Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Εἰς τὸν µέγαν Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας. Ἀθανάσιον ἐπαινῶν, ἀρετὴν ἐπαινέσοµαι. Ταυτὸν γὰρ, ἐκεῖνόν τε εἰπεῖν, καὶ ἀρετὴν ἐπαινέσαι, ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες, κἂν ἐνθένδε ἀπαλλα γῶσι. Καθ' ὃ καὶ Ἀβραὰµ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἀκούει Θεὸς, ὁ Θεὸς, ὡς οὐ νεκρῶν Θεὸς, ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν, Θεὸν ἐπαινέσοµαι, παρ' οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ, καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι, ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάµψεως. Πολλῶν γὰρ ὄντων ἡµῖν καὶ µεγάλων, οὐ µὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων, ὧν ἐκ Θεοῦ ἔχοµέν τε καὶ ἕξοµεν· τοῦτο µέγιστον καὶ φιλανθρωπότατον, ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοη τοῖς Θεός. Ὁ µὲν γὰρ τὸν ὁρώµενον φωτίζει κόσµον, ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ µὲν τὰς σωµατικὰς ὄψεις ἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπ εργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωµένοις, τοῖς µὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναµιν, αὐτὸς τῶν ὁρωµένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουµένοις, τοῖς µὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δη µιουργῶν, αὐτὸς τῶν νοουµένων ἐστὶ τὸ ἀκρότατον, εἰς ὃν πᾶσαἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃν οὐδαµοῦ φέ ρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον, ἢ ὅλως ἕξει, οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος, ἢ πολυπραγµονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρε κτῶν ἔσχατον, καὶ οὗ γενοµένοις πάσης θεωρίας ἀνά παυσις.
1.2
Ὧτινι µὲν οὖν ἐξεγένετο, διὰλόγου καὶ θεω ρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο, εἴτε νέφος χρὴ λέγειν, εἴτε προκάλυµµα, Θεῷ συγγενέσθαι, καὶτῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθ όσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει· µακάριος οὗτος, τῆς τε ἐντεῦθεν ἀναβάσεως, καὶ τῆς ἐκεῖσε θεώσεως, ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται, καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι, διὰτὴν ἐν τῇ Τριάδι νοουµέ νην ἑνότητα. Ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρων ἐγένετο, καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη, ὡς µὴ δυνηθῆναι ἐµβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς, µηδὲ ὑπὲρ τὰκάτω γενέσθαι, γεγονὼς ἄνωθεν, καὶ πρὸς τὰ ἄνω καλούµενος· ἄθλιος οὗτος ἐµοὶ τῆς τυ φλώσεως, κἂν εὐροῇ τοῖς ἐνταῦθα· καὶ τοσούτῳ πλέον, ὅσῳπερ ἂν µᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται, καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος κα λοῦ, πονηρὸν πονηρᾶς δόξηςκαρπὸν δρεπόµενος, ἢ ζόφον κατακριθῆναι, ἢ ὡς πῦρ ἰδεῖν, ὃν ὡς φῶς οὐκ ἐγνώρισεν.
1.3
Ταῦτα ὀλίγοις µὲν ἐφιλοσοφήθη, καὶ τῶν νῦν, καὶ τῶν πάλαι( ὀλίγοι γὰρ οἱ τοῦ Θεοῦ, εἰ καὶ πάντες πλάσµατα), νοµοθέταις, στρατηγοῖς, ἱερεῦσι, προφήταις, εὐαγγελισταῖς, ἀποστόλοις, ποιµέσι, διδασκάλοις, καὶ παντὶ πνευµατικῷ πληρώµατι καὶ συ στήµατι, ἐν δὲ τοῖς πᾶσι, καὶ τῷ νῦν ἐπαινουµένῳ. Τίνας δὴ λέγω τούτους; Οἷον τὸν Ἐνὼχ ἐκεῖνον, τὸν Νῶε, τὸν Ἀβραὰµ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺδώδεκα πατριάρχας, τὸν Μωϋσέα, τὸν Ἀαρὼν, τὸν Ἰησοῦν, τοὺς Κριτὰς, τὸν Σαµουὴλ, τὸν∆ αβὶδ, τὸν Σολοµῶντα µέχρι τινὸς, τὸν Ἡλίαν, τὸν Ἐλισσαῖον, τοὺς πρὸ τῆς αἰχµαλωσίας προφήτας, τοὺς µε τὰ τὴν αἰχµαλωσίαν· καὶ τὰ τελευταῖα δὴ ταῦτα τῇ τάξει, καὶ πρῶτα τῇ ἀληθείᾳ, ὅσα περὶ τὴν Χριστοῦ σάρκωσιν, ἤτοι πρόσληψιν, τὸν πρὸ τοῦ φω τὸς λύχνον, τὴν πρὸ τοῦΛόγου φωνὴν, τὸν πρὸ τοῦ Μεσίτου µεσίτην, µεσίτην Παλαιᾶς∆ ιαθήκης καὶ Νέας, Ἰωάννην τὸν πάνυ, τοὺς Χριστοῦ µαθητὰς, τοὺς µετὰ Χριστὸν, ἢλαοῦ προκαθεσθέντας, ἢ διὰ λό γου φανερωθέντας, ἢ διὰ σηµείων γνωρισθέντας, ἢ τελειωθέντας δι' αἵµατος.
1.∆
Τούτων Ἀθανάσιος, τοῖς µὲν ἡµιλλήθη, τῶν δὲ µικρὸν ἀπελείφθη, ἔστι δὲ οὓς καὶ ὑπερέσχεν, εἰ µὴ τολµηρὸν εἰπεῖν· καὶ τῶν µὲν τὸν λόγον, τῶν δὲ τὴν πρᾶξιν, τῶν δὲ τὸ πρᾶον, τῶν δὲ τὸν ζῆλον, τῶν δὲ τοὺς κινδύνους, τῶν δὲ τὰ πλείω, τῶν δὲ τὰ ἅπαντα µιµησάµενος, καὶ ἄλλο ἀπ' ἄλλου κάλλος λα βὼν, ὥσπερ οἱ τὰς µορφὰς µεθ' ὑπερβολῆς γράφον τες, καὶ εἰς µίαν τὴν ἑαυτοῦ ψυχὴν συναγαγὼν, ἓν ἀρετῆς εἶδος ἐκπάντων ἀπηκριβώσατο, τοὺς µὲν ἐν λόγῳ δεινοὺς τῇ πράξει, τοὺς πρακτικοὺς δὲ τῷ λόγῳ νικήσας· εἰ βούλει δὲ, λόγῳ µὲν τοὺς εὐδοκίµους ἐν λόγῳ, πράξει δὲ τοὺς πρακτικωτάτους ὑπερβαλών· καὶ τοὺς µὲν κατ' ἀµφότερα µέσως ἔχοντας, τῷ περὶ τὸ ἕτερον ὑπερβάλλοντι· τοὺς δὲ καθ' ἕτερον ἄκρους, τοῖς ἀµφοτέροις παραδραµών. Καὶ εἰ µέγα τοῖς προλαβοῦσι, τὸ παράδειγµα τούτῳ γενέσθαι τῆς ἀρετῆς, οὐχ ἧττον εἰς εὐφηµίαν τῷ ἡµετέρῳ καλῷ, τὸ τοῖς µετ' αὐτὸν γενέσθαι παράδειγµα.
1.Ε
Πάντα µὲν δὴ τὰ ἐκείνου λέγειν τε καὶ θαυµά ζειν µακρότερον ἂν εἴη τυχὸν, ἢ κατὰ τὴν παροῦσαν ὁρµὴν τοῦ λόγου, καὶ ἱστορίας ἔργον, οὐκ εὐφηµίας· ἃ καὶ ἰδίᾳ παραδοῦναι γραφῇ παίδευµά τε καὶ ἥδυ σµα τοῖς εἰς ὕστερον, εὐχῆς ἔργον ἐµοὶ, ὥσπερ ὃν ἐκεῖνος Ἀντωνίου τοῦ θείου βίον συνέγραφε, τοῦ µοναδικοῦ βίου νοµοθεσίαν, ἐν πλάσµατι διηγή σεως. Ὀλίγα δὲ ἐκ πολλῶν τῶν ἐκείνου δι εξελθόντες, καὶ ὅσα σχεδιάζει ἡµῖν νῦν ἡ µνήµη ὡς γνωριµώτερα, ἵνα τόν τε ἡµέτερον ἀφοσιω σώµεθα πόθον, καὶτῇ πανηγύρει τὸ εἰκὸς ἐκ πληρώσωµεν, τὰ πλείω τοῖς εἰδόσι παρήσοµεν. Οὐδὲ γὰρ ἄλλως ὅσιον, οὐδὲ ἀσφαλὲς, ἀσεβῶν µὲν βίους τιµᾶσθαι ταῖς µνήµαις, τοὺς δὲ εὐσεβείᾳ δι ενεγκόντας, σιωπῇ παραπέµψασθαι· καὶ ταῦτα ἐν πόλει, ἣν µόλις ἂν καὶ πολλὰ τῆς ἀρετῆς ὑποδεί γµατα σώσειεν, ὥσπερ τοὺς ἱππικοὺς καὶ τὰ θέατρα, οὕτω δὴ καὶ τὰ θεῖα παίζουσαν.
1.ς
Ἐκεῖνος ἐτράφη µὲν εὐθὺς ἐν τοῖς θείοις ἤθεσι καὶ παιδεύµασιν, ὀλίγα τῶν ἐγκυκλίων φιλοσοφήσας, τοῦ µὴ δοκεῖν παντάπασι τῶν τοιούτων ἀπείρωςἔχειν, µηδὲ ἀγνοεῖν ὧν ὑπεριδεῖν ἐδοκίµασεν. Οὐδὲ γὰρ ἠνέσχετο τὸ τῆς ψυχῆς εὐγενὲς καὶ φιλότι µον ἐν τοῖς µαταίοις ἀσχοληθῆναι, οὐδὲ ταυτὸν πα θεῖν τῶν ἀθλητῶν τοῖς ἀπείροις, οἳ τὸν ἀέραπλείω παίοντες ἢ τὰ σώµατα, τῶν ἄθλων ἀποτυγχάνουσι. Καὶ πᾶσαν µὲν Παλαιὰν Βίβλον, πᾶσαν δὲ Νέαν ἐκµελετήσας, ὡς οὐδὲ µίαν ἕτερος, πλουτεῖ µὲν θεωρίαν, πλουτεῖ δὲ βίου λαµπρότητα, καὶ πλέκειθαυµασίως ἀµφότερα, τὴν χρυσῆν ὄντως σειρὰν, καὶ τοῖς πολλοῖς ἄπλοκον· βίῳ µὲν ὁδηγῷ θεωρίας, θεωρίᾳ δὲ σφραγῖδι βίου χρησάµενος. Ἀρχή τε γὰρ σοφίας φόβος Κυρίου, οἷόν τι πρῶτον σπάργανον· καὶ σοφία τὸν φόβον ὑπερβᾶσα, καὶ εἰς τὴν ἀγάπην ἀναβιβάσασα, Θεοῦ φίλους ἡµᾶς καὶ υἱοὺς ἀντὶ δούλων ἐργάζεται.
