Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Ἐπεὶ δὲ νόμιμον αὐτοῖς ἔδει καὶ τὸν ἀγῶνα γενέσθαι· νόμος δὲ μαρτυρίας
6.1.2
μήτε ἐθελοντὰς πρὸς τὸν ἀγῶνα χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν
6.1.3
ἀσθενεστέρων, μήτε παρόντας ἀναδύεσθαι· τὸ μὲν γὰρ θράσους, τὸ δὲ ἀνανδρίας
6.1.4
ἐστίν· καὶ τοῦτο τιμῶντες ἐκεῖνοι τὸν νομοθέτην, τί μηχανῶνται; μᾶλλον δέ, πρὸς τί
6.1.5
φέρονται παρὰ τῆς πάντα τὰ ἐκείνων ἀγούσης προνοίας; Ἐπί τινα τῶν Ποντικῶν
6.1.6
ὀρῶν λόχμην, πολλαὶ δὲ αὗται παρ' αὐτοῖς εἰσι καὶ βαθεῖαι καὶ ἐπὶ πλεῖστον
6.1.7
διήκουσαι, καταφεύγουσι, λίαν ὀλίγοις χρώμενοι καὶ τῆς φυγῆς συνεργοῖς καὶ τῆς
6.1.8
τροφῆς ὑπηρέταις. 6. 2 Ἄλλοι μὲν οὖν θαυ μαζέτωσαν τὸ τοῦ χρόνου μῆκος· καὶ γὰρ
6.1.9
ἐπὶ πλεῖστον αὐτοῖς, ὥς φασι, τὸ τῆς φυγῆς παρετάθη ἔτος που ἕβδομον, καὶ μικρόν
6.1.10
τι πρός· τό τε τῆς διαίτης σώμασιν εὖ γεγο νόσι στενόν τε καὶ παρηλλαγμένον, ὡς τὸ
6.1.11
εἰκός, καὶ τὸ ὑπαιθρίοις κρυμοῖς καὶ θάλπεσι καὶ ὄμβροις ταλαιπωρεῖν, ἥ τε ἄφιλος
6.1.12
ἐρημία καὶ τὸ ἀκοινώνητόν τε καὶ ἄμικτον, ὅσον εἰς κακοπάθειαν τοῖς ὑπὸ πολλῶν
6.1.13
δορυφορουμένοις καὶ τιμωμένοις. 6. 3 Ἐγὼ δέ, ὃ τούτων μεῖζόν ἐστι καὶ
6.1.14
παραδοξότερον, λέξων ἔρχομαι· ἀπιστήσει δ' οὐδεὶς ἢ ὅστις οὐδὲν μέγα οἴεται τοὺς
6.1.15
ὑπὲρ Χριστοῦ διωγμοὺς καὶ κινδύ νους, κακῶς γινώσκων καὶ λίαν ἐπικινδύνως.

Intertext edge

Open linked passage

Note