Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
76.1.1
Ἐμιμήσατο Πέτρου τὸν ζῆλον, Παύλου τὸν τόνον, τῶν ὀνομαστῶν καὶ
76.1.2
μετωνομασμένων ἀμφοτέρων τὴν πίστιν· τῶν υἱῶν Ζεβεδαίου τὸ μεγαλόφωνον·
76.1.3
πάντων τῶν μαθητῶν τὸ εὐτελὲς καὶ ἀπέριττον. Διὰ ταῦτά τοι καὶ κλεῖς οὐρανῶν
76.1.4
πιστεύεται· καὶ οὐχ ὅσον ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, μείζονα δὲ κύκλον
76.1.5
τῷ εὐαγγελίῳ περι λαμβάνει· καὶ υἱὸς βροντῆς, οὐκ ὀνομάζεται μέν, γίνεται δέ· καὶ
76.1.6
ἐπὶ τὸ στῆθος Ἰησοῦ κείμενος, ἐκεῖθεν ἕλκει τοῦ λόγου τὴν δύναμιν καὶ τὸ βάθος
76.1.7
τῶν νοημάτων. 76. 2 Στέφανος μὲν γὰρ ἐκωλύθη γενέσθαι, εἰ καὶ πρό θυμος ἦν,
76.1.8
ἐπισχὼν αἰδοῖ τοὺς λιθάζοντας. Ἔτι δὲ συντομώτερον εἰπεῖν ἔχω, ἵνα μὴ τοῖς καθ'
76.1.9
ἕκαστον ἐπεξίω περὶ τούτων· ἐκεῖνος γὰρ τὸ μὲν ἐξεῦρε τῶν καλῶν, τὸ δὲ ἐζήλωσε,
76.1.10
τὸ δὲ ἐνίκησε· τῷ δὲ διὰ πάν των ἐλθεῖν, τῶν νῦν πάντων ἐκράτησεν. Ἓν ἐπὶ πᾶσιν
76.1.11
ἐρῶ καὶ σύντομον.

Intertext edge

Open linked passage

Note