1.Ζ
Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς ἔδει γε καὶ νῦν τοὺς λαοῦ προστήσεσθαι µέλλοντας, καὶ τὸ µέγα τοῦ Χριστοῦ σῶµα µεταχειρίζεσθαι, κατὰ τὴνµεγάλην τοῦ Θεοῦ βουλήν τε καὶ πρόγνωσιν, ἣ πόῤῥωθεν καταβάλλεται τῶν µεγάλων πραγµάτων τὰς ὑποθέσεις, τῷ µεγάλῳ βήµατι τούτῳ ἐγκαταλέ γεται, καὶτῶν ἐγγιζόντων εἷς τῷ ἐγγίζοντι Θεῷ γίνεται, καὶ τῆς ἱερᾶς ἀξιοῦται στάσεώς τε καὶ τάξεως, καὶ πᾶσαν τὴν τῶν βαθµῶν ἀκολουθίαν διεξελθὼν, ἵνα τὰ ἐνµέσῳ συντέµω, τὴν τοῦ λαοῦ προεδρίαν πιστεύεται, ταυτὸν δὲ εἰπεῖν, τῆς οἰκουµένης πάσης ἐπιστασίαν. Καὶ οὐκ ἔχω λέγειν, πότερον ἀρετῆς ἆθλον, ἢ τῆς Ἐκκλησίας πηγὴν καὶ ζωὴν, τὴν ἱερωσύνην λαµβάνει. Ἔδει γὰρ ἐκλείπουσαν ταύτην τῷ δίψει τῆς ἀληθείας, ὥσπερ τὸν Ἰσµαὴλ, ποτισθῆναι, ἢ, ὥσπερ τὸν Ἡλίαν, ἐκ τοῦ χειµάῤῥου, κατεψυ γµένηςἀνοµβρίᾳ τῆς γῆς, ἀναψύξαι, καὶ µι κρὰ πνέουσαν ἀναζωοποιηθῆναι, καὶ σπέρµα τῷ Ἰσραὴλ ὑπολειφθῆναι· ἵνα µὴ γενώµεθα ὡς Σόδοµα καὶ Γόµοῤῥα, ὧν περιβόητος µὲν ἡ κακία, περι βοητοτέρα δὲ ἡ ἀπώλεια, πυρὶ καὶ θείῳ κατακλυσθέντων.∆ ιὰ τοῦτο ἠγέρθη κέρας σωτηρίας ἡµῖν ἤδη κειµένοις, καὶ λίθος ἀκρογωνιαῖος, συνδέων ἑαυτῷ τε καὶ ἀλλήλοις ἡµᾶς, ἐνεβλήθη κατὰ καιρὸν, ἣπῦρ καθαρτήριον τῆς φαύλης ὕλης καὶ µοχθηρᾶς, ἢ πτύον γεωργικὸν, ᾧ τὸ κοῦφον τῶν δογµάτων καὶ τὸ βαρὺ διακρίνεται, ἢ µάχαιρα τὰς τῆς κακίας ῥίζας ἐκτέµνουσα· καὶ ὁ Λόγος εὑρίσκει τὸν ἑαυτοῦ σύµµαχον, καὶ τὸ Πνεῦµα καταλαµβάνει τὸν ὑπὲρ αὐτοῦ πνεύσοντα.
1.Η
Οὕτω µὲν οὖν καὶ διὰ ταῦτα, ψήφῳ τοῦ λαοῦ παντὸς, οὐ κατὰ τὸν ὕστερον νικήσαντα πονηρὸν τύ πον, οὐδὲ φονικῶς τε καὶ τυραννικῶς, ἀλλ' ἀποστο λικῶςτε καὶ πνευµατικῶς, ἐπὶ τὸν Μάρκου θρόνον ἀνάγεται, οὐχ ἧττον τῆς εὐσεβείας, ἢ τῆς προ εδρίας διάδοχος· τῇ µὲν γὰρ πολλοστὸς ἀπ' ἐκείνου, τῇ δὲ εὐθὺς µετ' ἐκεῖνον εὑρίσκεται· ἣν δὴ καὶ κυρίως ὑποληπτέον διαδοχήν. Τὸ µὲν γὰρ ὁµό γνωµον καὶ ὁµόθρονον, τὸ δὲ ἀντίδοξον καὶ ἀντίθρο νον· καὶ ἡ µὲν προσηγορίαν, ἡ δὲ ἀλήθειαν ἔχει διαδοχῆς. Οὐ γὰρ ὁ βιασάµενος, ἀλλ' ὁ βιασθεὶς διάδοχος· οὐδὲ ὁ παρανοµήσας, ἀλλ' ὁ προβληθεὶς ἐννόµως· οὐδὲ ὁ τἀναντία δοξάζων, ἀλλ' ὁ τῆς αὐτῆς πίστεως· εἰ µὴ οὕτω τις λέγοι διάδοχον, ὡς νόσον ὑγιείας, καὶ φωτὸς σκότος, καὶ ζάλην γαλήνης, καὶ συνέσεως ἔκστασιν.
1.Θ
Ἐπεὶ δὲ οὕτω προβάλλεται, οὕτω καὶ τὴν ἀρχὴν διατίθεται. Οὐ γὰρ ὁµοῦ τε καταλαµβά νει τὸν θρόνον, ὥσπερ οἱ τυραννίδα τινὰ, ἢ κληρονο µίαν παρὰ δόξαν ἁρπάσαντες, καὶ ὑβρίζει διὰ τὸν κόρον. Ταῦτα γὰρ τῶν νόθων καὶ παρεγγράπτων ἱερέων ἐστὶ, καὶ τοῦ ἐπαγγέλµατος ἀναξίων· οἳ µηδὲν τῇ ἱερωσύνῃ προεισενεγκόντες, µηδὲ τοῦ κα λοῦ προταλαιπωρήσαντες, ὁµοῦ τε µαθηταὶ καὶ δι δάσκαλοι τῆς εὐσεβείας ἀναδείκνυνται, καὶ πρὶνκαθ αρθῆναι καθαίρουσι· χθὲς ἱερόσυλοι, καὶ σήµερον ἱερεῖς· χθὲς τῶν ἁγίων ἔξω, καὶ µυσταγωγοὶ σήµε ρον· παλαιοὶ τὴν κακίαν, καὶ σχέδιοι τὴν εὐσέβειαν· ὃ ἔργον χάριτος ἀνθρωπίνης, οὐ τῆς τοῦ Πνεύµατος· οἳ, ὅταν πάντα διεξέλθωσι βιαζόµενοι, τελευταῖον τυραννοῦσι καὶ τὴν εὐσέβειαν· ὧν οὐχ ὁ τρόπος τὸν βαθµὸν, ὁ βαθµὸς δὲ τὸν τρόπον πιστεύεται, παρὰ πολὺ τῆς τάξεως ἐναλλαττοµένης· οἳ πλείους ὑπὲρ ἑαυτῶν, ἢ τῶν τοῦ λαοῦ ἀγνοηµάτων, τὰς θυσίας ὀφείλουσι· καὶ πάντως τῶν δύω τὸ ἕτερον ἁµαρτά νουσιν, ἢ τῷ δεῖσθαι συγγνώµης, ἄµετρα συγγινώ σκοντες, ὡς ἂν µήτε ἀνακόπτοιτο κακία, ἀλλὰ καὶ διδάσκοιτο, ἢτῇ τραχύτητι τῆς ἀρχῆς, τὰ ἑαυτῶν συγκαλύπτοντες. Ὧν οὐδέτερον ἐκεῖνος· ἀλλ' ἦν ὑψη λὸς µὲν τοῖς ἔργοις, ταπεινὸς δὲ τῷ φρονήµατι· καὶ τὴν µὲν ἀρετὴν ἀπρόσιτος, τὴν ἐντυχίαν δὲ καὶ λίαν εὐπρόσιτος, πρᾶος, ἀόργητος, συµπαθὴς, ἡδὺς τὸν λόγον, ἡδίων τὸν τρόπον, ἀγγελικὸς τὸεἶδος, ἀγγελικώτερος τὴν διάνοιαν ἐπιτιµῆσαι γαληνὸς, ἐπαινέ σαι παιδευτικός· καὶ µηδέτερον τῶν καλῶν τῇ ἀµετρίᾳ λυµήνασθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίµη σιν πατρικὴν, καὶ τὸν ἔπαινον ἀρχικόν· µήτε τὸ ἁπαλὸν ἔκλυτον, µήτε στυφὸν τὸ αὐστηρόν· ἀλλὰ τὸ µὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀµφότερα· ἐλάχιστα µὲν λόγου διὰ τὸν τρόπον δεόµενος ἀρκοῦντα πρὸς παιδαγωγίαν· ἐλάχιστα δὲ ῥάβδου διὰ τὸν λόγον· ἔτι δὲ ἐλάττω τοµῆς, διὰ τὴν ῥάβδον µετρίως πλήττουσαν.
1.Ι
Τί ἂν ὑµῖν ἀναζωγραφοίην τὸν ἄνδρα; Παῦλος προλαβὼν ἔγραψε· τοῦτο µὲν, ἐν οἷς τὸν ἀρχιερέα τὸν µέγαν, τὸν διεληλυθότα τοὺς οὐρανοὺς ἀνυµνεῖ( τολµήσει γάρ µοι καὶ µέχρι τούτων ὁ λόγος, ἐπειδὴ Χριστοὺς οἶδε καλεῖνἡ Γραφὴ τοὺς ζῶντας κατὰ Χριστόν)· τοῦτο δὲ, ἐν οἷς Τιµοθέῳ πρὸς αὐτὸν γράφων νοµοθετεῖ, τυπῶν τῷ λόγῳ τὸν ἐπισκο πῆς προστησόµενον. Εἰ γὰρ ὡς κανόνα τὸν νόµον παραθείης τῷ ταῦτα ἐπαινουµένῳ, γνώσῃ σα φῶς τὴν εὐθύτητα,∆ εῦρο δὴ συµπανηγυρίσατέ µοι περὶ τὸν λόγον κάµνοντι, καὶτὰ µὲν πλείω παρατρέ χειν ἐθέλοντι, ἄλλοτε δὲ ὑπ' ἄλλου κατεχοµένῳ, καὶ οὐκ ἔχοντι τὸ νικῶν εὑρεῖν, ὥσπερ ἐν σώµατι πανταχόθεν ἴσῳ τε καὶ καλῷ· ἀεὶ γάρ µοι τὸ προσπε σὸν κάλλιον φαίνεται, καὶ τοῦτο συναρπάζει τὸν λόγον.∆ εῦρο οὖν µοι διέλεσθε τὰ ἐκείνου καλὰ, ὅσοι τῶν ἐκείνου ἐπαινέται καὶ µάρτυρες, καὶ ἀγῶνα καλὸν ἀγωνίσασθε πρὸς ἀλλήλους, ἄνδρες ὁµοῦ καὶγυναῖκες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται µετὰ νεωτέρων, ἱερεῖς καὶ λαὸς, οἱ µοναδικοὶ καὶ µιγάδες, οἱ τῆς ἁπλότητος καὶ τῆς ἀκριβείας, ὅσοι τῆςθεωρίας, καὶ ὅσοι τῆς πράξεως. Ὁ µὲν ἐπαινείτω τὸ ἐν νηστείαις καὶ προσευχαῖς, οἷον ἀσώµατόν τε καὶ ἄϋλον· ὁ δὲ τὸ ἐν ἀγρυπνίαις τε καὶ ψαλµῳδίαις εὔτονόν τε καὶ ἀήττητον· ἄλλος τὸ ἐν προστα σίᾳ τῶν δεοµένων, ἄλλος τὴν πρὸς τὸ ὑπερέχον ἀν τιτυπίαν, ἢ πρὸς τὸ ταπεινὸν συγκατάβασιν. Αἱ παρθένοι, τὸν νυµφαγωγόν· αἱ ὑπὸ ζυγὸν, τὸν σω φρονιστήν· οἱ τῆς ἐρηµίας, τὸν πτερωτήν· οἱ τῆς ἐπιµιξίας, τὸν νοµοθέτην· οἱ τῆς ἁπλότητος, τὸν ὁδηγόν· οἱ τῆς θεωρίας, τὸν θεολόγον· οἱ ἐν εὐθυ µίαις, τὸν χαλινόν· οἱ ἐν συµφοραῖς, τὴν παρά κλησιν· τὴν βακτηρίαν, ἡ πολιά· τὴν παιδαγωγίαν, ἡ νεότης· ἡ πενία, τὸν ποριστήν· ἡ εὐπορία, τὸν οἰκονόµον.∆ οκοῦσίµοι καὶ χῆραι τὸν προστάτην ἐπαινέσεσθαι· καὶ ὀρφανοὶ, τὸν πατέρα· καὶ πτωχοὶ, τὸν φιλόπτωχον· καὶ τὸν φιλόξενον, οἱ ξένοι· καὶ ἀδελφοὶ, τὸν φιλάδελφον· οἱ νοσοῦντες, τὸν ἰατρὸν, ἣν βούλει νόσον καὶ ἰατρείαν· οἱ ὑγιαίνοντες, τὸν φύ λακα τῆς ὑγείας· οἱ πάντες, τὸν πᾶσι πάντα γινόµενον, ἵνα κερδάνῃ τοὺς πάντας, ἢ πλείονας.
