Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1.1
Ἐπεὶ δὲ θεολογίας ἐμνήσθην, καὶ τῆς περὶ τοῦτο τοῦ ἀνδρὸς μάλιστα
68.1.2
μεγαλοφωνίας, ἔτι κἀκεῖνο προσ θήσω τοῖς εἰρημένοις· χρησιμώτατον γὰρ τοῖς
68.1.3
πολλοῖς, τοῦ μὴ βλάπτεσθαι, τὴν χείρω περὶ αὐτοῦ δόξαν ἔχοντας. Πρὸς δὲ τοὺς
68.1.4
κακούργους ὁ λόγος, οἳ τοῖς ἑαυτῶν κακοῖς βοη θοῦσιν, ἐξ ὧν ἄλλοις ἐπηρεάζουσιν.
68.2.1
Ἐκεῖνος γὰρ ἕνεκα τοῦ ὀρθοῦ λόγου καὶ τῆς κατὰ τὴν ἁγίαν Τριάδα συναφείας
68.2.2
καὶ συνθεΐας, ἢ οὐκ οἶδ' ὅ τι κυριώτερον χρὴ εἰπεῖν καὶ σαφέστερον, μὴ ὅτι θρόνων
68.2.3
ἐκπεσεῖν, οἷς οὐδὲ ἀπ' ἀρχῆς ἐπεπήδησεν, ἀλλὰ καὶ φυγὴν καὶ θάνατον καὶ τὰς πρὸ
68.2.4
τοῦ θανάτου κολάσεις προθύμως ἐδέξατο ἂν ὡς κέρδος, οὐ κίνδυνον. 68. 3 Δηλοῖ δὲ
68.2.5
οἷς τε ἤδη πεποίηκεν, οἷς τε πέπονθεν· ὅς γε καὶ ἐξορίαν ὑπὲρ τῆς ἀληθείας
68.2.6
κατακριθείς, τοσοῦτον ἐπραγματεύσατο μόνον, ὅσον ἑνὶ τῶν ἀκολούθων εἰπεῖν,
68.2.7
ἀραμένῳ τὸ πυκ τίον ἀκολουθεῖν. Οἰκονομεῖν δὲ τοὺς λόγους ἐν κρίσει τῶν
68.2.8
ἀναγκαίων ἐνόμιζε, τῷ θείῳ Δαβὶδ περὶ τούτου συμβούλῳ χρώμενος, καὶ μικρὸν
68.2.9
ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφέ ρειν, καὶ τὴν τῶν αἱρετικῶν δυναστείαν, ἕως ὁ
68.2.10
τῆς ἐλευ θερίας καὶ τῆς αἰθρίας ἐπιλάβοι καιρὸς καὶ δῷ τῇ γλώσσῃ παρρησίαν. 68. 4
68.2.11
Οἱ μὲν γὰρ ἐζήτουν λαβέσθαι γυμνῆς τῆς περὶ τοῦ Πνεύματος φωνῆς, ὡς εἴη Θεός·
68.2.12
ὅπερ ὂν ἀλη θές, ἀσεβὲς ἐκείνοις ὑπελαμβάνετο καὶ τῷ κακῷ προστάτῃ τῆς ἀσεβείας·
68.2.13
ἵνα τὸν μὲν τῆς πόλεως μετὰ τῆς θεολόγου γλώσσης ὑπερορίσωσιν, αὐτοὶ δὲ
68.2.14
κατασχόντες τὴν Ἐκκλη σίαν, καὶ τῆς ἑαυτῶν κακίας ὁρμητήριον ποιησάμενοι,
68.2.15
ἐντεῦθεν τὸ λειπόμενον ἅπαν, ὡς ἔκ τινος ἀκροπόλεως, καταδράμωσιν. 68. 5 Ὁ δὲ ἐν
68.2.16
ἄλλαις μὲν φωναῖς γραφικαῖς καὶ μαρτυρίαις ἀναμφιλέκτοις ταὐτὸν δυναμέναις καὶ
68.2.17
ταῖς ἐκ τῶν συλλογισμῶν ἀνάγκαις, οὕτως ἦρχε τοὺς ἀντιλέ γοντας, ὥστε μὴ
68.2.18
ἀντιβαίνειν ἔχειν, ἀλλ' οἰκείαις συνδεῖ σθαι φωναῖς, ἥπερ δὴ καὶ μεγίστη λόγου
68.2.19
δύναμις καὶ σύνεσις. 68. 6 Δηλώσει δὲ καὶ ὁ λόγος, ὃν περὶ τούτου συνέγραψε, κινῶν
68.2.20
τὴν γραφίδα ὡς ἐκ πυξίδος τοῦ Πνεύ ματος· τὴν δὲ κυρίαν φωνὴν τέως ὑπερετίθετο,
68.2.21
παρά τε τοῦ Πνεύματος αὐτοῦ καὶ τῶν γνησίων τούτου συναγω νιστῶν χάριν αἰτῶν,
68.2.22
τῇ οἰκονομίᾳ μὴ δυσχεραίνειν· μηδὲ μιᾶς ἀντεχομένους φωνῆς, τὸ πᾶν ἀπολέσαι δι'
68.2.23
ἀπληστίαν, τῷ καιρῷ παρασυρείσης τῆς εὐσεβείας. 68. 7 Αὐτοῖς μὲν γὰρ οὐδεμίαν
68.2.24
εἶναι ζημίαν, ὑπαλλαττομένων μικρὸν τῶν λέξεων, καὶ φωναῖς ἄλλαις τὸ ἶσον
68.2.25
διδασκομένοις· οὐδὲ γὰρ ἐν ῥήμασιν ἡμῖν εἶναι τὴν σωτηρίαν μᾶλλον ἢ πράγμασι·
68.2.26
μηδὲ γὰρ τὸ Ἰουδαίων ἔθνος ἀποβαλεῖν ἄν, εἰ τὴν τοῦ ἠλειμμένου φωνὴν ἀντὶ τῆς
68.2.27
χριστοῦ πρὸς ὀλίγον ἐπιζη τοῦντες, ἠξίουν μεθ' ἡμῶν τάττεσθαι· τῷ δὲ κοινῷ
68.2.28
μεγίστην ἂν βλάβην γενέσθαι, τῆς Ἐκκλησίας κατασχεθείσης.

Intertext edge

Open linked passage

Note