Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
65.1.1
Ἀλλὰ τί ταῦτα πρὸς τὴν ἐν λόγοις τοῦ ἀνδρὸς ἀρετὴν καὶ τὸ τῆς
65.1.2
διδασκαλίας κράτος τὰ πέρατα οἰκειού μενον; Ἔτι περὶ τοὺς πρόποδας τοῦ ὄρους
65.1.3
στρεφόμεθα, τῆς ἄκρας ἀπολειπόμενοι· ἔτι πορθμὸν διαπερῶμεν, ἀφέντες τὸ μέγα
65.1.4
καὶ βαθὺ πέλαγος. 65. 2 Οἶμαι γὰρ εἴ τις ἐγένετο ἢ γενήσεται σάλπιγξ ἐπὶ πολὺ τοῦ
65.1.5
ἀέρος φθάνουσα, ἢ Θεοῦ φωνὴ τὸν κόσμον περιλαμβάνουσα, ἢ σεισμὸς οἰκουμένης
65.1.6
ἔκ τινος καινοτομίας καὶ θαύματος, ταῦτα εἶναι τὴν ἐκείνου φωνὴν καὶ διάνοιαν,
65.1.7
τοσοῦτον ἅπαντας ἀπολείπουσαν καὶ κάτω τιθεῖσαν, ὅσον τὴν τῶν ἀλόγων φύσιν
65.1.8
ἡμεῖς. 65. 3 Τίς μὲν ἑαυτὸν ἐκάθηρε μᾶλλον τῷ Πνεύματι, καὶ ἄξιον τοῦ διηγεῖσθαι τὰ
65.1.9
θεῖα παρεσκεύασε; Τίς δὲ μᾶλλον ἐφωτίσθη φῶς γνώσεως καὶ διέκυψεν εἰς τὰ βάθη
65.1.10
τοῦ Πνεύ ματος καὶ μετὰ Θεοῦ τὰ περὶ Θεοῦ διεσκέψατο; Τίς δὲ λόγον ἔσχεν ἀμείνω
65.1.11
τῶν νοηθέντων ἑρμηνευτήν, ὡς μηδ' ἑτέρῳ σκάζειν, κατὰ τοὺς πολλούς, ἢ νῷ λόγον
65.1.12
οὐκ ἔχοντι, ἢ λόγῳ μὴ κατὰ νοῦν βεβηκότι· ἀλλ' ἀμφοτέρωθεν ὁμοίως εὐδοκιμεῖν,
65.1.13
καὶ αὐτὸν ἶσον ἑαυτῷ φαίνεσθαι, καὶ ὄντως ἄρτιον; 65. 4 Πάντα μὲν ἐρευνᾶν, καὶ τὰ
65.1.14
βάθη τοῦ Θεοῦ, τῷ Πνεύματι μεμαρτύρηται, οὐχ ὡς ἀγνοοῦντι, ἀλλ' ὡς ἐντρυφῶντι
65.1.15
τῇ θεωρίᾳ. Πάντα δὲ ἐκείνῳ διηρεύνηται τὰ τοῦ Πνεύματος, ἐξ ὧν ἦθος ἅπαν
65.1.16
ἐπαίδευσε καὶ ὑψηγορίαν ἐδί δαξε καὶ τῶν παρόντων ἀπανέστησε καὶ πρὸς τὰ
65.1.17
μέλλοντα μετεσκεύασεν.