1.ΙΑ
Ταῦτα µὲν οὖν, ὅπερ εἶπον, ἄλλοι θαυµαζέ τωσάν τε καὶ ἀνυµνείτωσαν, οἷς σχολὴ τὰ µικρὰ τῶν ἐκείνου θαυµάζειν. Μικρὰ δὲ ὅταν εἴπω, αὐτὸν ἑαυτῷ συγκρίνων λέγω, καὶ τὰ ἐκείνου τοῖς ἐκείνου παρεξ ετάζων( οὐ γὰρ δεδόξασται τὸ δεδοξασµένον, κἂν ᾖ λίανλαµπρὸν, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, ὥσπερ ἠκούσαµεν)· ἐπεὶ καὶ ὀλίγα τῶν τού του, ἑτέροις αὐτάρκη πρὸς εὐδοκίµησιν. Ἡµῖν δὲ( οὐ γὰρ ἀνεκτὸν καταλείπουσι τὸν λόγον, διακο νεῖν τοῖς ἐλάττοσιν), ἐπ' αὐτὸ τὸ κυριώτατον τῶν ἐκείνου τρεπτέον. Θεοῦ δὲ ἔργον, ὑπὲρ οὗ καὶ ὁ λόγος, εἰπεῖν τι τῆς ἐκείνου µεγαληγορίας καὶ ψυ χῆς ἄξιον.
1.ΙΒ
Ἦν ὅτε ἤκµαζε τὰ ἡµέτερα, καὶ καλῶς εἶ χεν, ἡνίκα τὸ µὲν περιττὸν τοῦτο, καὶ κατεγλωττισµένον τῆς θεολογίας καὶ ἔντεχνον, οὐδὲ πάροδον εἶχεν εἰςτὰς θείας αὐλὰς, ἀλλὰ ταυτὸν ἦν ψήφοις τε παίζειν, τὴν ὄψιν κλεπτούσαις τῷ τάχει τῆς µεταθέ σεως, ἢ κατορχεῖσθαι τῶν θεατῶν παντοίοις καὶἀνδρογύνοις λυγίσµασι, καὶ περὶ Θεοῦ λέγειν τι καὶ ἀκούειν καινότερον καὶ περίεργον· τὸ δὲ ἁπλοῦν τε καὶ εὐγενὲς τοῦ λόγου, εὐσέβεια ἐνοµίζετο. Ἀφ' οὗ δὲ Σέξτοι, καὶ Πύῤῥωνες, καὶ ἡ ἀντίθετος γλῶσσα, ὥσπερ τι νόσηµα δεινὸν καὶ κακόηθες, ταῖς Ἐκκλησίαις ἡµῶν εἰσεφθάρη· καὶ ἡ φλυαρία παί δευσις ἔδοξε, καὶ, ὅ φησι περὶ Ἀθηναίων ἡ βίβλος τῶν Πράξεων, εἰς οὐδὲν ἄλλο εὐκαιροῦµεν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ὢ τίς Ἱερεµίας ὀδυρεῖται τὴν ἡµετέραν σύγχυσιν καὶ σκοτόµαιναν, ὁ µόνος εἰδὼς ἐξισοῦν θρήνους πάθεσι!
1.ΙΓ
Ταύτης τῆς λύσσης ἤρξατο µὲν Ἄρειος, ὁ τῆς µανίας ἐπώνυµος, ὃς καὶ δίκην ἔδωκεν ἀκολά στου γλώσσης, τὴν ἐν βεβήλοις τόποις κατάλυσιν, εὐχῆς ἔργον, οὐ νόσου γενόµενος, καὶ τὴν Ἰούδα ῥῆξιν ὑποστὰς, ἐπ' ἴσῃ προδοσίᾳ τοῦ Λόγου.∆ ιαδε ξάµενοι δὲ ἄλλοι τὴν νόσον, τέχνην ἀσεβείας ἐδη µιούργησαν· οἳ, τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράψαντες, τὸ γεννητὸν, οὐ µόνον δὲ, ἀλλὰ καὶ τὸ ἐκπορευτὸν ἐξώρισαν τῆς θεότητος, ὀνόµατος κοινωνίᾳ µόνοντὴν Τριάδα τιµήσαντες, ἢ µηδὲ τοῦτο αὐτῇ τηρήσαντες. Ἀλλ' οὐχ ὁ µακάριος ἐκεῖνος, καὶ ὄντως ἄνθρωπος τοῦ Θεοῦ, καὶ µεγάλη σάλπιγξ τῆς ἀληθείας. Ἀλλ' εἰδὼς, τὸ µὲν εἰς ἀριθµὸν ἕνα τὰ τρία συστέλλειν, ἀθεότητος ὂν, καὶ τῆς Σαβελλίου καινοτοµίας, ὃς πρῶτος θεότητος συστολὴν ἐπενόησε· τὸ δὲ τὰ τρία διαιρεῖν φύσεσι, κατα τοµὴν θεότητος ἔκφυλον· καὶ τὸ ἓν καλῶς ἐτήρησε, θεότητι γάρ· καὶ τὰ τρία εὐσεβῶς ἐδίδαξεν, ἰδιότησι γάρ· οὔτε τῷ ἑνὶ συγχέας, οὔτε τοῖς τρισὶ διαστή σας, ἀλλ' ἐν ὅροις µείνας τῆς εὐσεβείας, τῷ φυγεῖν τὴν ἄµετρον ἐπὶ θάτερα κλίσιν τε καὶ ἀντίθεσιν.
1.Ι∆
Καὶ διὰ τοῦτο πρῶτον µὲν ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ ταύτῃ συνόδῳ, καὶ τῷ τῶν τρια κοσίων ὀκτὼ καὶ δέκα ἀριθµῷ ἀνδρῶν λογάδων, οὓς τὸ Πνεῦµα τὸἅγιον εἰς ἓν ἤγαγεν, ὅσον ἦν ἐπ' αὐτῷ, τὴν νόσον ἔστησεν· οὔπω µὲν τεταγµένος ἐν ἐπισκόποις, τὰ πρῶτα δὲ τεταγµένος τῶν συνεληλυθότων· καὶ γὰρ ἦν ἀρετῆς οὐχ ἧττον ἢ βαθµῶν ἡ προτίµησις. Ἔπειτα τοῦ κακοῦ ῥιπισθέντος ἤδη ταῖς αὔραις τοῦ πονηροῦ, καὶ τὸ πλεῖον ἐπιλαµβάνοντος( ἐνταῦθά µοι καὶ τὰ δρά µατα, ὧν πᾶσα µικροῦ πλήρης γῆ τεκαὶ θάλασσα), πολὺς µὲν περὶ αὐτὸν ὁ πόλεµος, ὡς γενναῖον προ στάτην τοῦ Λόγου·( πρὸς γὰρ τὸ ἀντιτεῖνον µάλιστα ἡ παράταξις, καὶ ἄλλοθεν ἄλλο τι τῶν δεινῶν περιῤῥέον· εὑρέτις γὰρ κακῶν ἡ ἀσέβεια, καὶ λίαν τολµηρὸν εἰς ἐγχείρησιν· πῶς δὲ ἀνθρώπων ἔµελλον φείδεσθαι, οἱ θεότητος µὴ φεισάµενοι;) µία δὲ προσβολῶν καὶ χαλεπωτάτη. Συνεισφέρω τι καὶ αὐτὸς τῷ δράµατι· ἀλλά µοι παρῃτήσθω τὸ φίλον ἔδαφος ἡ πατρίς· οὐ γὰρ τῆς ἐνεγκούσης, ἀλλὰ τῶν προελοµένων ἡ πονηρία. Ἡ µὲν γὰρ ἱερά τε καὶ πᾶσιν ἐπ' εὐσεβείᾳ γνώριµος· οἱ δὲ ἀνάξιοι τῆς τεκούσης αὐτοὺς Ἐκκλησίας. Φύεσθαι δὲ καὶ ἐν ἀµπέλῳ βάτον ἠκούσατε· καὶ Ἰούδας, τῶν µαθητῶν εἷς, ὁ προδότης.
1.ΙΕ
Εἰσὶ µὲν οὖν, οἳ µηδὲ τὸν ὁµώνυµον ἐµοὶ τῆς αἰτίας ἀφιᾶσιν· ὃς κατὰ παιδεύσεως ἔρωτα, τῇ Ἀλεξανδρέων ἐπιδηµῶν τότε πόλει, καὶ πάσης παρ' αὐτοῦ τυχὼν δεξιώσεως, ἴσα καὶ παί δων ὁ τιµιώτατος, καὶ τῶν τὰµέγιστα πιστευοµέ νων εἷς ὢν, ἐπανάστασιν, ὥς φασι, βουλεύεται τῷ πατρὶ καὶ προστάτῃ. Καὶ ἦν τὸ µὲν δρᾶµα ἑτέρων, ἡ δὲ χεὶρ Ἀβεσσαλὼµ µετ' αὐτῶν, ὡς ὁ λόγος. Εἴ τις ὑµῶν οἶδε τὴν χεῖρα, ἣν ὁ ἅγιος κατεψεύσθη, καὶ τὸν ζῶντα νεκρὸν, καὶ τὴν ἄδικον ἐξορίαν, οἶδεν ὃ λέγω. Πλὴν τοῦτο µὲν ἑκὼν ἐπιλήσοµαι. Καὶ γὰρ οὕτως ἔχω ἐν τοῖς ἀµφιβόλοις, νεύειν χρῆναι πρὸς τὸ φιλάνθρωπον, καὶ ἀπογινώ σκειν µᾶλλον, ἢ καταγινώσκειν τῶν ὑπαιτίων. Ὁ µὲν γὰρ κακὸς τάχιστα ἂν καταγνοίη καὶ τοῦ ἀγα θοῦ· ὁ ἀγαθὸς δὲ οὐδὲ τοῦ κακοῦ ῥᾳδίως. Τὸ γὰρ εἰς κακίαν οὐχ ἕτοιµον, οὐδὲ εἰς ὑπόνοιαν εὐχε ρές. Ὃ δὲ οὐκ ἔτι λόγος, ἀλλ' ἔργον ἐστὶν, οὐδὲ ὑπόνοιά τις ἀνεξέταστος, ἀλλὰ πίστις κεκηρυ γµένη.
1.Ις
Τέρας τι Καππαδόκιον, ἐκ τῶν ἐσχατιῶν τῶν ἡµετέρων ὁρµώµενον, πονηρὸν τὸ γένος, πο νηρότερον τὴν διάνοιαν, οὐδὲ παντελῶς ἐλεύθερον, ἀλλ' ἐπίµικτον, οἷον τὸ τῶν ἡµιόνων γινώσκοµεν· τὰ µὲν πρῶτα τραπέζης ἀλλοτρίας δοῦλον, καὶ µάζης ὤνιον, πάντα καὶ ποιεῖν καὶ λέγειν ἐπὶ τῇ γαστρὶ µεµαθηκός· τὰ τελευταῖα δὲ καὶ πολιτείᾳ παρεισφθαρὲν, καὶ πιστευθὲν ταύτης τὰ ἔσχατα, ὅσον ὑείων κρεῶν ὑποδοχέα γενέσθαι, οἷς τὸ στρα τιωτικὸν τρέφεται· εἶτα κακὸν περὶ τὴν πίστιν γενόµενον, καὶ τῇ γαστρὶ πολιτευσάµενον, ἐπειδὴ τὸ σῶµα ὑπελείπετο µόνον, δρασµὸν ἐννοεῖ, καὶ ἄλλην ἐξ ἄλληςἀµείβων χώραν καὶ πόλιν, οἷα τὰ τῶν φυγάδων, τέλος ἐπὶ κακῷ τοῦ κοινοῦ τῆς Ἐκκλησίας, οἷόν τις Αἰγυπτιακὴ πληγὴ, τὴν Ἀλεξαν δρέων καταλαµβάνει. Ἐνταῦθα τῆς ἄλης ἵσταται, καὶ τῆς κακουργίας ἄρχεται. Καὶ ἦν τἄλλα µὲν οὐδενὸς ἄξιος, οὐ λόγων ἐλευθερίων µετεσχηκὼς, οὐ τὴν συνουσίαν στωµύλος, οὐκ εὐλαβείας σχῆµα γοῦν τι καὶ πλάσµακενὸν περικείµενος, κα κουργῆσαι δὲ, καὶ συγχέαι πράγµατα πάντων δεινότατος.
