Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης. Τί λύετε τάξιν ἐπαινουµένην; τί βιάζεσθε γλῶσ σαν νόµῳ δουλεύουσαν; τί προκαλεῖσθε λόγον εἴκοντα πνεύµατι; τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺς πόδας ἐσπεύσατε; τί τὸν Ἀρὼν παρατρέχοντες, τὸν Ἐλεάζαρ προβάλλεσθε; Οὐ δέχοµαι πηγὴν φράσ σεσθαι, καὶ χείµαῤῥον φέρεσθαι· ἥλιον κρύπτεσθαι, καὶ ἀστέρα δείκνυσθαι· τὴν πολιὰν ὑποχωρεῖν, καὶ τὴν νεότητα νοµοθετεῖν· τὴν σοφίαν σιωπᾷν, καὶ τὴν ἀπειρίαν νεανιεύεσθαι. Οὔτε ὑετοῦ πάντως ὁ πλείων, τοῦ ἐλάττονος χρησιµώτερος· τί γάρ; Εἰ ὁ µὲν σφοδρότερος ὢν, παρασύρει τὴν γῆν, καὶ προσζη µιοῖ τῷ κεφαλαίῳ τὸν γεωργόν· ὁ δὲ ἠρέµα χεόµενος, καὶ εἰς τὰ βάθη δυόµενος, πιαίνει τὴν ἄρουραν, καὶ ὀνίνησι τὸν ἀρόσαντα, καὶ τρέφει στάχυν εἰς καρπὸν ὥριµον. Οὔτε ἐν λόγοις ὁ δαψιλέστερος, τοῦ σοφωτέρου λυσιτελέστερος. Ὁ µὲν γὰρ ἴσως ὀλίγον εὐφράνας ἀπῆλθε, καὶ ὁµοῦ τῷ πληγέντι ἀέρι διελύθη, µηδὲν δυνηθεὶς ὑπὲρ τοῦτο, καὶ τὴν λίχνον ἀκοὴν τῇεὐγλωττίᾳ κατεγοήτευσεν. Ὁ δὲ εἰς τὸν νοῦν δι έβη καὶ πλατύνας τὸ στόµα ἐπλήρωσε Πνεύµατος, καὶ τῆς γεννήσεως ὤφθη µακρότερος, καὶ πολλὰ ἐν ὀλίγαις συλλαβαῖς ἐγεώργησε.
1.2
Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώ την, ἣν ὁ θαυµάσιος ὅδε γεωργὸς καὶ ποιµὴν τὰ πρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρµένος, ἢ καθαιρόµενος, τῷ καθαρωτάτῳ καὶ λαµπροτάτῳ, καὶ µόνην ἀπαιτοῦντι παρ' ἡµῶν θυσίαν, τὴν κάθαρσιν, ἣν δὲ καρδίαν συντετριµµένην, καὶ θυσίαν αἰνέσεως, καὶ καινὴν ἐν Χριστῷ κτίσιν, καὶ νέον ἄνθρωπον, καὶ τὰ τοιαῦτα, τῇ Γραφῇ καλεῖν φίλον. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειµένης, καὶ στροφαῖς λέξεων, καὶ ταῖς κι βδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐµοὶ δὲ γέ νοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι µετὰ συν έσεως, ἢ µυρίους ἐν γλώσσῃ, καὶ φωνῇ σάλπιγ γος ἀσήµῳ, τὸν ἐµὸν ὁπλίτην οὐκἐγειρούσῃ πρὸς τὸν πνευµατικὸν πόλεµον. Ταύτην ἐπαινῶ τὴν σο φίαν ἐγὼ, ταύτην ἀσπάζοµαι, δι' ἣν ἀγεννεῖς ἐδοξά σθησαν, καὶ εἰς ἣν ἐξουθενήµενοι προετιµήθησαν, καὶ µεθ' ἧς ἁλιεῖςτὴν οἰκουµένην ὅλην τοῖς τοῦ Εὐαγγελίου δεσµοῖς ἐσαγήνευσαν, τῷ συντε τελεσµένῳ καὶ συντετµηµένῳ λόγῳ, τὴν καταργου µένην σοφίαν νικήσαντες. Οὐ γὰρ ὁ ἐν λόγῳ σοφὸς, οὗτος ἐµοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν µὲν εὔστροφον ἔχει, ψυχὴν δὲ ἄστατον καὶ ἀπαίδευτον, ὥσπερ τῶν τάφων, ὅσοιτὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖοι, µυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσωδίαν περικαλύπτουσιν· ἀλλ' ὅστις ὀλίγα µὲν περὶ ἀρε τῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι, καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ διὰ τοῦ βίου προστίθη σιν.
