Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1.1
Δέδοικα μὲν οὖν μὴ ῥᾳθυμίας ἔγκλημα φεύγων, παρὰ τοῖς τὰ ἐκείνου
60.1.2
πάντα ἐπιζητοῦσιν, ἀπληστίας περι πέσω γραφῇ, παρὰ τοῖς ἐπαινοῦσι τὸ μέτριον, ὃ
60.1.3
μηδὲ ἐκεῖ νος ἠτίμαζε, τὸ πᾶν μέτρον ἄριστον, ἐν τοῖς μάλιστα ἐπαινῶν, καὶ παρὰ
60.1.4
πάντα τὸν ἑαυτοῦ βίον φυλάξας. 60. 2 Ὁμῶς δὲ ἀμφοτέρους περιφρονῶν, τούς τε
60.1.5
λίαν συντόμους καὶ τοὺς ἄγαν ἀπλήστους, ὡδί πως τῷ λόγῳ χρήσομαι. Ἄλλοι μὲν
60.1.6
οὖν ἄλλο τι κατορθοῦσιν, οἱ δέ τινα τῶν τῆς ἀρετῆς εἰδῶν ὄντων πλειόνων. Ἅπαντα
60.1.7
δὲ οὐδεὶς ἐπῆλθε πρὸς τὸ ἀκρότατον οὔκουν τῶν νῦν ἡμῖν γινωσκομένων· ἀλλ'
60.1.8
οὗτος ἄριστος ἡμῖν, ὃς ἂν τὰ πλείω τυγχάνῃ κατωρ θωκὼς ἢ ἓν ὅτι μάλιστα. Ὁ δὲ
60.1.9
οὕτω διὰ πάντων ἀφίκετο, ὡς εἶναι φιλοτιμία τις φύσεως. Σκοπῶμεν δὲ οὕτως. 60. 3
60.1.10
Ἀκτησίαν τίς ἐπαινεῖ καὶ βίον ἄσκευον καὶ ἀπέριττον; Ἐκείνῳ δὲ τί ποτε ἦν, πλὴν
60.1.11
τοῦ σώματος καὶ τῶν ἀναγ καίων τῆς σαρκὸς καλυμμάτων; Πλοῦτος δὲ τὸ μηδὲν
60.1.12
ἔχειν, καὶ ὁ σταυρὸς ᾧ συνέζη μόνῳ, ὃν πολλῶν χρημάτων ἐνόμιζεν ἑαυτῷ
60.1.13
τιμιώτερον. 60. 4 Ἅπαντα μὲν γὰρ οὐδ' ἄν, εἰ βούλοιτό τις, δυνατὸν εἶναι κτήσασθαι·
60.1.14
πάντων δὲ εἰδέ ναι καταφρονεῖν, καὶ οὕτω κρείττω τῶν πάντων φαίνεσθαι. Οὕτω δὲ
60.1.15
διανοηθεὶς καὶ οὕτως ἔχων, βωμοῦ μὲν οὐκ ἐδεήθη καὶ τῆς κενῆς δόξης, οὐδὲ
60.1.16
δημοσίου κηρύγματος τοῦ, «Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ.» 60. 5 Εἶναι γάρ, οὐ
60.1.17
δοκεῖν, ἐσπούδαζεν ἄριστος. Οὐδὲ πίθον ᾤκει καὶ μέσην τὴν ἀγοράν, ὥστε πᾶσι
60.1.18
παρατρυφᾶν, καινὴν εὐπορίαν τὸ ἀπορεῖν ποιούμενος· ἀφιλότιμος δέ, πένης ἦν καὶ
60.1.19
ἀνή ροτος· καὶ πάντων ἐκβολὴν στέρξας, ὧν ποτε εἶχε, κούφως διέπλει τὴν τοῦ βίου
60.1.20
θάλασσαν .

Intertext edge

Open linked passage

Note