Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.1.1
Προεκομίζετο μὲν ὁ ἅγιος, χερσὶν ἁγίων ὑψούμενος· σπουδὴ δ' ἦν
80.1.2
ἑκάστῳ τῷ μὲν κρασπέδου λαβέσθαι, τῷ δὲ σκιᾶς, τῷ δὲ τοῦ ἱεροφόρου σκίμποδος,
80.1.3
καὶ ψαῦσαι μόνον! τί γὰρ ἐκείνου τοῦ σώματος ἱερώτερόν τε καὶ καθαρώτερον; 80. 2
80.1.4
τῷ δὲ τῶν ἀγόντων ἐλθεῖν πλησίον, τῷ δὲ τῆς θέας ἀπολαῦσαι μόνης, ὥς τι κἀκείνης
80.1.5
πεμπούσης ὄφελος. 80. 3 Πλήρεις ἀγοραί, στοαί, διώροφοι, τριώροφοι, τῶν ἐκεῖνον
80.1.6
παραπεμπόντων ,
80.1.7
προηγουμένων ,
80.1.8
ἑπομένων ,
80.1.9
παρεπομένων ,
80.1.10
ἀλλήλοις
80.1.11
ἐπεμβαινόντων, μυριάδες γένους παντὸς καὶ ἡλικίας ἁπάσης, οὐ πρότερον
80.1.12
γινωσκόμεναι· ψαλμῳδίαι θρήνοις ὑπερνικώμεναι, καὶ τὸ φιλόσοφον τῷ πάθει
80.1.13
καταλυόμενον· ἀγὼν δὲ τοῖς ἡμετέροις πρὸς τοὺς ἐκτός, Ἕλληνας, Ἰουδαίους,
80.1.14
ἐπήλυδας· ἐκείνοις πρὸς ἡμᾶς, ὅστις πλέον ἀποκλαυσάμενος πλείονος μετάσχῃ τῆς
80.1.15
ὠφελείας. 80. 4 Πέρας τοῦ λόγου, καὶ εἰς κίνδυνον τελευτᾷ τὸ πάθος·
80.1.16
συναπελθουσῶν αὐτῷ ψυχῶν οὐκ ὀλίγων, ἐκ τῆς τοῦ ὠθισμοῦ βίας καὶ
80.1.17
συγκλονήσεως· αἳ καὶ τοῦ τέλους ἐμακαρίσθησαν, ὡς ἐκείνῳ συνέκδημοι, καὶ
80.1.18
θύματα ἐπιτάφια, τάχα ἄν τις εἴποι τῶν θερμοτέρων. 80. 5 Μόλις δὲ τὸ σῶμα
80.1.19
διαφυγὸν τοὺς ἁρπάζοντας καὶ νικῆσαν τοὺς προπομπεύοντας, οὕτω τῷ τάφῳ τῶν
80.1.20
πατέρων δίδοται, καὶ προστίθεται τοῖς ἱερεῦσιν ὁ ἀρχιερεύς, τοῖς κήρυξιν ἡ μεγάλη
80.1.21
φωνὴ καὶ τοῖς ἐμοῖς ὠσὶν ἔνηχος, ὁ μάρτυς τοῖς μάρτυσι. 80. 6 Καὶ νῦν, ὁ μέν ἐστιν ἐν
80.1.22
οὐρανοῖς, κἀκεῖ τὰς ὑπὲρ ἡμῶν, ὡς οἶμαι, προσφέρων θυσίας καὶ τοῦ λαοῦ
80.1.23
προευχόμενος· οὐδὲ γὰρ ἀπολιπὼν ἡμᾶς παντάπασιν ἀπολέλοιπεν· ἡμιθνὴς δὲ
80.1.24
Γρηγόριος καὶ ἡμίτομος, τῆς μεγάλης ἀπερρωγὼς συζυγίας, καὶ βίον ἕλκων
80.1.25
ὀδυνηρὸν καὶ οὐκ εὔδρομον, οἷον εἰκὸς τὸν ἐκείνου κεχωρισμένον, οὐκ οἶδα εἰς ὃ
80.1.26
τελευτήσων μετὰ τὴν ἐκείνου παιδαγωγίαν· ᾧ καὶ νῦν ἔτι νουθετοῦμαι, καὶ
80.1.27
σωφρονίζομαι διὰ νυκτερινῶν ὄψεων, εἴ ποτε τοῦ δέοντος ἔξω πέσοιμι. 80. 7 Καὶ οὐκ
80.1.28
ἐγὼ μὲν οὕτω θρήνους ἀναμίγνυμι τοῖς ἐπαίνοις, καὶ λογογραφῶ τὴν τοῦ ἀνδρὸς
80.1.29
πολιτείαν, καὶ προτίθημι τῷ χρόνῳ κοινὸν ἀρετῆς πίνακα καὶ πρόγραμμα σωτήριον
80.1.30
πάσαις ταῖς ἐκκλησίαις, ψυχαῖς ἁπάσαις· πρὸς ὃν βλέποντες, ἀπευθυνοῦμεν τὸν βίον,
80.1.31
ὡς νόμον ἔμψυχον· ὑμῖν δὲ συμβουλεύσαιμ' ἂν ἄλλο τι, τοῖς τὰ ἐκείνου
80.1.32
τετελεσμένοις, ἢ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ ὡς ὁρῶντος καὶ ὁρωμένου, τῷ
80.1.33
Πνεύματι καταρτίζεσθαι.

Intertext edge

Open linked passage

Note