1.3
Κρείσσων ἐµοὶ εὐµορφία θεωρουµένη τῆς ἐν λόγῳ ζωγραφουµένης· καὶ πλοῦτος, ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν· καὶ σοφία, οὐχ ἡ τῷ λόγῳ λαµπρυνοµένη, ἀλλ' ἡ διὰ τῶν ἔργων ἐλεγχοµένη. Σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, φησὶν, ἀλλ' οὐ τοῖς κηρύττουσιν· ταύτης δὲ βάσανος ἀκριβεστάτη τῆς σοφίας χρόνος, καὶ στέφανος ὄντως γῆρας καυχήσεως. Εἰ γὰρ οὐ χρὴ µακαρίζειν πρὸ τελευτῆς ἄνθρωπον, ὡς Σολο µῶντι κἀµοὶ δοκεῖ, καὶ ἄδηλον ὃ παρὰ τῆς ἐπιούσης τεχθήσεται, πολλὰς στροφὰς ἐχούσηςἡµῶν τῆς κάτω ζωῆς, καὶ τοῦ τῆς ταπεινώσεως σώµατος ἄνω καὶ κάτω κινουµένου καὶ µεταπίπτοντος· πῶς οὐχὶ καὶ ὁ τὸ πολὺ τοῦ βίου κενώσας ἀµέµπτως, καὶ οἷον ἤδη πρὸς λιµέσιν ὢν τοῦ κοινοῦ τῆς ζωῆς πελά γους, τοῦ πολὺν ἔχοντος ἔτι τὸνπλοῦν ἀσφαλέστερος, καὶ διὰ τοῦτο µακαριώτερος;
1.∆
Μὴ τοίνυν ἀποκλείσῃς γλῶσσαν τὴν πολλὰ φθεγξαµένην καλῶς, ἧς οἱ καρποὶ πολλοὶ, καὶ πολλὰ τὰ τῆς δικαιοσύνης γεννήµατα· ἧς πόσα τὰ τέκνα, καὶ τίνες οἱ θησαυροὶ, ἆρον κύκλῳ τοὺς ὀφθαλµούς σου, καὶ ἴδε· πᾶς ὁ λαὸς οὗτος, ὃν ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησας. Μὴ δὴ φθονήσῃς ἡµῖν τῶν χρηστῶν πλέον ἢ ὀλίγων ῥηµάτων, µηδὲ τῆς µελλού σης ζηµίας ἤδη δῷς τὸ προοίµιον. Φθέγξαι, βρα χέα µὲν, ἀλλ' ἐµοὶ φίλα καὶ ἥδιστα· οὐκ ἀκου στὰ µὲν, ἀλλὰ τῇ πνευµατικῇ βοῇ γινωσκόµενα, καθ' ἣν καὶ σιωπῶντος ἀκούει Μωσέως Θεός· καὶ, Τί βοᾷς πρὸς µέ; τῷ νοερῶς ἐντυγχάνοντι λέγεται. Κατάρτισαί µοι τὸν λαὸν τῷ σῷ θρέµµατι, καὶ µετὰ τοῦτο ποιµένι, νῦν δὲ καὶ ἀρχιποιµένι.∆ ίδαξον ἐµέ τι περὶ ποιµαντικῆς, τὸν λαὸν τοῦτον περὶ εὐπειθείας· περὶ τῆς παρούσης τι πληγῆς φιλοσόφησον, περὶ τῶν δικαίων τοῦ Θεοῦ κριµάτων, ἐάν τε καταλαµβάνωµεν ἡµεῖς, ἐάν τε ἀγνοῶµεν τὴν πολ λὴν ἄβυσσον. Πῶς καὶ ἡ ἐλεηµοσύνη εἰς σταθµοὺς, κατὰ τὸν ἅγιον Ἡσαΐαν( οὐδὲ γὰρ τὸ ἀγαθὸν ἄκρι τον, εἰ καὶ τοῖς ἐν τῷ ἀµπελῶνι προκεκµηκό σιν ἔδοξε, µὴ συνιεῖσι τὸ ἐν τῇ ἰσότητι ἄν ισον), καὶ ἡ ὀργὴ κατὰ λόγον τῶν ἁµαρτηµά των, ποτήριον ἐν χειρὶ Κυρίου προσαγορευοµένη, καὶ κόνδυ πτώσεως ἐκπινόµενον, εἰκαὶ πᾶσιν ὑφαι ρεῖταί τι τῆς ἀξίας, καὶ τὸ τῆς ὀργῆς ἄκρατον φιλαν θρωπίᾳ κίρνησιν· κλίνων µὲν ἐκ τοῦ ἀποτόµου πρὸς τὸ ἐνδόσιµον τοῖς φόβῳ παιδευοµένοις, καὶ τοῖς ἐκ τῆς µικρᾶς θλίψεως συλλαµβάνουσι καὶ ὠδίνουσιν ἐπιστροφὴν, καὶ πνεῦµα σωτηρίας τέλειον ἀποτίκτου σιν· ὑποτηρῶν δὲ ὅµως τρυγίαν, τὸ τῆς ὀργῆς ἔσχα τον, ἵν' ὅλον κενώσῃ τοῖς µὴ θεραπευοµένοις ἐκ τῆς χρηστότητος, ἀλλὰ καὶ σκληρυνοµένοις κατὰτὸν βαρυκάρδιον Φαραὼ, καὶ πικρὸν ἐργοδότην, εἰς δεῖγµα ταµιευθέντα τῆς τοῦ Θεοῦ κατὰ τῶν ἀσεβῶν δυνάµεως.