1.ΙΖ
Ἴστε καὶ διηγεῖσθε πάντες, οἷα κατὰ τοῦ ἁγίου νεανιεύεται. Παραδίδονται γὰρ καὶ δίκαιοι πολλάκις εἰς χεῖρας ἀσεβῶν, οὐχ ἵνα ἐκεῖνοι τιµη θῶσιν, ἀλλ' ἵνα οὗτοι δοκιµασθῶσι· καὶ φαῦλοι µὲν ἐν θανάτῳ ἐξαισίῳ, κατὰ τὸ γεγραµµένον, καταγελῶνται δὲ ὅµως πρὸς τὸ παρὸν εὐσεβεῖς, ἕως ἡ χρηστότης τοῦ Θεοῦ κρύπτεται, καὶτὰ µεγάλα ταµιεῖα τῶν ὕστερον ἑκατέροις ἀποκειµένων· ἡνίκα καὶ λόγος, καὶ πρᾶξις, καὶ διανόηµα, τοῖς δικαίοις σταθµοῖς τοῦ Θεοῦ ταλαντεύεται· ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, καὶ γυµνῶν τὰ ἐσφραγισµένα παρ' αὐτῷ καὶ σωζόµενα. Ταῦτα πειθέτω σε καὶ λέγων καὶ πάσχων Ἰώβ· ὃς ἦν µὲν ἄνθρωπος ἀληθινὸς, ἄµεµπτος, δίκαιος, θεοσεβὴς, καὶ ὅσα µεµαρτύρη ται· τοσαύταις δὲ πλήσσεται παρὰ τοῦ ἐξῃτηκότος ταῖς προσβολαῖς, καὶ οὕτως ἀλλεπαλλήλοις καὶ φιλοτίµοις, ὥστε πολλῶν πολλάκις ἐκ τοῦ παντὸςαἰῶνος κακοπαθησάντων, τῶν δὲ ὡς εἰκὸς καὶ τα λαιπωρησάντων, µηδένα εἶναι ταῖς ἐκείνου παρα βαλεῖν συµφοραῖς. Οὐ γὰρ µόνον χρήµατα, κτήµατα εὐτεκνίαν, πολυτεκνίαν, ἃ πᾶσιν ἀνθρώποις ἐστὶ περι σπούδαστα· οὐ ταῦτα ζηµιοῦται µόνον, ὡς µηδὲ θρήνοις γενέσθαι χώραν διὰ τὸ συνεχὲς τῶν κακῶν· ἀλλὰ καὶ αὐτὸ τὸ σῶµα τελευταῖον πληγεὶς πληγὴν ἀνίατόν τε καὶ δυσθεώρητον, εἶχε µὲν προσθήκην τῆς συµφορᾶς τὴν γυναῖκαπαραµυθουµένην τοῖς χείροσι( πληγῆναι γὰρ ἐφιλονείκει, καὶ τὴν ψυχὴν πρὸς τῷ σώµατι)· εἶχε δὲ καὶ τῶν φίλων τοὺς γνη σιωτάτους παρακλήτορας κακῶν, ὡς αὐτός φησιν, οὐ θεραπευτάς· οἳ τὸ µὲν πάθος ἑώρων, τὸ δὲ τοῦ πάθους ἀγνοοῦντες µυστήριον, οὐ βάσανον ἀρετῆς, ἀλλὰ κακίας εἴσπραξιν, τὴν πληγὴν ὑπελάµβανον. Καὶ οὐκ ἐνόµιζον µόνον, ἀλλ' οὐδὲ ᾐσχύνοντο τὸ δεινὸν ὀνειδίζοντες, ὁπότε καὶ εἰ διὰ κακίαν ἔπασχε, σοφίζεσθαι τὸ λυποῦν ἔδει παραµυθίας ῥήµασιν.
1.ΙΗ
Οὕτω µὲν οὖν ὁ Ἰὼβ, καὶ τὰ πρῶτα τῆς περὶ αὐτὸν πραγµατείας. Ἀγὼν γὰρ ἦν ἀρετῆς καὶ φθόνου· τοῦ µὲν, ὅπως τοῦ καλοῦ κρατήσῃ, φιλονεικοῦντος· τῆς δὲ, ὅπως ἀήττητος διαµείνῃ, πάντα φερούσης· καὶ τοῦ µὲν, ὅπως εὐοδώσῃ κα κίαν, ἀγωνιζοµένου, διὰ τῆς τῶν κατορθούντων κο λάσεως· τῆς δὲ, ὅπως κατάσχῃ τοὺς ἀγαθοὺς, κἀν ταῖς συµφοραῖς τὸ πλέον ἔχοντας. Τί δαὶ ὁ πρὸς αὐτὸν χρηµατίζων διὰ λαίλαπος καὶ νεφῶν, ὁ βραδὺς εἰς κόλασιν, καὶ ταχὺς εἰς ἀντίληψιν, ὁ µὴ παντελῶς ἐπαφιεὶς ῥάβδον ἁµαρτωλῶνκλήρῳ δι καίων, ἵνα µὴ κακίαν δίκαιοι µάθωσιν; Ἐπὶ τέλει τῶν ἄθλων ἀναγορεύει τὸν ἀθλητὴν λαµπρῷ τῷ κηρύγµατι, καὶ γυµνοῖ τῆς πληγῆς τὸ ἀπόῤῥητον, Οἴει µε ἄλλως σοι κεχρηµατικέναι, λέγων, ἢἵνα ἀναφανῇς δίκαιος; Τοῦτο τῶν τραυµάτων τὸ φάρµακον, οὗτος τῆς ἀγωνίας ὁ στέφανος, αὕτη τῆς ὑποµονῆς ἡ ἀντίδοσις. Τὰ γὰρ ἑξῆς ἴσως καὶ µικρὰ, κἂν µεγάλα τισὶ δοκῇ, καὶ µικρῶν ἕνεκεν οἰκονοµηθέντα, καὶ εἰ διπλασίῳ τῶν ἀφῃρηµένων ἀντιλαµβάνει.
1.ΙΘ
Οὐκοῦν οὐδὲ ἐνταῦθα θαυµαστὸν, εἰ Ἀθανασίου πλέον ἔσχε Γεώργιος· ἀλλ' ἐκεῖνό γε θαυµασιώτερον, εἰ µὴ ἐπυρώθη ταῖς ἐπηρείαις ὁ δίκαιος. Οὐδὲ τοῦτο θαυµαστὸν ἄγαν, ἀλλ' εἰ ἐπὶπλέον αἱ φλόγες ἤρκεσαν. Ἐντεῦθεν ὁ µὲν ἦν ἐκ ποδῶν, καὶ τὴν φυγαδείαν ὡς κάλλιστα διατίθεται. Τοῖς γὰρ ἱεροῖς καὶ θείοις τῶν κατ' Αἴγυ πτον φροντιστηρίοις φέρων ἑαυτὸν δίδωσιν· οἳ κόσµου χωρίζοντες ἑαυτοὺς, καὶ τὴν ἔρηµον ἀσπαζόµενοι, ζῶσι Θεῷ, πάντων µᾶλλον τῶν στρε φοµένων ἐν σώµατι· οἱ µὲν τὸν πάντη µοναδικόν τε καὶ ἄµικτον διαθλοῦντες βίον, ἑαυτοῖς µόνοις προσ λαλοῦντες καὶ τῷ Θεῷ, καὶ τοῦτο µόνον κόσµον εἰ δότες, ὅσον ἐν τῇἐρηµίᾳ γνωρίζουσιν· οἱ δὲ νόµον ἀγάπης τῇ κοινωνίᾳ στέργοντες, ἐρηµικοί τε ὁµοῦ καὶ µιγάδες, τοῖς µὲν ἄλλοις τεθνηκότες ἀν θρώποις καὶ πράγµασιν, ὅσα ἐν µέσῳ περιφέρεται, στροβοῦντά τε καὶ στροβούµενα, καὶ παίζοντα ἡµᾶς ταῖς ἀγχιστρόφοις µεταβολαῖς, ἀλλήλοις δὲ κόσµος ὄντες, καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες. Τούτοις ὁµιλήσας ὁ µέγας Ἀθανάσιος, ὥσπερ τῶν ἄλλων ἁπάντων µεσίτης καὶ διαλλακτὴς ἦν, τὸν εἰρηνοποιήσαντα τῷ αἵµατι τὰ διεστῶτα µιµούµενος· οὕτω καὶ τὸν ἐρηµικὸν βίον τῷ κοινωνικῷ καταλλάττει· δεικνὺς, ὅτι ἔστι καὶ ἱερω σύνη φιλόσοφος, καὶ φιλοσοφία δεοµένη µυστα γωγίας.
1.Κ
Οὕτω γὰρ ἀµφότερα συνηρµόσατο, καὶ εἰς ἓν ἤγαγε, καὶ πρᾶξιν ἡσύχιον, καὶ ἡσυχίαν ἔµπρακτον, ὥστε πεῖσαι τὸ µονάζειν ἐν τῇ εὐσταθείᾳ τοῦτρόπου µᾶλλον, ἢ τῇ τοῦ σώµατος ἀναχωρήσει χαρακτηρίζεσθαι. Καθ' ὃ καὶ∆ αβὶδ ὁ µέγας πρακτικώτατός τε ἦν ὁ αὐτὸς καὶ µο νώτατος· εἴ τῳ τὸ, Καταµόνας εἰµὶ ἐγὼ, ἕως ἂν παρέλθω, µέγα πρὸς ἀπόδειξιν τοῦ λόγου καὶ ἀξιό πιστον.∆ ιὰ τοῦτο, τῶν ἄλλων ἀρετῇ κρατοῦντες, τῆς ἐκείνου διανοίας πλέον ἡττῶντο, ἢ ὅσον ἐκρά τουν τῶν ἄλλων· καὶ ὀλίγα πρὸς ἱερωσύνης τελείω σιν συνεισφέροντες, πλείω πρὸς φιλοσοφίας συντέ λειαν ἀντελάµβανον· καὶ τοῦτο ἦν νόµος αὐτοῖς, ὅ τι ἐκείνῳ ἐδόκει· καὶ τοῦτο ἀπώµοτον πάλιν, ὃ µὴ ἐδόκει, καὶ πλάκες Μωϋσέως αὐτοῖς τὰ ἐκεί νου δόγµατα, καὶ πλεῖον τὸ σέβας, ἢ παρὰ ἀνθρώπων τοῖς ἁγίοις ὀφείλεται. Οἵ γε καὶ ἡνίκα παρῆσάν τινες, ὥσπερ θῆρα, τὸν ἅγιον ἀνιχνεύοντες, ἐπειδὴ πανταχοῦ τοῦτον ἀναζητοῦντες οὐχ εὕρισκον, λόγου µὲν οὐδενὸςτοὺς πεµφθέντας ἠξίωσαν· προὔ τεινον δὲ τοῖς ξίφεσι τοὺς αὐχένας, ὡς ὑπὲρ Χριστοῦ κινδυνεύοντες, καὶ τὸ παθεῖν τι τῶν ἀνηκέ στων ὑπὲρ ἐκείνου µεγίστην µοῖραν εἰςφιλοσοφίαν νοµίζοντες, καὶ πολὺ τῶν µακρῶν νηστειῶν, καὶ χαµευνιῶν, καὶ τῆς ἄλλης κακοπαθείας, ἣν ἐκεῖνοι τρυφῶσιν ἀεὶ, ἐνθεώτερόν τε καὶ ὑψηλότερον.
