Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
70.1.1
Φέρε δή, πολλῶν ἐν τοῖς πάλαι καὶ νῦν γεγονό των ἀνδρῶν ἐπ' εὐσεβείᾳ
70.1.2
γνωρίμων, νομοθετῶν, στρατηγῶν, προφητῶν, διδασκάλων, τῶν ἀνδρικῶν μέχρις
70.1.3
αἵματος, παρ' ἐκείνους τὰ ἡμέτερα θεωρήσαντες, κἀντεῦθεν τὸν ἄνδρα γνωρίσωμεν.
70.2.1
Ἀδὰμ ἠξιώθη Θεοῦ χειρὸς καὶ παραδείσου τρυφῆς καὶ πρώτης νομοθεσίας· ἀλλ',
70.2.2
εἰ μή τι λέγω βλάσφημον αἰδοῖ τοῦ προπάτορος, τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὁ δὲ καὶ
70.2.3
ἐδέξατο ταύτην καὶ διεσώσατο καὶ τῷ ξύλῳ τῆς γνώ σεως οὐκ ἐβλάβη καὶ τὴν
70.2.4
φλογίνην ῥομφαίαν παρελθών, εὖ οἶδα, τοῦ παραδείσου τετύχηκεν. 70. 3 Ἐνὼς
70.2.5
ἤλπισε πρῶτος ἐπικαλεῖσθαι τὸν Κύριον· ὁ δὲ καὶ ἐπικέκληται καὶ τοῖς ἄλλοις
70.2.6
ἐκήρυξεν, ὃ τοῦ ἐπικαλεῖσθαι πολὺ τιμιώτερον. Ἐνὼχ μετετέθη, μικρᾶς εὐσεβείας,
70.2.7
ἔτι γὰρ ἐν σκιαῖς ἦν ἡ πίστις, ἆθλον εὑράμενος τὴν μετάθεσιν, καὶ τοῦ ἑξῆς βίου τὸν
70.2.8
κίνδυνον διαπέφευγε· τοῦ δὲ ὅλος ὁ βίος μετάθεσις ἦν, τελείως ἐν βίῳ τελείῳ
70.2.9
δοκιμασθέντος. 70. 4 Νῶε κιβωτὸν ἐπιστεύθη, καὶ κόσμου δευτέρου σπέρματα ξύλῳ
70.2.10
μικρῷ πιστευθέντα καὶ καθ' ὑδάτων σωζόμενα· ὁ δὲ κατακλυσμὸν ἀσεβείας διέφυγε
70.2.11
καὶ κιβωτὸν σωτηρίας τὴν ἑαυτοῦ πεποίη ται πόλιν, κούφως τῶν αἱρετικῶν
70.2.12
ὑπερπλέουσαν, ἐξ οὗ κόσμον ὅλον ἀνεκαλέσατο.

Intertext edge

Open linked passage

Note