1.Ε
Εἰπὲ, πόθεν αἱ τοιαῦται πληγαὶ καὶ µάστιγες; καὶ τίς ὁ περὶ ταῦτα λόγος; Πότερον κίνησίς τις τοῦ παντὸς ἄτακτος, καὶ ἀνώµαλος, καὶ ἀκυβέρνητος φορά τε καὶ ἀλογία, ὡς οὐδενὸς τοῖς οὖσιν ἐπιστατοῦντος, καὶ τὸ αὐτόµατονταῦτα φέρει, ὡς δοκεῖ τοῖς ἀσόφως σοφοῖς, καὶ τοῖς εἰκῆ φεροµένοις ὑπὸ τοῦ ἀτάκτου καὶ σκοτεινοῦ πνεύµατος· ἢ λόγῳ τινὶ καὶ τάξει, ὥσπερ ὑπέστη τὸ πᾶν ἀπ' ἀρχῆς, καὶ ἐκράθη, καὶ συνεδέθη, καὶ ἐκινήθη κοσµίως, ὡς µόνῳ τῷ κινή σαντι γνώριµον, οὕτωκαὶ µετακινεῖται καὶ µετατί θεται Προνοίας χαλινοῖς ὁδηγούµενον; Πόθεν ἀφορίαι, καὶ ἀνεµοφθορίαι, καὶ χάλαζαι, ἡ νῦν ἡµετέρα πληγὴ καὶ νουθεσία; Πόθεν ἀέρων φθοραὶ, καὶ νόσοι, καὶ βρασµοὶ γῆς, καὶ θαλάσσης ἐπαναστάσεις, καὶ τὰ ἐξ οὐρανοῦ δείµατα; Καὶ πῶς ἡ εἰς ἀπόλαυσιν ἀνθρώπων δηµιουργηθεῖσα κτίσις, τὸ κοινὸν ἐντρύ φηµα καὶ ἰσότιµον, εἰς τὴν τῶν ἀσεβῶν κόλασιν µεταβάλλεται, ἵν' οἷςτιµηθέντες οὐκ ηὐχαριστήσαµεν, τούτοις καὶ παιδευθῶµεν, καὶ γνῶµεν τὴν δύναµιν ἐξ ὧν πάσχοµεν, ἐπειδὴ µὴ ἔγνωµεν ἐξ ὧν εὖ πε πόνθαµεν; Πῶς τοῖς µὲν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁµαρτήµατα δίδοται, καὶ ἀναπληροῦται τὸ τῆς κακίας µέτρον τῇ διπλασίᾳ, καθ' ἣν καὶ ὁ Ἰσραὴλ σωφρονίζεται· τοῖς δὲ, διὰ τῆς ἑπταπλασίας εἰς τὸν κόλπον ἀποδιδοµένης, κενοῦται τὰ ἁµαρτήµα τα; Καὶ τί τὸ τῶν Ἀµοῤῥαίων µέτρον οὔπω πεπλη ρωµένον; Καὶ πῶς ὁ ἁµαρτωλὸς ἢ ἀφίεται, ἢ κολά ζεται πάλιν· τὸ µὲν, ἐκεῖθεν τυχὸν τηρούµενος, τὸ δὲ, ἐντεῦθεν ἰατρευόµενος; Καὶ πῶς ὁ δίκαιος, ἢ κα κοπαθεῖ πειραζόµενος ἴσως, ἢ εὐπαθεῖ συντηρούµε νος, ἄνπερ ᾖ πτωχὸς τὴν διάνοιαν, καὶ µὴ σφόδρα ὑπεράνω τῶν ὁρωµένων, καὶὡς τὸ συνειδὸς διδάσκει τούτων ἑκάτερον, τὸ οἰκεῖον καὶ ἀψευδὲς κριτήριον; Τίς ἡ πληγὴ, καὶ πόθεν; Πότερον ἀρετῆς ἔλεγχος, ἢ κακίας βάσανος, καὶ ὅτι κρεῖττον ὡς κολά σει κάµπτεσθαι, κἂν µὴ οὕτως ἔχῃ, καὶ ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖραταπεινοῦσθαι, ἢ ὡς δοκιµα σίᾳ µετεωρίζεσθαι. Ταῦτα δίδαξον καὶ νουθέτησον, µὴ σφόδρα τῇ παρούσῃ πληγῇ δυσφορεῖν ἡµᾶς, ἢ εἰς κακῶν βάθος ἐµπεσόντας καταφρονεῖν( ἔστι γάρ τι καὶ τοιοῦτοπάθηµα ἐν τοῖς πολλοῖς), ἀλλὰ σωφρόνως ἔχειν πρὸς τὴν νουθεσίαν, καὶ µὴ τὴν µείζω προκαλεῖσθαι, διὰ τῆς πρὸς ταύτην ἀναι σθησίας.
1.ς
∆ εινὸν ἀφορία γῆς, καὶ καρπῶν ἀπώλεια· πῶς δὲ οὒ, ἤδη ταῖς ἐλπίσιν εὐφραινόντων, καὶ ταῖς ἀποθήκαις πλησιαζόντων; Καὶ δεινὸν ἄωρος θερισµὸς, καὶ γεωργοὶ τοῖς πόνοις ἐπιστυγνάζοντες, καὶ οἷον νεκροῖς παρακαθήµενοι τοῖς γεννήµασιν, ἃ ὑπετὸς ἐξέθρεψεν ἥµερος, καὶ ἄγριος ἐξεθέρισεν· ὧν οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγµατα συλλέγων· οὐδὲ τῆς εὐλογίας ἐπ' αὐτοῖς ἔτυχεν, ἣν χαρίζονται γεωργοῖς οἱ παρ άγοντες. Καὶ θέαµα ἐλεεινὸν, γῆ καθυβρισµένη, καὶ ἀποκειραµένη, καὶ τὸν ἑαυτῆς κόσµον οὐκ ἔχουσα. Ὃ θρηνεῖ µὲν ὁ µακάριος Ἰωὴλ, γῆς καταφθορὰν, καὶ λιµοῦ βάσανον, εἰ καί τις ἄλλος, ἐκτραγῳδήσας· θρηνεῖ δὲ προφήτης ἕτερος, τῇ πρότερον εὐ κοσµίᾳ τὴν τελευταίαν ἀκοσµίαν ἀντιτιθεὶς, ἐν οἷς φησι περὶ ὀργῆς Κυρίου διαλεγόµενος, θραύοντος γῆν· Τὰ ἔµπροσθεν αὐτοῦ παράδεισος τρυφῆς, καὶ τὰ ὄπισθεν πεδίον ἀφανισµοῦ.∆ εινὰ µὲν δὴ ταῦτα, καὶ πέρα δεινῶν, ἕως µόνα λυπεῖ τὰ παρόντα, καὶ οὔπω χαλεπωτέρας ἀνιᾷ πληγῆς αἴ σθησις· ἐπειδὴ, καθάπερ ἐν τοῖς νοσήµασι, τὸ λυποῦν ἀεὶ πάθος τοῦ µὴ παρόντος ἀνιαρώτερον· δεινότερα δ' ἔτι τούτων οἱ τῆς ὀργῆς τοῦ Θεοῦ θησαυροὶ παρ' ἑαυτοῖς κατέχουσιν, ὧν µὴ γένοιτο πεῖραν ὑµᾶς λαβεῖν· οὐδέ γε λήψεσθε πρὸς τοὺς οἰκτιρµοὺς τοῦ Θεοῦ καταφεύγοντες, καὶ τὸν θελητὴν τοῦ ἐλέους τοῖς δάκρυσιν ἕλκοντες, καὶ τὸ ἑξῆς τῆς ὀργῆς διὰτῆς ἐπιστροφῆς ἀποστρέφοντες. Ἔτι πραότης ταῦτα, καὶ φιλανθρωπία, καὶ παίδευσις ἥµερος, καὶ στοιχεῖα πληγῆς, νηπιότητα παιδαγωγούσης· ἔτι καπνὸς ὀργῆς, βασάνων προοίµιον· οὔπω δὲ πῦρ καταφλεγόµενον, ἡ ἀκµὴ τῆς κινήσεως· οὐδ' ἄνθρακες ἀναπτόµενοι, τὰ τελευταῖα τῆς µάστιγος· ἧς τὸ µὲν ἠπείλησε, τὸ δ' ἀνετείνατο, τὸ δὲ βίᾳ κατέσχε, τὸ δὲ ἐπήγαγεν· ὁµοίως καὶ τῇ πληγῇ παιδεύων καὶ τῇ ἀπειλῇ, καὶ ὁδοποιῶν τρίβον τῇ ὀργῇ αὐτοῦ, δι' ὑπερβολὴν ἀγαθότητος· ἀπὸ µὲν τῶν ἐλαττόνων ἀρχόµενος, ὥστε µὴ δεηθῆναι τῶν σφοδροτέρων· παιδεύων δὲ καὶ τοῖς µείζοσιν, εἰ πρὸς ταῦτα ἐκ βιασθείη.