1.ΚΑ
Ὁ µὲν οὖν ἐν τούτοις ἦν, καὶ τὸ τοῦ Σολο µῶντος ἐπῄνει, καιρὸν εἶναι παντὶ πράγµατι φιλοσοφήσαντος. Καὶ διὰ τοῦτο ἀπεκρύπτετο µικρὸν, ὅσον τὸν τοῦ πολέµου καιρὸν διαφεύγων, ἵνα συναναφανῇ τῷ τῆς εἰρήνης ἥκοντι· ὅπερ οὖν καὶ γίνεται µικρὸν ὕστερον. Ὁ δὲ, κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρηµίαν, κατατρέχει µὲν Αἴγυπτον, ληΐ ζεται δὲ Συρίαν τῷ κράτει τῆς ἀσεβείας· ἐπιλαµβάνεται δὲ καὶ τῆς ἑῴας ὅσον ἐδύνατο, τὸ ἀῤῥωστοῦν ἀεὶ προσλαµβάνων, ὥσπερ οἱ χεί µαῤῥοι τὰ συῤῥέοντα, καὶ τοῖς κουφοτέροις, ἢ δειλοτέροις ἐπιφυόµενος. Οἰκειοῦται δὲ τὴν βασιλέως ἁπλότητα· οὕτω γὰρ ἐγὼ καλῶ τὴν κουφότητα, αἰδούµενος τὴν εὐλάβειαν. Καὶ γὰρ ἦν, εἰ δεῖ τἀλη θὲς εἰπεῖν, ζῆλον µὲν ἔχων, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἐξωνεῖται δὲ τῶν ἐν τέλει τοὺς φιλοχρύσους µᾶλλον ἢ φιλοχρίστους( εὐπορία γὰρ ἦν αὐτῷ τὰ τῶν πε νήτων, κακῶς δαπανώµενα), καὶ τούτων µάλιστατοὺς γυναικώδεις τε καὶ ἐν ἀνδράσιν ἀνάν δρους, καὶ ἀµφιβόλους µὲν τὸ γένος, προδήλους δὲ τὴν ἀσέβειαν· οἷς οὐκ οἶδ' ὅπως καὶ ὅθεν οἱ Ῥω µαίων βασιλεῖς, τὰ τῶν γυναικῶν πιστευοµέ νοις, τὰ τῶν ἀνδρῶν ἐγχειρίζουσι. Καὶ ταῦτα ἴσχυσεν ὁ τοῦ πονηροῦ θεράπων, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ τοῦ Ἀντιχρίστου πρόδροµος· χρώµενος µὲν ὅσα γλώσσῃ τῶν τότε λογίων ἐν ἐπισκόποις τῷ πρώτῳ( εἴ τῳ λόγιον φίλον καλεῖν τὸν οὐχ οὕ τως ἀσεβῆ δογµατιστὴν, ὅσον ἐχθρὸνκαὶ φιλόνεικον· τὸ γὰρ ὄνοµα ἑκὼν ὑπερβήσοµαι)· αὐτὸς δὲ ἀντὶ χει ρὸς ὢν τῷ συστήµατι, καὶ παρασύρων τῷ χρυσῷ τὴν ἀλήθειαν, ὃν δι' εὐσέβειαν συναγόµενον, ὄργανον ἀσεβείας οἱ πονηροὶ πεποίηνται.
1.ΚΒ
Ταύτης ἀποτέλεσµα τῆς δυναστείας, ἡ πρό τερον µὲν τὴν τῆς ἁγίας καὶ καλλιπαρθένου Θέ κλας Σελεύκειαν, µετὰ δὲ τοῦτο τὴν µεγαλό πολινταύτην καταλαβοῦσα σύνοδος, ἃς ἐπὶ τοῖς καλλίστοις τέως γνωριζοµένας, ἐπὶ τοῖς αἰσχίστοις ὀνοµαστὰς πεποίηκεν· εἴτε τὸν Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐµέρισεν( ὡς ὤφελόν γε κἀκεί νας! ἐπὶ κακῷ γὰρ ἡ συµφωνία), εἴτε τὸ Καϊάφα συνέδριον, ᾧΧριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτο τὴν σύνοδον ἐκείνην ὀνοµαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεεν. Τὸ µὲν εὐσεβὲς δόγµα καὶ παλαιὸν, καὶ τῆς Τριάδος συνήγορον καταλύσασα, τῷ βαλεῖν χάρακα, καὶ µηχανήµασι κατασεῖσαι τὸ ὁµοούσιον· τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα, διὰ τῆς τῶν γεγραµµένων µεσότητος· πρόφασιν µὲν αἰδοῖ τῆς Γραφῆς, καὶ τῆς τῶν ἐγκρίτων ὀνοµάτων χρήσεως, τὸ δὲ ἀληθὲς, τὸν ἄγραφον Ἀρειανισµὸν ἀντεισάγουσα. Τὸ γὰρ, Ὅµοιον κατὰ τὰς Γραφὰς, τοῖς ἁπλουστέροις δέλεαρ ἦν τῷ τῆς ἀσεβείας χαλκῷ περικείµενον, ἡ πρὸς πάντας ὁρῶσα τοὺς παριόντας εἰκὼν, ὁκοινὸς τῶν ἀµφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεµον λίκµησις, ἐξουσίαν λα βοῦσα τὴν νεόγραφον κακουργίαν, καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν. Σοφοὶ γὰρ ἐγένοντο εἰς τὸ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν.
1.ΚΓ
Ἐντεῦθεν ἡ σοφιστικὴ τῶν αἱρετικῶν κατάκρισις, οὓς λόγῳ µὲν ἀπεκήρυξαν, ἵν' ᾖ πι θανὸν αὐτοῖς τὸ ἐπιχείρηµα, ἔργῳ δὲ προήγα γον εἰς τὸ ἔµπροσθεν· οὐδὲ ἀσέβειαν ἄµετρον, ἀλλὰ συγγραφὴν ἄπληστον ἐγκαλέσαντες. Ἐντεῦθεν οἱ βέβηλοι τῶν ὁσίων κριταὶ, καὶ ἡ καινὴ µίξις, ὄψις δηµοσία, καὶ µυστικὰ προβλήµατα, καὶ ἡ πα ράνοµος τῶν βεβιωµένων ἐξέτασις, καὶ οἱµισθού µενοι συκοφάνται, καὶ ἡ ἐπὶ ῥητοῖς κρίσις. Καὶ οἱ µὲν ἐξωθούµενοι τῶν θρόνων ἀδίκως· οἱ δὲ ἀντεισαγόµενοι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτούµενοι, ὥσπερ τι ἄλλο τῶν ἀναγκαίων· καὶ τὸ µέλαν ἕτοιµον, καὶ ὁ συκοφάντης ἐγγύς. Ὃ δὴ καὶ ἡµῶν τῶν ἀηττήτων οἱ πλεῖστοι πεπόνθασι, διανοίᾳ µὲν οὐ πεσόντες, γράµµατι δὲ παρ αχθέντες, καὶ εἰς ἓν ἐλθόντες τοῖς πονηροῖς κατ' ἀµφότερα· καὶ τοῦ καπνοῦ γε, εἰ καὶ µὴ τοῦ πυρὸς µετασχόντες. Ὃ πολλάκις ἐδάκρυσα, ὁρῶν τὴν τότε χύσιν τῆς ἀσεβείας, καὶ τὸν νῦν ἐπανα στάντα διωγµὸν τῷ ὀρθῷ λόγῳ παρὰ τῶν προστα τῶν τοῦ Λόγου.
1.Κ∆
Τῷ ὄντι γὰρ, Ποιµένες ἠφρονεύσαντο, κατὰ τὸ γεγραµµένον, καὶ ποιµένες πολλοὶ δι έφθειραν τὸν ἀµπελῶνά µου, ᾔσχυναν µερίδα ἐπιθυµητὴν, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ λέγω, πολ λοῖς ἱδρῶσι καὶ σφαγίοις συνειλεγµένην, τοῖς πρὸ Χριστοῦ τε καὶ µετὰ Χριστὸν, καὶ αὐτοῖς τοῖς µεγάλοις τοῦ Θεοῦπερὶ ἡµῶν πάθεσι. Πλὴν γὰρ ὀλίγων ἄγαν, καὶ τούτων ὅσοι διὰ σµικρότητα παρ εῤῥίφησαν, ἢ διὰ ἀρετὴν ἀντέβησαν, οὓς ἔδει σπέρµα καὶ ῥίζαν ὑπολειφθῆναι τῷ Ἰσραὴλ, ἵνα ἀναθάλῃ πάλιν, καὶ ἀναβιώσῃ ταῖς ἐπιῤῥοίαις τοῦ Πνεύµατος, πάντες τοῦ καιροῦ γεγόνασι, τοσοῦτον ἀλλήλων διενεγκόντες, ὅσον τοὺς µὲν πρότερον, τοὺςδὲ ὕστερον τοῦτο παθεῖν· καὶ τοὺς µὲν προαγω νιστὰς καὶ προστάτας γενέσθαι τῆς ἀσεβείας, τοὺς δὲ ταχθῆναι τὰ δεύτερα, ἢ φόβῳ κατασεισθέντας, ἢ χρείᾳ δουλωθέντας, ἢκολακείᾳ δελεασθέντας, ἢ ἀγνοίᾳ κλαπέντας, τὸ µετριώτατον· εἴ τῳ καὶ τοῦτο αὔταρκες εἰς ἀπολογίαν τῶν λαοῦ προεστάναι πε πιστευµένων. Ὥσπερ γὰρ οὐχ αἱ αὐταὶ λεόντων τε καὶ τῶν ἄλλων ζώων ὁρµαὶ, οὐδὲ ἀνδρῶν ἢ γυναι κῶν, ἢ πρεσβυτέρων ἢ νεωτέρων, ἀλλ' ἔστι καὶ ἡλι κιῶν καὶ γενῶνοὐ µικρὸν τὸ διάφορον· οὕτως οὐδὲ ἀρχόντων ἢ ἀρχοµένων. Τοῖς µὲν γὰρ τοῦ λαοῦ τάχα ἂν καὶ συγγινώσκοιµεν τοῦτο πάσχουσιν, οὓς σώζει πολλάκις τὸ ἀβασάνιστον· διδασκάλῳ δὲ πῶς τοῦτο δώσοµεν, ὃς καὶ τὰς τῶν ἄλλων ἀγνοίας ἐπ ανορθοῖ, ἄνπερ ᾖ µὴ ψευδώνυµος; Πῶς γὰρ οὐκ ἄτοπον, Ῥωµαίων µὲν νόµον µηδενὶ ἀγνοεῖν ἐξεῖναι, µηδ' ἂν σφόδρα ᾖ τις ἀγροικίας καὶ ἀµα θέστατος, µηδὲ εἶναι νόµον τὸν βοηθοῦντατοῖς πραττοµένοις δι' ἄγνοιαν· τοὺς δὲ τῆς σωτη ρίας ἀγνοεῖν µυσταγωγοὺς τὰς τῆς σωτηρίας ἀρ χὰς, κἂν τἄλλα τυγχάνωσι τῶν ἁπλουστέρων ὄντες, καὶ µὴ βαθεῖς τὴν διάνοιαν; Πλὴν ἔστω συγγνώµη τοῖς δι' ἄγνοιαν κατακολουθήσασι. Τί δ' ἂν εἴποις περὶ τῶν ἄλλων, ὅσοι καὶ ἀγχινοίας µεταποιούµενοι, δι' ἃς εἶπον αἰτίας, τῶν κρατούντων ἡττήθησαν, καὶ τὴν τῆς εὐσεβείας σκηνὴν ἐπὶπολὺ παίξαντες, ὡς ἐφάνη τί τῶν ἐλεγχόντων, καὶ κατηνέχθησαν;
1.ΚΕ
Ἔτι µὲν ἅπαξ τὸν οὐρανὸν καὶ τὴν γῆν σεισθήσεσθαι, τῆς Γραφῆς ἀκούω λεγούσης, ὡς δὴ τοῦτο παθόντων καὶ πρότερον· οὕτω δηλουµένης, οἶµαι, τῆς ἐπιφανοῦς τῶν πραγµάτων καινοτοµίας. Καὶ τὸν τελευταῖον σεισµὸν Παύλῳ πιστευτέον λέ γοντι, µὴ ἄλλον εἶναι ἢ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὴν τοῦδε τοῦ παντὸς µεταποίησινκαὶ µετάθεσιν εἰς τὸ ἀκίνητον καὶ ἀσάλευτον. Τὸν δὲ νῦν τοῦτον σεισµὸν οὐδενὸς ἐλάττω τῶν προγε γενηµένων ὑπολαµβάνω· καθ' ὃν κινεῖται µὲν ἀφ' ἡµῶν ὅσον φιλόσοφον καὶ φιλόθεον, καὶ πρὸ καιροῦ τοῖς ἄνω πολιτευόµενον. Οἳ, κἂν τἄλλα ὦσιν εἰρηνικοί τε καὶ µέτριοι, τοῦτό γε οὐ φέρουσιν ἐπιεικεῖς εἶναι, Θεὸν προδιδόναι διὰ τῆς ἡσυχίας· ἀλλὰ καὶ λίαν εἰσὶν ἐνταῦθα πολεµικοί τε καὶ δύσµαχοι( τοιοῦτον γὰρ ἡ τοῦ ζήλου θερµότης), καὶ θᾶττον ἄν τι µὴ δέον παρακινήσαιεν, ἢ δέον παραλίποιεν. Συναποῤῥήγνυται δὲ καὶ τῶν λαῶν οὐκ ἐλάχιστον, ὥσπερ ἐν ὀρνίθων ἀγέλῃ, τοῖς προ αναπτᾶσι συναναπτᾷν, καὶ οὐδὲ νῦν ἔτι λήγει συν ανιπτάµενον.
