Funebris oratio in laudem Basilii Magni Caesareae in Cappado
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Τῆς δὲ τῶν πατέρων συζυγίας οὐχ ἧττον κατὰ τὸ τῆς ἀρετῆς ὁμότιμον ἢ
9.1.2
καὶ τὰ σώματα, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα, πτωχοτροφίαι, ξενοδοχίαι, ψυχῆς
9.1.3
κάθαρ σις ἐξ ἐγκρατείας, ἀπόμοιρα κτήσεως Θεῷ καθιερωθείσης, πρᾶγμα οὔπω τότε
9.1.4
πολλοῖς σπουδαζόμενον, ὥσπερ νῦν αὐξηθέν τε καὶ τιμηθὲν ἐκ τῶν πρώτων
9.1.5
ὑποδειγμάτων, τά τε ἄλλα, ὅσα Πόντῳ καὶ Καππαδόκαις μερισαμένοις ἤρκεσε
9.1.6
πολλῶν πληροῦν ἀκοάς· ἐμοὶ δὲ μέγιστον δοκεῖ καὶ περι φανέστατον ἡ εὐτεκνία. 9. 2
9.1.7
Τοὺς γὰρ αὐτοὺς πολύπαιδας καὶ καλλίπαιδας μῦθοι μὲν ἴσως ἔχουσιν· ἡμῖν δὲ
9.1.8
τούτους ἡ πεῖρα παρέ στησε, τοιούτους μὲν αὐτοὺς γεγονότας ὥστε, εἰ καὶ μὴ
9.1.9
τοιούτων ἦσαν πατέρες, ἑαυτοῖς εἰς εὐδοξίαν ἀρκεῖν· τοιούτων δὲ πεφηνότας
9.1.10
πατέρας ὥστε, εἰ καὶ μὴ αὐτοὶ τοσοῦτον ἦσαν εἰς ἀρετήν, πάντας ὑπεραίρειν τῇ
9.1.11
εὐτεκνίᾳ 9. 3 Ἕνα μὲν γὰρ ἢ δύο γενέσθαι τῶν ἐπαινουμένων, κἂν τῇ φύσει δοίη τις·
9.1.12
ἡ δὲ διὰ πάντων ἀκρότης, σαφὲς τῶν ἀγαγόντων ἐγκώμιον. Δηλοῖ δὲ ὁ μακαριστὸς
9.1.13
τῶν ἱερέων καὶ τῶν παρθένων ἀριθμὸς καὶ τῶν ἐν γάμῳ, μηδὲν τῇ συζυγίᾳ
9.1.14
βλαβῆναι βιασαμένων πρὸς τὴν ἴσην τῆς ἀρετῆς εὐδοκί μησιν, ἀλλὰ βίων αἱρέσεις
9.1.15
μᾶλλον ἢ πολιτείας ταῦτα ποιησαμένων.