1.Ζ
Οἶδα στιλβουµένην ῥοµφαίαν, καὶ µεθύουσαν µάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, ἐξουθενεῖν, ἀτεκνοῦν κελευοµένην, ἕως σαρκῶν, καὶ µυελῶν, καὶ ὀστέωνµὴ φείδεσθαι. Οἶδα, ὡς ἄρκτον ἀπορου µένην, τὸν ἀπαθῆ, καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων, οὐ τῶν τότε µόνον, ἀλλὰ καὶ εἴ τις νῦν τὴνκακίαν Ἀσσύριος· καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος, ὅταν γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήµατα ἡµῶν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος, ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους. Οἶδα ἐκτιναγµὸν, καὶ ἀνατιναγµὸν, καὶ βρασµὸν, καὶ καρδίας θραυσµὸν, καὶ παράλυσιν γονάτων, καὶ τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίµια· ἐῶ γὰρ λέγειν τὰ ἐκεῖθεν δικαιωτήρια, οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν, ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳπαρα πεµφθῆναι, ἡνίκα κολάσεως καιρὸς, οὐ καθάρσεως. Ὥσπερ γὰρ θανάτου κρείττων ὁ ἐνταῦθα Θεοῦ µνηµονεύων, καὶ κάλλιστα τῷ θείῳ∆ αβὶδ τοῦτο πεφιλοσόφηται· οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελ θοῦσιν ἐξοµολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα µὲν καὶ βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγµένων ἐξέτασιν.
1.Η
Τί ποιήσοµεν ἐν ἡµέρᾳ ἐπαγωγῆς, ᾗ µε ἐκφοβεῖ τις τῶν προφητῶν, εἴτε δικαιολογίας τοῦ Θεοῦ πρὸς ἡµᾶς, εἴτε τῆς ἐπὶ τῶν ὀρέων καὶ βουνῶν, ὅπερ ἠκούσαµεν, εἴτε τῆς ὁποιασοῦν καὶ ἐφ' ὧν δήποτε γινοµένης ὅταν διελέγχῃ τε πρὸς ἡµᾶς, καὶ ἀντικαθιστῆται κατὰ πρόσωπον ἡµῶν ἱστὰς τὰἁµαρτήµατα, τοὺς πικροὺς κατηγόρους, καὶ οἷς εὖ πεπόνθαµεν, ἃ ἠνοµήσαµεν ἀντεξάγων, καὶ λογισµῷ λογισµὸν πλήσσων, καὶ πράξει πρᾶξιν εὐ θύνων, καὶ τὸτῆς εἰκόνος ἀπαιτῶν ἀξίωµα, τῇ κακίᾳ συνθολωθείσης καὶ συγχυθείσης, τὸ τελευταῖον ἀπ άγει αὐτοὺς ὑφ' ἑαυτῶν κατεγνωσµένους, καὶ κα τακεκριµένους, καὶοὐδὲ ὡς ἄδικα πάσχοµεν εἰ πεῖν ἔχοντας, ὅπερ ἐνταῦθα τοῖς πάσχουσιν ἔστιν ὅτε ἱκανὸν εἰς παραµυθίαν τῆς κατακρίσεως;
1.Θ
Ἐκεῖ δὲ τίς συνήγορος; ποῖα σκῆψις; τίς ψευδὴς ἀπολογία; ποία πιθανότης ἔντεχνος; τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ κλέψει τὴν ὀρθὴν κρίσιν, τοῖς πᾶσι πάντα ἐν ζυγῷ τιθεῖσαν, καὶ πρᾶξιν, καὶ λόγον, καὶ διανόηµα, καὶ ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ ῥέπον νικήσῃ, καὶ µετὰ τοῦ πλείονος ἡ ψῆφος γέ νηται, µεθ' ἣν οὐκ ἔφεσις, οὐ κριτὴςὑψηλότερος, οὐκ ἀπολογία δι' ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίµων παρθένων, ἢ τῶν πωλούντων, ταῖς ἐκλει πούσαις λαµπάσιν, οὐ µεταµέλειαπλουσίου φλογὶ τηκοµένου, καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσµία µεταποιήσεως· ἀλλὰ καὶ µόνον, καὶ τελευταῖον, καὶ φοβερὸν τὸ κριτήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, µᾶλλον δὲ διὰ τοῦτο καὶ φοβερώτερον, ὅτι καὶ δίκαιον; Ἡνίκα θρόνοι προτί θενται, καὶ Παλαιὸς ἡµερῶν προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, καὶ ποταµὸς πυρὸς ἕλκεται, καὶ τὸ φῶς ἔµπροσθεν, καὶ τὸσκότος ἡτοιµασµένον· καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνά στασιν ζωῆς, τῆς ἐν Χριστῷ νῦν κρυπτοµένης, καὶ ὕστερον αὐτῷ συµφανερουµένης· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ µὴ πιστεύσαντες κατεκρίθησαν· καὶ τοὺς µὲν τὸ ἄφραστον φῶς δια δέξεται, καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαµπούσης τρανώτερόν τε καὶ καθαρώτε ρον, καὶ ὅλης ὅλῳνοῒ µιγνυµένης, ἣν δὴ καὶ µόνην µάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεµαι· τοῖς δὲ µετὰ τῶν ἄλλων βάσανος, µᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ ἀπεῤῥίφθαι Θεοῦ, καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα µὲν ὕστερον.