1.Κς
Τοῦτο Ἀθανάσιος ἡµῖν, ἕως παρῆν, ὁ στύ λος τῆς Ἐκκλησίας· καὶ τοῦτο, ἐπειδή γε ταῖς ἐπ ηρείαις τῶν πονηρῶν ὑπεχώρησεν. Ὥσπερ γὰρ οἱ φρούριόν τι τῶν καρτερῶν ἐξελεῖν βουλευθέντες, ἐπειδὰν ἄλλως ἴδωσι δυσπρόσιτον καὶ δυσάλωτον, ἐπὶ τὴν τέχνην χωροῦσιν· εἶτα τί; χρήµασιν, ἢ δόλῳ τὸν φρούραρχον ὑποσπάσαντες, οὕτως ἤδη σὺν οὐδενὶ πόνῳ καὶ τῆς φρουρᾶς ἐκράτησαν· εἰ βούλει δὲ, ὥσπερ οἱ τῷ Σαµψὼν ἐπιβουλεύσαντες, τὴν κό µην πρότερον, ἐν ᾗ τὴν ἰσχὺν εἶχε, περιελόντες, τηνικαῦτα ὑπὸ χεῖρα τὸν Κριτὴν ἔλαβον, εἶτα ἐνέπαιζον ὅσα βουλοµένοις ἦν, τῆς πρὶν τοῦ ἀνδρὸς δυναστείας ἀντίῤῥοπα· οὕτω καὶ οἱ καθ' ἡµᾶς ἀλλό φυλοι, τὸ ἡµέτερον κράτος ἐκποδὼν ποιησάµενοι, καὶ τὴν δόξαν τῆς Ἐκκλησίας ἀποκείραντες, οὕτως ἤδη τοῖς τῆςἀσεβείας ἐνετρύφων δόγµασί τε καὶ πράγµασι. Ταύτῃ καὶ µεταλλάττει µὲν τὸν βίον ὁ τοῦ ἀντιθέτου ποιµένος βεβαιωτὴς καὶ προστά της, κακὸν οὐ κακῇ βασιλείᾳ τὸ κεφάλαιον ἐπιθεὶς, καὶἀνόνητα µεταγνοὺς, ὥς φασιν, ἐπὶ ταῖς τελευταίαις ἀναπνοαῖς, ἡνίκα εὐγνώµων ἕκαστος τῶν ἑαυτοῦ κριτὴς, διὰ τὸ ἐκεῖ δικαστήριον. Τρία γὰρ ταῦτά οἱ συνεγνωκέναι κακὰ, καὶ τῆς ἑαυτοῦ βασιλείας ἀνάξια, τὸν τοῦ γένους φόνον, καὶ τὴν ἀνάῤῥησιν τοῦ Ἀποστάτου, καὶ τὴν καινο τοµίαντῆς πίστεως· καὶ ταύταις συναπελθεῖν λέ γεται ταῖς φωναῖς. Ἐξουσίαν δὲ αὖθις ὁ τῆς ἀλη θείας λόγος λαµβάνει, καὶ παῤῥησίαν οἱ βιασθέντες αὐτόνοµον, τοῦ ζήλου τὸν θυµὸν θήγοντος. Ὃ δὴ καὶ ὁ τῶν Ἀλεξανδρέων ἔπαθε δῆµος, οἷος ἐκεῖνος περὶ τοὺς ὑβριστὰς, οὐκ ἐνεγκόντες τοῦ ἀνδρὸς τὴν ἀµετρίαν, καὶ διὰ τοῦτο ξένῳ µὲν θανάτῳ τὴνπο νηρίαν, ξένῃ δὲ ὕβρει τὸν θάνατον στηλιτεύσαντες. Ἴστε τὴν κάµηλον ἐκείνην, καὶ τὸν ξένον φόρ τον, καὶ τὸ καινὸν ὕψος, καὶ τὴν πρώτην περίοδον, οἶµαι δὲ, καὶ µόνην, τὰ µέχρι καὶ νῦν τοῖς ὑβρισταῖς ἀπειλούµενα.
1.ΚΖ
Ἐπεὶ δὲ ὁ τυφὼν τῆς ἀδικίας, ὁ τῆς εὐσεβείας φθορεὺς, ὁ τοῦ πονηροῦ πρόδροµος, ταύτην εἰσπράττεται τὴν δίκην, ἐµοὶ µὲν οὐκ ἐπαινετὴν( οὐ γὰρ ἃπαθεῖν ἐκεῖνον ἐχρῆν, ἀλλ' ἃ ποιεῖν ἡµᾶς ἔδει σκοπεῖν), εἰσπράττεται δ' οὖν, ὀργῆς πανδήµου καὶ φορᾶς ἔργον γενόµενος· ἐπάνεισι µὲν ἐκ τῆς καλῆς ἐκδηµίας ὁ ἀθλητὴς( οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἐκείνου διὰ τὴν Τριάδα καὶ µετὰ τῆς Τριάδος φυγὴν), οὕτω δὲ ἀσµένοιςπροσπίπτει τοῖς ἐν τῇ πόλει, καὶ µικροῦ τῇ Αἰγύπτῳ πάσῃ, καὶ παντα χόθεν εἰς ταυτὸ συνδραµούσῃ, καὶ ἀπ' ἄκρου παν τὸς, ἵν' οἱ µὲν φωνῆς Ἀθανασίου µόνης, οἱδὲ τοῦ εἴδους ἐµφορηθῶσιν, οἱ δὲ, ὃ περὶ τῶν ἀποστό λων ἠκούσαµεν, τῇ σκιᾷ γοῦν ἁγιασθῶσι µόνῃ, καὶ τῷ κενῷ τύπῳ τοῦ σώµατος· ὥστε πολλῶν πολ λάκις καὶ πολλοῖς ἤδη γεγενηµένων ἐκ τοῦ παντὸς χρόνου τιµῶν τε καὶ ὑπαντήσεων, οὐκ ἄρχουσι µόνον δηµοσίοις καὶ ἱερεῦσιν, ἀλλὰκαὶ τῶν οἰκείων τοῖς ἐπιφανεστάτοις, µηδὲ µίαν ταύτης µνηµονεύεσθαι πολυανθρωποτέραν καὶ λαµπροτέραν. Ἓν δὲ εἶναι ταύτῃ µόνον παραβάλλειν αὐτὸν Ἀθανάσιον, καὶ τὴν αὐτῷ προτέραν συντεθεῖσαν ἐπὶ τῇ προτέρᾳ ταύτης εἰσόδῳ τιµὴν, ἡνίκα ἐκ τῆς αὐτῆςκαὶ ἐπὶ τοῖς αὐτοῖς ἐπανῄει φυγῆς.
1.ΚΗ
Φέρεται καὶ τοιοῦτός τις ἐπ' ἐκείνῃ τῇ τιµῇ λόγος· λεγέσθω γὰρ, εἰ καὶ περιττότερος, οἷον ἥδυ σµά τι τῷ λόγῳ, καὶ ἄνθος εἰσόδιον. Εἰσήλαυνέ τις τῶν δισυπάρχων µετ' ἐκείνην τὴν εἴσοδον. Ἡµέτερος οὗτος ἦν· Καππαδόκης γὰρ, καὶ τῶν πάνυ. Τὸν Φιλάγριον ἐκεῖνον οἶδ' ὅτι πάντες ἀκούετε. Καὶ τὸ φίλτρον, οἷον οὐκ ἄλλο, καὶ περὶ ἄλλον, καὶ ἡ τιµὴ κατὰ τὸ φίλτρον, ἵνα µικρῷ λόγῳ παραστήσω τὸ πᾶν γνώρισµα· ᾧ καὶ ἡ ἀρχὴ, πρεσβείᾳ τε τῆς πόλεως, καὶ ψήφῳ τοῦ βασιλέως, αὖθις ἐγχει ρισθεῖσα. Τούτων οὖν τινα τοῦ δήµου, ᾧ φανῆ ναι τὸ πλῆθος ἄπειρον, καὶ οἷόν τι πέλαγος οὐχ ὁρί ζον τοῖς ὀφθαλµοῖς, πρός τινα λέγεται τῶν ἑαυ τοῦσυνήθων καὶ φίλων, ὃ φιλεῖ συµβαίνειν ἐν τοῖς τοιούτοις, εἰπεῖν·« Εἰπέ µοι, ὦ βέλτιστε· Ἤδη ποτὲ τεθέασαι δῆµον τοσοῦτον καὶ οὕτως ἔµψυχον, ἐφ' ἑνὸς ἀνθρώπου τιµῇ χυθέντα; Οὒ,» φάναι τὸν νεανίαν·« ἀλλ' ἐµοὶ µὲν δόξαι, µηδ' ἂν αὐτὸς ταύτης τυχεῖν Κωνστάντιος·» ὡς τοῦ ἀκροτά του τῆς τιµῆς δηλουµένου διὰ τοῦ βασιλέως. Καὶ τὸν γελάσαντα µάλα κοµψὸν καὶ ἡδύ·« Τί τοῦτο ἔφης,» εἰπεῖν,« ὡς δή τι λέγων µέγα καὶ θαυµαστόν; Μόλις ἂν οἶµαι καὶ Ἀθανάσιον οὕτως εἰσαχθῆναι τὸν µέγαν·» καὶ ἅµα ὅρκον τινὰ προσθεῖναι τῶν ἐπιχωρίων εἰς τὴν τοῦ λόγου βεβαίωσιν. Ἐβού λετο δὲ ὁ λόγος αὐτῷ, ὃ καὶ ὑµῖν οἶµαι δῆλον, καὶ βασιλέως αὐτοῦ ἔµπροσθεν ἄγειν τὸν νῦν εὐφηµού µενον.
1.ΚΘ
Τοσοῦτον ἦν παρὰ πᾶσι τὸ τοῦ ἀνδρὸς τούτου σέβας· καὶ τοσαύτη τῆς µνηµονευοµένης εἰσ όδου νῦν ἡ κατάπληξις. Κατὰ γὰρ γένη, καὶ ἡλικίας, καὶ τέχνας διαιρεθέντες,( φιλοῦσι γὰρ µάλιστα ἡ πόλις αὕτη οὕτω διασκευάζεσθαι, ὅταν τινὶ πλέκωσι τιµὴν δηµοσίαν· πῶς ἂν παραστήσαιµι τῷ λόγῳ τὸ µέγα ἐκεῖνο θέαµα;) ποταµὸς ἦσαν εἷς, ποιητοῦ δὲ ἦν ἄρα καὶ τὸν Νεῖλον εἰπεῖν, τὸν χρυσοῤῥόαν ὄντως καὶεὔσταχυν, ἔµπαλιν ἀπὸ τῆς πόλεως ἐπὶ τὴν Χαιρέου ῥέοντα, ἡµερησίαν ὁδὸν οἶµαι, καὶ πε ραιτέρω.∆ ότε µοι µικρὸν ἔτι ἐντρυφῆσαι τῷ διηγή µατι. Ἐκεῖσε γὰρ εἶµι, καὶ οὐδὲ ἀπαχθῆναι τὸν λόγον τῆς τελετῆς ἐκείνης ῥᾴδιον. Πῶλος µὲν ἦγεν αὐτὸν( καὶ µή µοι τῆς ἀπονοίας µέµψησθε), ὡς µι κροῦ τὸν ἐµὸν Ἰησοῦν ὁ πῶλος ἐκεῖνος( εἴτ' οὖν ὁ ἐξ ἐθνῶν λαὸς, ὃν εὖ ποιῶν ἐπιβαίνει, τῶν τῆς ἀγνοίας δεσµῶν λυόµενον, εἴτε τι ἄλλο βούλεται πα ραδηλοῦν ὁ λόγος)· κλάδοι δὲ αὐτὸν ὑποδέχονται, καὶ στρώσεις ἱµατίων πολυανθῶν καὶ ποικίλων προῤ ῥιπτουµένων τε καὶ ὑποῤῥιπτουµένων· ἐνταῦθα µό νον ἀτιµασθέντος τοῦ ὑψηλοῦ καὶ πολυτελοῦς, καὶ τὸ ἴσον µὴ ἔχοντος. Εἰκὼν καὶ αὕτη τῆς ἐπιδηµίας Χρι στοῦ, καὶ οἱ προβοῶντες, καὶ οἱ προχορεύοντες· πλὴν ὅσον οὐ παίδων ὅµιλος µόνον τὸ εὐφηµοῦν ἦν, ἀλλὰ καὶ πᾶσα γλῶσσα σύµφωνος καὶ ἀντίθετος, νικᾷν ἀλλήλους ἐπειγοµένων. Ἐῶ γὰρ λέγειν κρό τους πανδήµους, καὶ µύρων ἐκχύσεις, καὶ παννυχί δας, καὶ πᾶσαν φωτὶ καταστραπτοµένην τὴν πόλιν, καὶ δηµοσίας ἑστιάσεις καὶοἰκιδίας, καὶ ὅσοις αἱ πόλεις τὸ φαιδρὸν ἐπισηµαίνουσιν· ἃ τότε µεθ' ὑπερβολῆς ἐκείνῳ, καὶ παρὰ τὸ εἰκὸς ἐχαρίζοντο. Οὕτω τὴν ἑαυτοῦ πόλιν ὁ θαυµάσιος ἐκεῖνος, καὶ µετὰ τοιαύτης καταλαµβάνει τῆς πανηγύρεως.
