Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
73.1.1
Καὶ ἵνα τοὺς Κριτὰς παραδράμωμεν, ἢ τῶν Κριτῶν τοὺς εὐδοκιμωτάτους,
73.1.2
Σαμουὴλ ἐν τοῖς ἐπικα λουμένοις τὸ ὄνομα αὐτοῦ, καὶ Θεῷ δοτὸς πρὸ γενέσεως, καὶ
73.1.3
μετὰ τὴν γέννησιν εὐθὺς ἱερός, καὶ χρίων βασιλέας καὶ ἱερέας διὰ τοῦ κέρατος. 73. 2
73.1.4
Οὗτος δέ, οὐκ ἐκ βρέφους Θεῷ καθιερωμένος ἀπὸ μήτρας καὶ μετὰ τῆς διπλοΐδος
73.1.5
ἐπιδε δομένος τῷ βήματι καὶ βλέπων τὰ ἐπουράνια καὶ χριστὸς Κυρίου ἦν καὶ
73.1.6
χρίστης τῶν τελειουμένων ἐκ Πνεύματος. Δαβὶδ ἐν βασιλεῦσιν ἀοίδιμος, οὗ πολλαὶ
73.1.7
μὲν ἱστοροῦν ται κατὰ τῶν ἐχθρῶν νῖκαι καὶ τρόπαια, ἡ πρᾳότης δὲ τὸ
73.1.8
ἐπισημότατον, καὶ πρὸ τῆς βασιλείας ἡ τῆς κινύρας δύνα μις, καὶ πονηροῦ
73.1.9
πνεύματος κατεπᾴδουσα. 73. 3 Σολομῶν πλάτος καρδίας ᾐτήσατο παρὰ Θεοῦ καὶ
73.1.10
τετύχηκεν, ἐπὶ πλεῖστον προελθὼν σοφίας καὶ θεωρίας, ὥστε γενέσθαι τῶν καθ'
73.1.11
ἑαυτὸν ἁπάντων εὐδοκιμώτατος. 73. 4 Ὁ δέ, τοῦ μὲν τῷ πρᾴῳ, τοῦ δὲ τῇ σοφίᾳ κατὰ
73.1.12
τὸν ἐμὸν λόγον, οὐδὲν ἢ μικρῷ λείπεται· ὥστε καὶ βασιλέων θράσος δαιμονώντων
73.1.13
καταμαλάσσειν· καὶ μὴ βασίλισσαν νότου μόνον, ἢ τὸν δεῖνα, κατὰ κλέος τῆς αὐτοῦ
73.1.14
σοφίας ἐκ τῶν περάτων τῆς γῆς ἀπαντᾶν, ἀλλὰ καὶ πᾶσι τοῖς πέρασι τὴν ἐκείνου
73.1.15
σοφίαν γνωρίζεσθαι. Καὶ τὰ ἑξῆς παρήσω τοῦ Σολομῶντος· πᾶσι δὲ δῆλα, κἂν ἡμεῖς
73.1.16
φειδώμεθα .