1.Ι
Νῦν δὲ τί ποιήσωµεν, ἀδελφοὶ, συντετριµ µένοι, καὶ τεταπεινωµένοι, καὶ µεθύοντες, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, τοῦ πρὸς ὀλίγον σαλεύοντοςκαὶ σκοτίζοντος, ἀλλ' ἀπὸ τῆς πληγῆς ἣν ἐπήγαγε Κύριος, ὁ λέγων· Καὶ σὺ, καρδία, σείσθητι καὶ σα λεύθητι· καὶ ποτίζων τοὺς καταφρονητὰς πνεῦµα λύπης καὶ κατανύξεως· πρὸς οὓς καὶ λέγεται· Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυµάσατε, καὶ ἀφανίσθητε; Πῶς οἴσοµεν αὐτοῦ τοὺς ἐλεγµούς· ἢ τίνα δώσοµεν τὴν ἀπόκρισιν, ὅταν ἐπὶ τῷ πλήθει τῶν εὐεργεσιῶν, ἐφ' αἷς ἀχάριστοι µεµε νήκαµεν, ἔτι καὶ τὰς πληγὰς ἡµῖν ὀνειδίζῃ, καὶ ἀπαριθµῆταιτὴν ἰατρείαν, ἐξ ἧς οὐ τεθεραπεύµεθα; Καὶ τέκνα µὲν, ἀλλὰ µωµητὰ καλῶν λέγῃ, καὶ υἱοὺς µὲν, ἀλλ' ἀλλοτρίους καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὑτῶν δι' ἀνοδίαν τε καὶ τραχύτητα· Πῶς ἔδει, καὶ πόθεν ὑµᾶς παιδευθῆναι, καὶ οὐ πεπαίδευκα;∆ ι' ἁπαλωτέρων φαρµάκων; ἐπήγαγον. Παρῆκα τὸ Αἰγύπτιον αἷµα πινόµενον ἐκ πηγῶν καὶ ποταµῶν καὶ πάσης συναγωγῆς ὕδατος, τὴν πρώτην πληγήν. Παρῆλθον τοὺς βατράχους, καὶ τὸν σκνῖπα, καὶ τὴν κυνόµυιαν, τὰς ἑξῆς µάστιγας· ἀπὸ δὲ τῶν κτηνῶν, καὶ τῶν βοῶν, καὶ τῶν προβάτων ἠρξάµην, τῆς πέµπτης πληγῆς, καὶ τοῖς ἀλόγοις ἐνέσκηψα, ἔτι τῶν λογικῶν φειδόµενος. Οὐδὲν πρὸς ὑµᾶς ἡ θραῦσις· ἀλλὰ γεγόνατέ µοι καὶ τῶν πληγέντων ἀλογώτεροι, καὶ ἀπαιδευτότεροι. Ἀνέσχον ἐξ ὑµῶν τὸν ὑετόν· µερὶς µία ἐβράχη· καὶ µερὶς ἐφ' ἣν οὐκ ἔβρεξα, ἐξηράνθη· καὶ εἴπατε· Ἀνδριούµεθα. Ἐπήγαγον ὑµῖν χάλαζαν, τῇ ἐναντίᾳ πληγῇ παιδεύων, ἀµπελῶνας ὑµῶν καὶ δρυµῶνας καὶ γεννήµατα ὑµῶν ἐξεθέρισα· καὶ τὴν κακίαν ὑµῶν οὐ συν έτριψα.
1.ΙΑ
Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐµὲ, τὸν µηδὲ ταῖς πληγαῖς νουθετούµενον· ὁ ἀθετῶν ἀθετεῖ· ὁ ἀνοµῶν ἀνοµεῖ· οὐδὲν ἡ ἄνωθεν νουθεσία· οὐδὲν αἱ µάστιγες. Ἐξέλιπε φυσητὴρ, ἐξέλιπε µόλιβδος, ἃ καὶ διὰ Ἱερεµίου πρότερον ὑµῖν ὠνείδισα· Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι ὑµῶν οὐκ ἐτάκησαν. Μὴ ἐµὲ ὑποµενεῖτε, λέγει Κύριος, ὠργισµένον; Ἢ οὐκ ἰσχύει ἡ χείρ µου καὶ ἄλλας ἐπενεγκεῖν πληγάς; Ἔτι παρ' ἐµοὶ καὶ φλυκτίδες ἀναζέουσαι ἀπὸ καµινιαίας. αἰθά λης, ἣν πάσσων εἰς οὐρανὸν Μωϋσῆς, ἢ εἴ τις κατ' ἐκεῖνον ὑπηρέτης Θεοῦ κινήσεως, παιδεύει νόσῳ τὴν Αἴγυπτον. Ἔτι καὶ ἀκρὶς, καὶ σκότος ψηλαφητὸν, καὶ ἡ τελευταία πληγὴ τῇ τάξει, πρώτη δὲ τῷ πόνῳ καὶ τῇ δυνάµει, ἡ τῶν πρωτοτόκων φθορὰ καὶ ἀπώλεια, ἣνὥστε φυγεῖν, καὶ ἀποστρέψαι τὸν ὀλο θρευτὴν, χρῖσαι τὰς τοῦ νοῦ φλιὰς ἄµεινον, θεωρίαν καὶ πρᾶξιν, τῇ µεγάλῃ καὶ σωτηρίῳ σφραγῖδι, τῷ τῆς Καινῆς∆ ιαθήκης αἵµατι, Χριστῷ καὶ συσταυ ρουµένους, καὶ συναποθνήσκοντας, ὥστε καὶ συνανα στῆναι, καὶ συνδοξασθῆναι, καὶ συµβασιλεῦσαι, νῦν τε καὶ κατὰτὴν τελευταίαν αὐτοῦ φανέρωσιν· ἀλλὰ µὴ θραυσθῆναι, µηδὲ συντριβῆναι, µηδὲ θρη νῆσαι, πλήσσοντος ἡµᾶς ἀωρίᾳ, καὶ ἐν τῷ σκοτεινῷ τούτῳ βίῳ τοῦ Πονηροῦ, καὶ ὀλοθρεύοντος τὰπρωτό τοκα, καὶ Θεῷ καθιερωµένα τῆς ζωῆς ἡµῶν γεννήµατα καὶ κινήµατα.