1.Λ
Ἆρ' οὖν ἐβίω µὲν, ὥσπερ εἰκὸς τοὺς λαοῦ τοσούτου προστησοµένους; ἐδίδαξε δὲ, οὐχ ὡς βε βίωκεν; ἠγώνισται δὲ, οὐχ ὡς ἐδίδαξεν; ἐκινδύνευσε δὲ τῶν ὑπὲρ τοῦ λόγου τινὸς ἠγωνισµένων ἐλάττω; τετίµηται δὲ ὧν ἠγώνισται µεῖον; κατῄσχυνε δέ τι τῶν τῆς εἰσόδου µετὰ τὴν εἴσοδον; Οὐδαµῶς. Πάντα δὲ ἀλλήλων ἐχόµενα, ὥσπερ ἐν λύρᾳ µιᾷ, καὶ τῆς αὐτῆς ἁρµονίας, ὁ βίος, ὁ λόγος, οἱ ἀγῶνες, οἱ κίν δυνοι, τὰ τῆς ἐπανόδου, τὰ µετὰ τὴν ἐπάνοδον. Ὁµοῦ τε γὰρ τὴν Ἐκκλησίαν καταλαµβάνει, καὶ οὐ πάσχει ταυτὸν τοῖς δι' ἀµετρίαν ὀργῆς τυφλώττουσι, καὶ ὅ τι ἂν παραπέσῃ, τοῦτο πρῶτον περιωθοῦσινἢ παίουσι, κἄν τι τῶν φειδοῦς ἀξίων ὂν τύχοι, τοῦ θυµοῦ δυναστεύοντος. Ἀλλὰ τοῦτον µάλιστα εὐδοκιµήσεως αὐτῷ καιρὸν εἶναι νοµίσας( ἐπειδὴ τὸ µὲν πάσχον κακῶς, ἀεὶ µετριώτερον· τὸ δὲ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν, ἀκρατέστερον), οὕτω πράως καὶ ἠπίως τὰ τῶν λελυπηκότων µεταχειρίζεται, ὡς µηδὲ αὐτοῖς ἐκείνοις, εἰ οἷόν τε τοῦτοεἰπεῖν, ἀηδῆ γενέσθαι τοῦ ἀνδρὸς τὴν ἐπάνοδον.
1.ΛΑ
Καθαίρει µέν γε τὸ ἱερὸν τῶν θεοκαπή λων, καὶ χριστεµπόρων, ἵνα καὶ τοῦτο τῶν Χριστοῦ µιµήσηται· πλὴν ὅσον οὐ φραγελλίῳ πλεκτῷ, λόγῳ δὲ πιθανῷ τοῦτο ἐργάζεται· καταλλάττει δὲ τὸ στα σιάζον πρός τε αὑτὸ καὶ ἑαυτὸ, οὐδενὸς τῶν συν αγόντων προσδεηθείς· λύει δὲ τοῖς ἠδικηµένοις τὰς τυραννίδας, οὐδὲν διελὼν τοὺς τῆς ἑαυτοῦ µερίδος, καὶ τῆς ἐναντίας· ἀνίστησι δὲ πεπτωκότα τὸν λόγον· παῤῥησιάζεται δὲ ἡ Τριὰς πάλιν, ἐπὶ τὴν λυχνίαν τεθεῖσα, καὶ λαµπρῷ τῷ φωτὶ τῆς µιᾶς θεότητος ταῖς πάντων ψυχαῖς ἐναστράπτουσα. Νοµοθετεῖ δὲ τῇ οἰκουµένῃ πάλιν· ἐπιστρέφει δὲ πρὸς ἑαυτὸν πᾶσαν διάνοιαν, τοῖς µὲν ἐπιστέλλων, τοὺς δὲ καλῶν· ἔστι δὲ οὓς καὶ ἀκλήτους προσιόντας σοφίζων, πᾶσι δὲ νόµον ἕνα προθεὶς τὸ βούλεσθαι· καὶ γὰρ τοῦτο µόνον ἐξήρκει πρὸς ὁδηγίαν τοῦ κρείτ τονος. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, δύο λίθων µιµεῖται φύσεις ἐπαινουµένων. Γίνεται γὰρ τοῖς µὲν παίουσιν ἀδάµας, τοῖς δὲ στασιάζουσι µαγνῆτις, ἀῤῥήτῳ φύ σεως βίᾳ τὸν σίδηρον ἕλκουσα, καὶ τὸ στεῤῥότα τον ἐν ὕλαις οἰκειουµένη.
1.ΛΒ
Ἀλλ' οὐ γὰρ ἔµελλε ταῦτα οἴσειν ὁ φθόνος, οὐδὲ τὴν Ἐκκλησίαν ὁρῶν ἀνέξεσθαι πάλιν ἐπὶ τῆς αὐτῆς δόξης, καὶ τῆς παλαιᾶς ὑγιείας, τάχιστα τοῦδιεστῶτος συνουλωθέντος, ὥσπερ ἐν σώµατι.∆ ιὰ τοῦτο ἐπανίστησιν αὐτῷ τὸν συναποστάτην ἑαυ τῷ βασιλέα, καὶ τὴν κακίαν ὁµότιµον, χρόνῳ µόνῳ λειπόµενον· ὃς πρῶτος Χριστιανῶν βασιλέων κατὰ Χριστοῦ µανεὶς, καὶ ὃν ὤδινε πόῤῥωθεν ἐν ἑαυ τῷ βασιλίσκον τῆς ἀσεβείας ἀναῤῥήξας ἀθρόως, ἐπει δὴ καιρὸνἔλαβεν, ὁµοῦ τε αὐτοκράτωρ ἀναδείκνυ ται, καὶ κακὸς µὲν περὶ τὸν πιστεύσαντα βασιλέα τὰ βασίλεια γίνεται, κακίων δὲ περὶ τὸν σεσωκότα Θεόν· καὶ διωγµὸν ἐννοεῖ τῶν πώποτε γενοµένων ἀπανθρωπότατον, ὅσῳ τὸ πιθανὸν τῇ τυραννίδι µί ξας( ἐφθόνει γὰρ τοῖς πάσχουσι καὶ τῆς ἐπὶ τοῖς ἄθλοιςτιµῆς), ἀµφίβολον ἐποίει καὶ τὸ τῆς ἀνδρείας φιλότιµον· τὰς ἐν τοῖς λόγοις στροφὰς καὶ πλοκὰς ἐπὶ τὸν τρόπον µετενεγκὼν, ἢ, τό γε ἀληθέστε ρον εἰπεῖν, ἀπὸ τοῦ τρόπου, καὶ περὶ ἐκεῖνα σπου δάσας, καὶτὸν ἔνοικον αὐτῷ πονηρὸν τῆς πολυτε χνίας µιµούµενος. Οὗτος µικρὸν µὲν ἔργον ἐνόµισεν εἶναι τὸ πᾶν τῶν Χριστιανῶν παραστήσασθαι γένος· µέγα δὲ τὸ Ἀθανασίου κρατῆσαι, καὶ τῆς ἐκείνου περὶ τὸν λόγον ἡµῶν δυνάµεως. Καὶ γὰρ ἑώρα µηδὲν ὂν αὐτῷ πλέον τῆς καθ' ἡµῶν ἐπι νοίας, διὰ τὴν τοῦ ἀνδρὸς ἀντιπαράταξιν καὶ ἀντί θεσιν· ἀεὶ τοῦ κενουµένου Χριστιανῶν ἀναπληρου µένου, διὰ τῆς Ἑλληνικῆς προσθήκης, καὶ τῆς ἐκεί νου συνέσεως, ὃ καὶ παράδοξον. Ταῦτ' οὖν ἐννοῶν, καὶ ὁρῶν ὁ δεινὸς ἐκεῖνος παραλογιστὴς καὶ διώκτης, οὐδὲ ἐπὶ τοῦ πλάσµατος ἔτι µένει καὶ τῆς σοφιστικῆς ἀνελευθερίας· ἀλλὰ τὴν πονηρίαν γυµνώσας, φανε ρῶς ὑπερορίζει τὸν ἄνδρα τῆς πόλεως. Ἔδει γὰρ τρισὶ παλαίσµασι τὸν γεννάδαν νικήσαντα, τε λείας τυχεῖν καὶ τῆς ἀναῤῥήσεως.
1.ΛΓ
Μικρὸν τὸ ἐν µέσῳ, καὶ Πέρσαις µὲν ἡ δίκη δοῦσα τὸν ἀλιτήριον, ἐκεῖ δικάζει· καὶ βασιλέα φιλό τιµον παραπέµψασα, νεκρὸν ἐπανάγει, µηδὲ ἐλεού µενον· ὡς δὲ ἐγώ τινός σοι ἤκουσα, µηδὲ τῷ τάφῳ προσλαµβανόµενον, ἀλλ' ὑπὸ τῆς σεισθείσης δι' αὐτὸν γῆς ἀποσειόµενον καὶ ἀναβρασσόµενον· προ οίµιον, οἶµαι, τῆς ἐκεῖθεν κολάσεως. Ἀνίσταται δὲ βασιλεὺς ἕτερος, οὐκ ἀναιδὴς τῷ προσώπῳ κατὰ τὸν προειρηµένον, οὐδὲ τοῖς πονηροῖς ἔργοις καὶ ἐπι στάταις ἐκθλίβων τὸν Ἰσραὴλ, ἀλλὰκαὶ λίαν εὐσε βής τε καὶ ἥµερος· ὃς, ἵνα ἀρίστην ἑαυτῷ καταστή σηται τὴν τῆς βασιλείας κρηπῖδα, καὶ ὅθεν δεῖ, τῆς εὐνοµίας ἄρξηται, λύει µὲν τοῖς ἐπισκόποις τὴν ἐξορίαν, τοῖς τεἄλλοις ἅπασι, καὶ πρὸ πάντων τῷ πρὸ πάντων τὴν ἀρετὴν, καὶ προδήλως ὑπὲρ τῆς εὐσεβείας πολεµηθέντι. Ζητεῖ δὲ τῆς καθ' ἡµᾶς πίστεως τὴν ἀλήθειαν, ὑπὸ πολλῶν διασπασθεῖσαν καὶ συγχυθεῖσαν, καὶ εἰς πολλὰς δόξας καὶ µοίρας νενεµηµένην· ὥστε µάλιστα µὲν τὸν κόσµον ὅλον, εἰ οἷόν τε, συµφωνῆσαι, καὶ εἰς ἓν ἐλθεῖν τῇ συν εργίᾳ τοῦ Πνεύµατος· εἰ δὲ οὒ, ἀλλ' αὐτόν γε µετὰ τῆς βελτίστης γενέσθαι, κἀκείνῃ παρασχεῖν τὸ κράτος, καὶ παρ' ἐκείνης ἀντιλαβεῖν, λίαν ὑψηλῶς τε καὶ µεγαλοπρεπῶς περὶτῶν µεγίστων διανοούµενος. Ἔνθα δὴ καὶ µάλιστα διεδείχθη τοῦ ἀνδρὸς ἡ καθα ρότης, καὶ τὸ στερέωµα τῆς εἰς Χριστὸν πίστεως. Τῶν γὰρ ἄλλων ἁπάντων, ὅσοι τοῦ καθ' ἡµᾶς λόγου, τριχῆ νενεµηµένων, καὶ πολλῶν µὲν ὄντων τῶν περὶ τὸν Υἱὸν ἀῤῥωστούντων, πλειόνων δὲ τῶν περὶτὸ Πνεῦµα τὸ ἅγιον, ἔνθα καὶ τὸ ἧττον ἀσεβεῖν εὐσέβεια ἐνοµίσθη, ὀλίγου δὲ τῶν κατ' ἀµφότερα ὑγιαίνοντος· πρῶτος καὶ µόνος, ἢ κοµιδῆ σὺν ὀλίγοις ἀποτολµᾷ τὴν ἀλήθειαν σαφῶς οὑτωσὶ καὶ διαῤῥή δην, τῶν τριῶν µίαν θεότητα καὶ οὐσίαν ἐγγράφως ὁµολογήσας· καὶ ὃ τῷ πολλῷ τῶν Πατέρων ἀρι θµῷ περὶ τὸν Υἱὸν ἐχαρίσθη πρότερον, τοῦτο περὶ τοῦ ἁγίου Πνεύµατος αὐτὸς ἐµπνευσθεὶς ὕστε ρον, καὶδῶρον βασιλικὸν ὄντως καὶ µεγαλοπρεπὲς τῷ βασιλεῖ προσενεγκὼν, ἔγγραφον τὴν εὐσέβειαν κατὰ τῆς ἀγράφου καινοτοµίας· ἵνα βασιλεῖ µὲν βασιλεὺς, λόγῳ δὲ λόγος, γράµµατι δὲ γράµµα κατα παλαίηται.
