Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Ὦ τοῦ θαύματος! αὐτοὶ τοῦ θηράματος ἦσαν ταμίαι. Ὅσον φίλον εἴχετο
8.1.2
θελήμασι μόνον· ὅσον περιττὸν ἀπεπέμφθη ταῖς λόχμαις εἰς δευτέραν τράπεζαν. Οἱ
8.1.3
ὀψο ποιοὶ σχέδιοι, τὸ δεῖπνον εὐτρεπές, οἱ δαιτύμονες εὐχάρισ τοι, προοίμιον
8.1.4
ἔχοντες ἤδη τῶν ἐλπιζομένων τὸ παρὸν θαῦμα. Ἐξ οὗ καὶ πρὸς τὴν ἄθλησιν ὑπὲρ ἧς
8.1.5
ταῦτα ἦν αὐτοῖς, ἐγίνοντο προθυμότεροι. Τοιαῦτα τὰ ἐμὰ διηγήματα. 8. 2 Σὺ δέ μοι
8.1.6
λέγε τὰς ἐλαφηβόλους σου καὶ τοὺς Ὠρίωνας καὶ τοὺς Ἀκταίωνας, τοὺς
8.1.7
κακοδαίμονας θηρευτάς, ὁ ἐμὸς διώκτης, ὁ τοὺς μύθους θαυμάζων καὶ τὴν ἀντιδο
8.1.8
θεῖσαν ἔλαφον τῆς παρθένου, εἴ τι τοσοῦτον εἰς φιλοτιμίαν ἔστι σοι, κἂν δῶμεν μὴ
8.1.9
μῦθον εἶναι τὸ ἱστορούμενον. 8. 3 Ὡς τά γε ἑξῆς τοῦ λόγου καὶ λίαν αἰσχρά! Τί γὰρ
8.1.10
ὄφε λος τῆς ἀντιδόσεως, εἰ σῴζει παρθένον ἵνα ξενοκτονεῖν διδαχθῇ, ἀπανθρωπίαν
8.1.11
μαθοῦσα φιλανθρωπίας ἀντίδοσιν; 8. 4 Τοῦτο μὲν οὖν τοσοῦτον ἐκ πολλῶν ἓν καὶ
8.1.12
ἀντὶ πολλῶν, ὡς ὁ ἐμὸς λόγος. Καὶ τοῦτο διῆλθον, οὐχ ἵν' ἐκείνῳ προσθῶ τι τῆς
8.1.13
εὐδοξίας· οὔτε γὰρ θάλασσα δεῖται τῶν εἰσρεόντων εἰς αὐτὴν ποταμῶν κἂν
8.1.14
εἰσρέωσιν ὅτι πλεῖστοι καὶ μέγιστοι, οὔτε τῶν εἰσοισόντων τι πρὸς εὐφη μίαν ὁ νῦν
8.1.15
ἐπαινούμενος· 8. 5 ἀλλ' ἵν' ἐπιδείξαιμι, οἵων αὐτῷ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων, καὶ
8.1.16
πρὸς ὃ παράδειγμα βλέπων, ὅσον ὑπερηκόντισεν. Εἰ γὰρ μέγα τοῖς ἄλλοις τὸ
8.1.17
προσλαβεῖν τι παρὰ τῶν ἄνωθεν εἰς φιλοτιμίαν, μεῖζον ἐκείνῳ τὸ προσθεῖναι τοῖς
8.1.18
ἄνω παρ' ἑαυτοῦ, καθάπερ ῥεύ ματος ἀνατρέχοντος.

Intertext edge

Open linked passage

Note