1.ΙΒ
Μή µοι γένοιτο µετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευοµένου πρὸς µὲ θυµῷ πλαγίῳ διὰ τὴν ἐµὴν πλαγιότητα· Ἐπάταξα ὑµᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει, καὶ σφακελισµῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέ κνωσεν ὑµᾶς µάχαιρα, καὶ οὐδ' ὣς ἐπεστρέψα τε πρὸς µὲ, λέγει Κύριος. Μὴ γενοίµην ἀµπε λὼν τοῦ ἠγαπηµένου, µετὰ τὸ φυτευθῆναι καὶ χαρα κωθῆναι, καὶ φραγµῷ, καὶ πύργῳ. καὶ πᾶσιν ἀσφα λισθῆναι, ὡς ἐνῆν µάλιστα, χερσοµανῶν καὶ ἀκαν θοφορῶν, καὶ διὰ τοῦτο καταφρονούµενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ περιαιρεθῆναι τὸν φραγµὸν, καὶ µὴ τµηθῆναι, µηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτηµα. Ταῦτα µὲν ὁ ἐµὸς φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην εὔχοµαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρηµένοις· Ἡµάρτοµεν, ἠνοµήσαµεν, ἠσεβήσαµεν, ὅτι ἐπε λαθόµεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡµῶν τῆς πονηρᾶς ἐπορεύθηµεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύµεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθηµάτων, καὶ τῆς ὑπὲρ ἡµῶν κενώσεως· ὅτι ἐγενήθηµεν ὄνει δος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστηµεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναµεν, ἅµα ἠχρειώθηµεν. Οὐκ ἔστι ποιῶν κρῖµα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαµεν τοὺς οἰκτιρµούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡµῶν, διὰ τὴν κακίαν ἡµῶν, καὶ τὴν πονηρίαντῶν ἐπιτηδευµάτων ἡµῶν, µεθ' ἧς ἀνεστράφηµεν. Σὺ χρηστὸς, ἀλλ' ἡµεῖς ἠνοµήσαµεν· σὺ µακρόθυµος, ἀλλ' ἡµεῖς πληγῶν ἄξιοι. Γινώσκοµέν σου τὴν ἀγαθό τητα, καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡµάρτοµεν µεµαστιγώµεθα. Σὺ φοβερὸς, καὶ τίς ἀντιστήσε ταί σοι; τρόµος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ µεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλµοῖς σου πτω χίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσµένη. Σὺ ὠργίσθης, καὶ ἡµεῖς ἡµάρτοµεν, λέγει τις τῶν πάλαι ἀνθοµολογούµενος. Ἐµοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡµεῖς ἡµάρτοµεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθηµεν ὄνειδος τοῖς γείτοσιν ἡµῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιµίας ἐπλήσθηµεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· µὴ παραδῷς ἡµᾶς εἰς τέλος διὰ τὰς ἀνοµίας ἡµῶν, µηδὲ διὰ τῶν ἡµετέρων παιδεύσῃς ἄλλους µαστίγων, ἐνὸν ἡµᾶς διὰ τῆς ἑτέ ρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡµεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονοµίας σου.∆ ιὰ τοῦτο παί δευσον ἡµᾶς, πλὴν ἐν χρηστότητι, καὶ µὴ ἐν τῷ θυµῷ σου· ἵνα µὴ ὀλιγοστοὺς ἡµᾶς ποιήσῃς, καὶ πα ρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένω µα.
1.ΙΓ
Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν ἔλεον· εἰ δὲ καὶ ὁλοκαυτώµασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς, οὐδὲ τούτων ἂν ἐφεισάµην. Ὑµεῖς δὲ καὶ αὐτοὶ µιµήσασθε δειλὸν ἱερέα· ναὶ, τέκνα ἀγαπη τὰ, ναὶ, θείας κοινωνοὶ καὶ νουθεσίας καὶ φιλανθρωπίας. Κτήσασθε τὰς ψυχὰς ὑµῶν ἐν δάκρυσι· στή σατε τὴν ὀργὴν, βελτίονα ποιήσαντες τὰ ἐπιτηδεύµατα ὑµῶν. Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν· ταῦθ' ὑµῖν διακελεύεται µεθ' ἡµῶν Ἰωὴλ ὁ µακάριος. Συναγάγετε πρεσβυτέρους, νήπια θη λάζοντα µαστοὺς, ἡλικίαν ἐλεεινὴν, καὶ µάλιστα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀξίαν. Οἶδα δὲ, ἃ κἀµοὶ τῷ λειτουργῷ Κυρίου καὶ ὑµῖν ἐντέλλεται, τοῖς τῆς αὐτῆς δόξης ἠξιωµένοις, εἰσελθεῖν ἐν σάκκοις, καὶ κόπτεσθαι νυκτὸς καὶ ἡµέραςἀνὰ µέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου, ἐλεεινοὺς τῷ σχή µατι, ἐλεεινοτέρους ταῖς φωναῖς, βοῶντας ἐκτενῶς ὑπέρ τε ἑαυτῶν καὶ τοῦ λαοῦ, φειδοµένους µηδενὸς, µὴ κόπου, µὴ ῥήµατος, οἷς Θεὸς ἐξιλάσκεται· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, λέγοντας, καὶ µὴ δῷς τὴν κληρονοµίαν σου εἰς ὄνειδος, καὶ ὅσα ἑξῆς τῆς δεήσεως· τοσοῦτον πλέον ἔχοντας τῆς θλίψεως, ὅσον καὶ τῆς ἀξίας, δι' ἑαυτῶν παιδεύοντας τὸν λαὸν πρὸς κατάνυξιν, καὶ τῆς κακίας διόρθωσιν, καὶ τὴν ἑποµένην τούτοις τοῦ Θεοῦ µακροθυµίαν, καὶ ἀνοχὴν τῆς µάστιγος.