1.Λ∆
Ταύτην µοι δοκοῦσιν αἰδούµενοι τὴν ὁµολο γίαν, οἵ τε τῆς ἑσπερίας, καὶ τῆς ἑῴας, ὅσον βιώσι µον· οἱ µὲν µέχρι διανοίας ἄγειν τὸ εὐσεβὲς, εἴ τι λέγουσιν αὐτοῖς πιστευτέον, περαιτέρω δὲ µὴ προάγειν, ὥσπερ τι νεκρὸν κύηµα ταῖς µητράσιν ἐναποθνῆσκον· οἱ δὲ µικρὸν ἐξάπτειν, ὥσπερ σπινθῆρας, ὅσον ἀφοσιοῦσθαι τὸν καιρὸν, ἢ τῶν ὀρθοδόξων τοὺς θερµοτέρους, ἢ τῶν λαῶν τὸ φιλό θεον· οἱ δὲ καὶ παῤῥησιάζεσθαι τὴν ἀλήθειαν, ἧς ἂν εἴην ἐγὼ µερίδος· οὐ γὰρ τολµῶ τι πλέον καυ χήσασθαι, µηκέτι τὴν ἐµὴν δειλίαν οἰκονοµῶν, ὡς δὴ τὴν τῶν σαθροτέρων διάνοιαν( ἱκανῶς γὰρ ᾠκο νοµήσαµεν, µήτετὸ ἀλλότριον προσλαµβάνοντες, καὶ τὸ ἡµέτερον φθείροντες, ὃ κακῶν ὄντως ἐστὶν οἰκονό µων)· ἀλλ' εἰς φῶς ἄγων τὸν τόκον, καὶ µετὰ σπου δῆς ἐκτρέφων, καὶ ταῖς ἁπάντων ὄψεσι προτιθεὶς, ἀεὶ τελειούµενον.
1.ΛΕ
Τοῦτο µὲν οὖν ἧττον τῶν ἐκείνου θαυ µάζειν ἄξιον. Ὁ γὰρ ἔργῳ τῆς ἀληθείας προκινδυ νεύσας, τί θαυµαστὸν εἰ γράµµατι ταύτην καθωµο λόγησεν; Ὃ δέ µοι µάλιστα τοῦ ἀνδρὸς θαυµάζειν ἔπεισι( καὶ ζηµία τὸ σιωπᾷν, διὰ τὸν καιρὸν µάλιστα, πολλὰς φύοντα τὰς διαστάσεις), τοῦτο ἔτι προσ θήσωτοῖς εἰρηµένοις· γένοιτο γὰρ ἄν τι παίδευµα καὶ τοῖς νῦν ἡ πρᾶξις, εἰ πρὸς ἐκεῖνον βλέποιµεν. Ὡς γὰρ ὕδατος ἑνὸς τέµνεται οὐ τοῦτο µόνον, ὅσον ἡ χεὶρ ἀφῆκεν ἀρυοµένη, ἀλλὰ καὶ ὅσον τῇ χειρὶ περιεσχέθη τῶν δακτύλων ἐκρέον· οὕτω καὶ ἡµῶν οὐχ ὅσον ἀσεβὲς σχίζεται µόνον, ἀλλὰ καὶ ὅσον εὐ σεβέστερον, οὐ περὶ δογµάτων µόνον µικρῶν καὶ παρ ορᾶσθαι ἀξίων( ἧττον γὰρ ἂνἦν τοῦτο δεινὸν), ἀλλ' ἤδη καὶ περὶ ῥηµάτων εἰς τὴν αὐτὴν φερόντων διάνοιαν. Τῆς γὰρ µιᾶς οὐσίας, καὶ τῶν τριῶν ὑπο στάσεων λεγοµένων µὲν ὑφ' ἡµῶν εὐσεβῶς( τὸ µὲν γὰρ τὴν φύσιν δηλοῖ τῆς θεότητος, τὸ δὲ τὰς τῶν τριῶνἰδιότητας), νοουµένων δὲ καὶ παρὰ τοῖς Ἰτα λοῖς ὁµοίως, ἀλλ' οὐ δυναµένοις διὰ στενότητα τῆς παρ' αὐτοῖς γλώττης, καὶ ὀνοµάτων πενίαν, δι ελεῖν ἀπὸτῆς οὐσίας τὴν ὑπόστασιν, καὶ διὰ τοῦτο ἀντεισαγούσης τὰ πρόσωπα, ἵνα µὴ τρεῖς οὐσίαι πα ραδεχθῶσι, τί γίνεται; Ὡς λίαν γελοῖον, ἢ ἐλει νόν. Πίστεως ἔδοξε διαφορὰ ἡ περὶ τὸν ἦχον σµικρο λογία. Εἶτα Σαβελλισµὸς ἐνταῦθα ἐπενοήθη τοῖς τρισὶ προσώποις, καὶ Ἀρειανισµὸς ταῖς τρισὶν ὑποστάσεσι, τὰ τῆς φιλονεικίας ἀναπλάσµατα. Εἶτα τί; Προστιθεµένου µικροῦ τινος ἀεὶ τοῦ λυποῦντος( ὃ λυπηρὸν ἡ φιλονεικία ποιεῖ), κινδυνεύει συναποῤ ῥαγῆναι ταῖς συλλαβαῖς τὰ πέρατα. Ταῦτ' οὖν ὁρῶν καὶ ἀκούων ὁ µακάριος ἐκεῖνος, καὶ ὡς ἀληθῶς ἄν θρωπος τοῦ Θεοῦ, καὶ µέγας τῶν ψυχῶν οἰκονόµος, οὐκ ᾠήθη δεῖν παριδεῖν τὴνἄτοπον οὕτω καὶ ἄλογον τοῦ Λόγου κατατοµήν· τὸ δὲ παρ' ἑαυτοῦ φάρ µακον ἐπάγει τῷ ἀῤῥωστήµατι. Πῶς οὖν τοῦτο ποιεῖ; Προσκαλεσάµενος ἀµφότερα τὰ µέρη οὑτωσὶ πράως καὶ φιλανθρώπως, καὶ τὸν νοῦν τῶν λεγοµένων ἀκριβῶς ἐξετάσας, ἐπειδὴ συµφρονοῦντας εὗρεκαὶ οὐδὲν διεστῶτας κατὰ τὸν λόγον, τὰ ὀνόµατα συγχωρήσας, συνδεῖ τοῖς πράγµασιν.
1.Λς
Τοῦτο τῶν µακρῶν πόνων καὶ λόγων λυσιτελέστερον, οὓς πάντες ἤδη λογογραφοῦσιν· οἷς τι καὶ φιλοτιµίας συνέζευκται, καὶ διὰ τοῦτο ἴσως τι καὶ καινοτοµεῖται περὶ τὸν λόγον. Τοῦτο τῶν πολλῶν ἀγρυπνιῶν καὶ χαµευνιῶν προτιµότερον, ὧν µέχρι τῶν κατορθούντων τὸ κέρδος. Τοῦτο τῶν ἀοιδίµων ἐξοριῶν καὶ φυγῶν τοῦ ἀνδρὸς ἐπάξιον· ὑπὲρ γὰρ ὧν εἵλετο πάσχειν ἐκεῖνα, ταῦτα καὶ µετὰ τὸ παθεῖν ἐσπουδάζετο. Τὸ δ' αὐτὸ κἀν τοῖς ἄλλοις ποιῶν διετέλει· τοὺς µὲν ἐπαινῶν, τοὺς δὲ πλήττων µετρίως· καὶ τῶν µὲν τὸ νωθρὸν διεγείρων, τῶν δὲ τὸ θερµὸν κατείργων· καὶ τῶν µὲν, ὅπως µὴ πταίσωσι, προµηθούµενος· τοὺς δὲ, ὅπως διορθωθεῖεν πταίσαντες, µηχανώµενος· ἁπλοῦς τὸν τρόπον, πολυειδὴς τὴν κυβέρνησιν· σοφὸς τὸν λόγον, σοφώτερος τὴν διάνοιαν· πεζὸς τοῖς ταπεινοτέροις, ὑψηλότερος τοῖς µετεωροτέροις· φιλόξενος, ἱκέσιος, ἀποτρόπαιος, πάντα εἷς ἀληθῶς, ὅσα µεµερισµένως τοῖς ἑαυτῶν θεοῖς Ἑλλήνων παῖδες ἐπιφηµίζουσι. Προσθήσω δὲ καὶ ζύγιον, καὶ παρθένιον, καὶ εἰρηναῖον, καὶ διαλλακτήριον, καὶ ποµπαῖον τοῖς ἐντεῦθεν ἐπειγοµένοις. Ὢ πόσας µοι ποιεῖ κλήσεις ἡ τοῦ ἀνδρὸς ἀρετὴ, πανταχόθεν καλεῖν ἐθέλοντι!
1.ΛΖ
Ζήσας δὲ οὕτω, καὶ παιδευθεὶς καὶ παιδεύσας, ὥστε ὅρον µὲν ἐπισκοπῆς εἶναι τὸν ἐκείνου βίον καὶ τρόπον, νόµον δὲ ὀρθοδοξίας τὰ ἐκείνου δόγµατα, τίνα µισθὸν τῆς εὐσεβείας κοµίζεται; οὐδὲ γὰρ τοῦτο παριδεῖν ἄξιον. Ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον, καὶ προστίθεται τοῖς πατράσιν αὐτοῦ, πατριάρχαις, καὶ προφήταις, καὶ ἀποστόλοις, καὶ µάρτυσι, τοῖς ὑπὲρ τῆςἀληθείας ἠγωνισµένοις. Καὶ, ἵνα εἴπω τινὰ βραχὺν ἐπιτάφιον, τιµᾶται τῶν εἰσοδίων τιµῶν τὴν ἐξόδιον πολυτελεστέραν· πολλὰ µὲν κινήσας δάκρυα, µείζονα δὲ τῶν ὁρωµένων τὴν περὶ αὐτοῦ δόξαν ταῖς ἁπάντων διανοίαις ἐναποθέµενος. Ἀλλ', ὦ φίλη καὶ ἱερὰ κεφαλὴ, ὁ καὶ λόγου καὶ σιωπῆς µέτρα, µετὰ τῶν ἄλλων σου καλῶν, διαφερόντως τιµήσας, ἡµῖν µὲν ἐνταῦθα στήσαις τὸν λόγον, εἰκαὶ τῆς ἀληθείας ἐνδεέστερον, ἀλλὰ τοῦ γε πρὸς δύναµιν οὐ λειπόµενον· αὐτὸς δὲ ἄνωθεν ἡµᾶς ἐποπτεύοις ἵλεως, καὶ τὸν λαὸν τόνδε διεξάγοις τέλειον τελείας τῆς Τριάδος προσκυνητὴν, τῆς ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳΠνεύµατι θεωρουµένης καὶ σεβοµένης· καὶ ἡµᾶς, εἰ µὲν εἰρηνικῶς, κατέχοις καὶ συµποιµαίνοις· εἰ δὲ πολεµικῶς, ἐπανάγοις ἢ προσλαµβάνοις, καὶ στήσαις µετὰ σεαυτοῦ καὶ τῶν οἷος σὺ, κἂν µέγα ᾖ τὸ αἰτούµενον, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡµῶν· ᾧ πᾶσα δόξα, τιµὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀµήν.

Intertext edge

Open linked passage

Note