Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
71.1.1
Μέγας ὁ Ἀβραὰμ καὶ πατριάρχης καὶ θύτης καινῆς θυσίας, τὸν ἐκ τῆς
71.1.2
ἐπαγγελίας τῷ δεδωκότι προσα γαγών, ἱερεῖον ἕτοιμον καὶ πρὸς τὴν σφαγὴν
71.1.3
ἐπειγόμενον· ἀλλ' οὐδὲ τὸ ἐκείνου μικρόν, ἑαυτὸν προσήγαγε τῷ Θεῷ καὶ οὐδὲν ὡς
71.1.4
ἰσότιμον ἀντεδόθη· τί γὰρ καὶ ἦν; ὥστε καὶ τελειωθῆναι τὸ καλλιέρημα. 71. 2 Ἰσαὰκ
71.1.5
ἐπηγγέλθη καὶ πρὸ γενέσεως· ὁ δὲ αὐτεπάγ γελτος ἦν, καὶ τὴν Ῥεβέκκαν, λέγω δὴ
71.1.6
τὴν Ἐκκλησίαν, οὐ πόρρωθεν, ἀλλ' ἐγγύθεν ἠγάγετο, οὐδὲ διὰ πρεσβείας οἰκετικῆς,
71.1.7
ἀλλ' ἐκ Θεοῦ δοθεῖσαν καὶ πιστευθεῖσαν· οὐδὲ κατεσοφίσθη περὶ τὴν τῶν τέκνων
71.1.8
προτίμησιν, ἀλλ' ἑκάστῳ τὰ πρὸς ἀξίαν ἀπαραλογίστως ἔνεμε μετὰ τῆς τοῦ Πνεύ
71.1.9
ματος κρίσεως. 71. 3 Ἐπαινῶ τὴν Ἰακὼβ κλίμακα καὶ τὴν στήλην ἣν ἤλειψε τῷ Θεῷ,
71.1.10
καὶ τὴν πρὸς αὐτὸν πάλην, ἥ τίς ποτε ἦν· οἶμαι δὲ τοῦ ἀνθρωπείου μέτρου πρὸς τὸ
71.1.11
θεῖον ὕψος ἀντιπαρ έκτασις καὶ ἀντίθεσις, ὅθεν καὶ ἄγει τὰ σύμβολα τῆς ἡττω μένης
71.1.12
γενέσεως· 71. 4 Ἐπαινῶ καὶ τὴν περὶ τὰ θρέμματα τοῦ ἀνδρὸς εὐμηχανίαν καὶ
71.1.13
εὐημερίαν, καὶ τοὺς δώδεκα ἐξ αὐτοῦ πατριάρχας, καὶ τὸν τῶν εὐλογιῶν μερισμὸν
71.1.14
σὺν οὐκ ἀγεννεῖ προφητείᾳ τοῦ μέλλοντος· ἀλλ' ἐπαινῶ καὶ τούτου τὴν οὐχ
71.1.15
ὁραθεῖσαν μόνον, ἀλλὰ καὶ διαβαθεῖσαν κλίμακα ταῖς κατὰ μέρος εἰς ἀρετὴν
71.1.16
ἀναβάσεσι, καὶ τὴν στήλην, ἣν οὐκ ἤλειψεν, ἀλλ' ἤγειρε τῷ Θεῷ, τὰ τῶν ἀσεβῶν
71.1.17
στηλι τεύουσαν, καὶ τὴν πάλην, ἣν οὐκ ἐπάλαισε πρὸς Θεόν, ἀλλ' ὑπὲρ Θεοῦ, τὰ τῶν
71.1.18
αἱρετικῶν καταβάλλουσαν, τήν τε ποι μαντικὴν τοῦ ἀνδρός, ἐξ ἧς ἐπλούτησε, πλείω
71.1.19
τῶν ἀσήμων προβάτων κτησάμενος τὰ ἐπίσημα, τήν τε καλὴν πολυτεκ νίαν τῶν
71.1.20
κατὰ Θεὸν γεννηθέντων, καὶ τὴν εὐλογίαν ᾗ πολ λοὺς ἐστήριξεν.

Intertext edge

Open linked passage

Note