὶ τί γάρ, ἢ τῆς ἐκείνου
59.1.4
ψυχῆς ἀξίαν. Προσθήκην γὰρ τῆς Ἐκκλη σίας ποιεῖται τὴν στάσιν, καὶ τὴν συμφορὰν
59.1.5
ὡς κάλλιστα διατίθεται, πλείοσιν ἐπισκόποις τὴν πατρίδα καταπυκνώ σας. 59. 2 Ἐξ
59.1.6
οὗ τί γίνεται; Τρία τὰ κάλλιστα· ψυχῶν ἐπιμέλεια πλείων καὶ τὸ πόλιν ἑκάστην τὰ
59.1.7
ἑαυτῆς ἔχειν καὶ τὸ λυθῆναι ταύτῃ τὸν πόλεμον. Ταύτης τῆς ἐπινοίας δέδοικα μὴ καὶ
59.1.8
αὐτὸς ἐγενόμην πάρεργον· ἢ οὐκ οἶδ' ὅ τι καὶ εἰπεῖν εὐπρεπὲς χρή. 59. 3 Πάντα γὰρ
59.1.9
τοῦ ἀνδρὸς θαυμάζων, οὐ μὲν οὖν ὁπόσον εἰπεῖν δυνατόν, ἓν τοῦτο ἐπαινεῖν οὐκ
59.1.10
ἔχω, καὶ γὰρ ὁμολογήσω τὸ πάθος, οὐδὲ ἄλλως τοῖς πολλοῖς ἀγνοούμενον, τὴν περὶ
59.1.11
ἡμᾶς καινοτομίαν καὶ ἀπιστίαν, ἧς οὐδὲ ὁ χρόνος τὴν λύπην ἀνάλωσεν· ἐκεῖθεν γάρ
59.1.12
μοι πᾶσα συνέπεσεν ἡ περὶ τὸν βίον ἀνωμαλία καὶ σύγχυσις καὶ τὸ φιλοσοφεῖν μὴ
59.1.13
δυνηθῆ ναι ἢ μὴ νομίζεσθαι, εἰ καὶ βραχὺς τοῦ δευτέρου λόγος· 59. 4 πλὴν εἴ τις
59.1.14
ἐκεῖνο δέξαιτο, ἡμῶν τοῦ ἀνδρὸς ὑπερ απολογουμένων, ὅτι μείζω φρονῶν ἢ κατὰ τὰ
59.1.15
ἀνθρώπινα, καὶ τῶν ἐνθένδε πρὶν ἀποβιῶναι μεταναστάς, πάντα ἐποιεῖτο τοῦ
59.1.16
Πνεύματος· καὶ φιλίαν αἰδεῖσθαι εἰδώς, ἐνταῦθα μόνον ἠτίμαζεν, οὗ Θεὸν ἔδει
59.1.17
προτιμηθῆναι καὶ πλεῖον ἔχειν τῶν λυομένων τὰ ἐλπιζόμενα.