Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
79.1.1
Ἔκειτο μὲν ὁ ἀνὴρ τὰ τελευταῖα πνέων καὶ παρὰ τῆς ἄνω χοροστασίας
79.1.2
ἐπιζητούμενος, πρὸς ἣν ἐκ πλείονος ἔβλεπεν. Ἐγχεῖτο δὲ περὶ αὐτὸν πᾶσα ἡ πόλις,
79.1.3
τὴν ζημίαν οὐ φέροντες καὶ τῆς ἐκδημίας ὡς τυραννίδος καταβοῶντες καὶ τῆς
79.1.4
ψυχῆς λαμβανόμενοι, ὡς καθεκτῆς καὶ βιασθῆναι δυναμένης ἢ χερσὶν ἢ δεήσεσιν·
79.1.5
ἐποίει γὰρ αὐτοὺς καὶ παράφρονας τὸ πάθος· καὶ προσθεῖναί τι τῆς ἑαυτῶν ζωῆς
79.1.6
ἕκαστος ἐκείνῳ, εἴπερ οἷόν τε ἦν, πρόθυμος ἦν, 79. 2 Ὡς δὲ ἡττήθησαν (ἔδει γὰρ
79.1.7
αὐτὸν ἐλεγχθῆναι ἄνθρωπον ὄντα) καὶ «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά
79.1.8
μου» τελευταῖον εἰπών, τοῖς ἀπάγουσιν αὐτὸν ἀγγέλοις οὐκ ἀηδῶς ἐναπέψυξεν·
79.1.9
ἔστιν ἃ τοὺς παρόντας μυσταγωγήσας καὶ βελτίους ποιήσας ταῖς ἐπισκήψεσι· τότε δὴ
79.1.10
θαῦμα γίνεται τῶν πώποτε γενομένων ὀνομαστότατον.

Intertext edge

Open linked passage

Note