1.Ι∆
∆ εῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωµεν, καὶ προσπέσωµεν, καὶ κλαύσωµεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡµᾶς. Στησώµεθα κοινὸν πένθος, κατά τε ἡλικίας καὶ γένη διαιρεθέντες. Ὑψώσωµεν τὴν φωνὴν τῆς ἱκεσίας· ἀντὶ τῆς µισουµένης αὐτῷ κραυγῆς, ταύτην εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἀνενέγκωµεν· Προφθάσωµεν αὐ τοῦ τὴν ὀργὴν ἐν ἐξοµολογήσει. Βουληθῶµεν αὐτὸν ἰδεῖν, ὥσπερ ὠργισµένον, οὕτω καὶ µετατιθέ µενον. Τίς οἶδε, φησὶν, εἰ ἐπιστρέψει, καὶ µετα νοήσει, καὶ ὑπολείψεται εὐλογίαν; Οἶδα τοῦτο σαφῶς ἐγὼ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγγυη τής. Καὶ ὃ παρὰ φύσιν ἐστὶν αὐτῷ, τῆς ὀργῆς ἀφεὶς, ἐπὶ τὸ κατὰ φύσιν χωρήσει, τὸν ἔλεον. Εἰς ἐκεῖνο µὲν γὰρ ὑφ' ἡµῶν βιάζεται· πρὸς δὲ τοῦτο τὴν ὁρ µὴν ἔχει. Καὶ εἰ πατάσσει βιαζόµενος, πῶς οὐκ ἀνήσει τῇ φύσει χρώµενος; Μόνον ἡµᾶς αὐτοὺς ἐλεήσωµεν, τοῖς δικαίοις τοῦ Πατρὸς σπλάγχνοις ὁδὸν ἀνοίξαντες. Σπείρωµεν ἐν δάκρυσιν, ἵν' ἐν ἀγαλλιάσει θερίσωµεν. Γενώµεθα Νινευῗται, µὴ Σο δοµῖται· θεραπεύσωµεν τὴν κακίαν, µὴ τῇ κακίᾳ συντελεσθῶµεν. Ἀκούσωµεν Ἰωνᾶ κηρύσσοντος, µὴ πυρὶ καὶ θείῳ κατακλυσθῶµεν. Κἂν ἐξέλθωµεν Σόδοµα, προσβῶµεν τῷ ὄρει, καταφύγωµεν εἰς Σε γὼρ, ἀνίσχοντι συνεισέλθωµεν τῷ ἡλίῳ. Μὴ στῶµεν ἐν πάσῃ τῇ περιχώρῳ· µὴ περιβλεψώµεθα, µὴ παγῶµεν εἰς στήλην ἁλὸς, στήλην ὄντως ἀθάνατον, καὶ κατηγορίαν ψυχῆς εἰς κακίαν ἐπιστρεφούσης.
1.ΙΕ
Γνῶµεν, ὅτι τὸ µὲν µηδὲν ἁµαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ µόνου Θεοῦ· ἐῶ γὰρ περὶ ἀγγέ λων τι λέγειν, µὴ δῶµεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πονηραῖς ἀντιῤῥήσεσι· τὸ δὲ ἀθεράπευ τον, τῆς πονηρᾶς καὶ ἀντικειµένης ἐστὶ φύσεως, καὶ τῶν ὑπ' ἐκείνης ἐνεργουµένων. Τὸ δὲ ἁµαρτά νοντας ἐπιστρέφειν, ἀνθρώπων µὲν, ἀλλ' ἐπιεικῶν, καὶ τῆς σωζοµένης µερίδος. Εἰ γὰρ καὶ ὁ χοῦς ἐπισύρεταί τι τῆς κακίας, καὶ τὸ γεῶδες σκῆνος βρί θει τὸν νοῦν ἄνω φερόµενον, ἢ ἄνω φέρεσθαι δεδη µιουργηµένον· ἀλλ' ἡ εἰκὼν ἀνακαθαιρέτω τὴν ἰλὺν, καὶ ἄνω τιθέτω τὴν ὁµόζυγον σάρκα, τοῖς τοῦ λόγου πτεροῖς κουφίζουσα. Καὶ κρεῖττον µὲν, µήτε δεηθῆναι τοιαύτης καθάρσεως, µήτε καθ αρθῆναι, τοῦ πρώτου µένοντος ἡµῖν ἀξιώµατος, εἰς ὃ καὶ σπεύδοµεν ἐκ τῆςἐνταῦθα παιδαγω γίας, µηδὲ τοῦ ξύλου τῆς ζωῆς ἐκπεσεῖν τῇ πικρᾷ γεύσει τῆς ἁµαρτίας· κρεῖσσον δὲ, τοῦ µὴ παιδεύεσθαι πταίοντας, τὸ ἁµαρτάνοντας ἐπιστρέφε σθαι. Ὃν µὲν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, καὶ πα τρικὸν τὸ τῆς ἐπιτιµήσεως· ψυχὴ δὲ πᾶσα ἀνουθέτη τος, ἀθεράπευτος. Οὐκοῦν οὐ πληγῆναι χαλεπὸν, ἀλλὰ µὴ σωφρονισθῆναι τῇ πληγῇ χαλεπώτερον. Φησί τις τῶν προφητῶν, περὶ τοῦ Ἰσραὴλ λέγων, τοῦ σκληροῦ καὶ ἀπεριτµήτου τὴν καρδίαν· Κύριε, ἐµαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· ἐπαί δευσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· καὶ πάλιν, Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη· καὶ, Τί ὅτι ἀπεστράφη ὁ λαός µου ἀποστροφὴν πονηρὰν, ἐξ ἧς τέλεον συντρι βήσεται, καὶ καταφθαρήσεται;
