Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1.1
Μέγα παρθενία καὶ ἀζυγία καὶ τὸ μετ' ἀγγέλων τετάχθαι καὶ τῆς
62.1.2
μοναδικῆς φύσεως· ὀκνῶ γὰρ εἰπεῖν Χριστοῦ, ὃς καὶ γεννηθῆναι θελήσας διὰ τοὺς
62.1.3
γεννητοὺς ἡμᾶς ἐκ παρθένου γεννᾶται, παρθενίαν νομοθετῶν ὡς ἐνθένδε
62.1.4
μετάγουσαν καὶ κόσμον συντέμνουσαν, μᾶλλον δὲ κόσμον κόσμῳ παραπέμπουσαν,
62.1.5
τὸν ἐνεστῶτα τῷ μέλλοντι. 62. 2 Τίς οὖν ἐκείνου μᾶλλον ἢ παρθενίαν ἐτίμησεν, ἢ
62.1.6
σαρκὶ ἐνομοθέτησεν, οὐ τῷ καθ' ἑαυτὸν ὑποδείγματι μόνον, ἀλλὰ καὶ οἷς ἐσπούδασε;
62.3.1
Τίνος οἱ παρθενῶνες, καὶ τὰ ἔγγραφα διατάγματα, οἷς πᾶσαν μὲν αἴσθησιν
62.3.2
ἐσωφρόνιζε, πᾶν δὲ μέλος ἐρύθμιζε, καὶ ὄντως παρθενεύειν ἔπειθεν, εἴσω τὰ κάλλη
62.3.3
στρέφων ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ βλεπό μενα· καὶ τὸ μὲν ἔξωθεν ἀπομαραίνων,
62.3.4
καὶ τὴν ὕλην ὑπο σπῶν τῆς φλογός, τὸ δὲ κρυπτὸν τῷ Θεῷ δεικνύς, ὃς μόνος τῶν
62.3.5
καθαρῶν ψυχῶν ἐστι νυμφίος, καὶ τὰς ἀγρύπνους ἑαυτῷ συνεισάγει ψυχάς, ἐὰν μετὰ
62.3.6
λαμπρῶν τῶν λαμπάδων αὐτῷ καὶ δαψιλοῦς τῆς τοῦ ἐλαίου τροφῆς ἀπαντήσωσιν;
62.4.1
Τοῦ τοίνυν ἐρημικοῦ βίου καὶ τοῦ μιγάδος μαχομέ νων πρὸς ἀλλήλους ὡς τὰ
62.4.2
πολλὰ καὶ διϊσταμένων, καὶ οὐδετέρου πάντως ἢ τὸ καλὸν ἢ τὸ φαῦλον ἀνεπίμικτον
62.4.3
ἔχοντος· ἀλλὰ τοῦ μὲν ἡσυχίου μὲν ὄντος μᾶλλον καὶ καθεστηκότος καὶ Θεῷ
62.4.4
συνάγοντος, οὐκ ἀτύφου δὲ διὰ τὸ τῆς ἀρετῆς ἀβασάνιστον καὶ ἀσύγκριτον· τοῦ δὲ
62.4.5
πρακτικω τέρου μὲν μᾶλλον καὶ χρησιμωτέρου, τὸ δὲ θορυβῶδες οὐ φεύγοντος, καὶ
62.4.6
τούτους ἄριστα κατήλλαξεν ἀλλήλοις καὶ συνεκέρασεν· 62. 5 ἀσκητήρια καὶ
62.4.7
μοναστήρια δειμάμενος μέν, οὐ πόρρω δὲ τῶν κοινωνικῶν καὶ μιγάδων, οὐδὲ ὥσπερ
62.4.8
τειχίῳ τινὶ μέσῳ ταῦτα διαλαβὼν καὶ ἀπ' ἀλλήλων χωρίσας, ἀλλὰ πλησίον συνάψας
62.4.9
καὶ διαζεύξας· ἵνα μήτε τὸ φιλόσοφον ἀκοινώνητον ᾖ μήτε τὸ πρακτικὸν
62.4.10
ἀφιλόσοφον· ὥσπερ δὲ γῆ καὶ θάλασσα τὰ παρ' ἑαυτῶν ἀλλήλοις ἀντι διδόντες, εἰς
62.4.11
μίαν δόξαν Θεοῦ συντρέχωσι.

Intertext edge

Open linked passage

Note