1.Ις
Φοβερὸν µὲν οὖν, ἀδελφοὶ, τὸ ἐµπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· φοβερὸν δὲ τὸ πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, καὶ πανωλεθρίᾳ τὴν κακίαν ἐξαφανίζον· φοβερὰ δὲ ἀκοὴ Θεοῦ, καὶ τῆς Ἄβελ φωνῆς αἰσθανοµένη διὰ τοῦ σιγῶντος αἵµατος· φοβε ροὶ δὲ πόδες πονηρίαν καταλαµβάνοντες· φοβερὰ δὲ τοῦ παντὸς πλήρωσις, ὡς µὴ εἶναι µηδαµοῦ φυ γεῖν Θεοῦ κίνησιν, µὴ εἰς οὐρανὸν ἀναπτάντα, µὴ εἰς ᾅδου χωρήσαντα, µὴ πρὸςἀνατολὰς ἀποδράντα, µὴ θαλάσσης ἐναποκρυβέντα βυθοῖς ἢ πέρασι. Φοβεῖ ται δὲ πρὸ ἐµοῦ καὶ Ναοὺµ ὁ Ἑλκεσαῖος, ἐν οἷς τὸ κατὰ Νινευῒ λῆµµα δηµοσιεύει, τὸν ζηλωτὴν Θεὸν, καὶ ἐκδικοῦντα Κύριον µετὰ θυµοῦ τοὺςὑπεν αντίους, καὶ τοσαύτῃ χρώµενον ἀποτοµίας περιουσίᾳ, ὡς µηδὲ δευτέραν ὑπολείπεσθαι κατὰ τῶν πονηρῶν ἐκδίκησιν. Ἡσαΐου µὲν γὰρ ὅταν ἀκούσω, τῷ λαῷ Σοδόµων καὶ τοῖς ἄρχουσι Γοµόῤῥας ἀπειλοῦντος, καὶ λέγοντος· Τί ἔτι πληγῆτε, προστιθέντες ἀνοµίαν; µικροῦ καὶ φρίκης πληροῦµαι, καὶ συγ χέοµαι δάκρυσιν. Οὐκ ἔστι, φησὶ, τῇ προσθήκῃ τῆς ἁµαρτίας προσθήκην πληγῆς ἐξευρεῖν· οὕτω πάντα διεξεληλύθατε, καὶ πᾶν εἶδος πληγῆς ἐκενώσατε, ἀεί τινα καινοτέραν διὰ τῆς κακίας τῆς ἑαυτῶν προ καλούµενοι. Οὐκ ἔστι τραῦµα, οὐδὲ µώλωψ, οὔτε πληγὴ φλεγµαίνουσα· ὁλοσώµατος, φησὶν, ἡ πληγὴ, ἀλλὰ καὶ ἀθεράπευτος. Οὐ γὰρ ἔστι µά λαγµα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσµους. Καὶ παρίηµι τὰ ἑξῆς τῆς ἀπειλῆς, ἵνα µὴ τῆς παρούσης ὑµῖν πληγῆς βαρύτερος γένωµαι.
1.ΙΖ
Πλὴν ἐπιγνῶµεν τοῦ κακοῦ τὴν ὑπόθεσιν. Πό θεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆ και, καὶ νοµὴ ποιµνίων ἐξέλιπεν, ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς, οὐκ ἐπλήσθη τὰ πεδία πιότητος, ἀλλὰ κατηφείας· οὐκ ἐπλήθυναν αἱ κοιλάδες σῖτον, ἀλλ' ἐκλαύσθησαν· οὐκ ἐστάλαξε τὰ ὄρη γλυκασµὸν, ὡς ὕστερον τοῖς δικαίοις, ἀλλ' ἀπεκοσµήθη καὶ ἠτι µάσθη, καὶ τὴν Γελβουὲ κατάραν ἐκ τῶν ἐναντίων ἐδέξατο; Γέγονεν ὡς τὸ ἀπ' ἀρχῆς πᾶσα ἡ γῆ, πρὶν κοσµηθῆναι τοῖς ἑαυτῆς κάλλεσιν. Ἐπεσκέψω µὲν τὴν γῆν, καὶ ἐµέθυσας αὐτὴν, ἀλλ' ἐπισκοπὴν πονηρὰν καὶ µέθην ὀλέθριον. Φεῦ τοῦ θεάµατος! ἐν καλάµῃ τὰ τῆς εὐφορίας ἡµῖν, καὶ µικροῖς λειψάνοις ἡ σπορὰ γνωρίζεται, καὶ µόλις ἀπαρχὰς Κυρίῳ τὸ θέρος ἡµῶν καρποφορεῖ, µησὶ µᾶλλον ἢ δρά γµασι καταλαµβανόµενον. Τοιοῦτος ὁ πλοῦτος τῶν ἀσεβῶν, τοιαῦτα τὰ τῶν κακῶς σπειρόντων γεώργια· ἐπιβλέψαι, ὡς ἡ παλαιὰ κατάρα, πλείονα, καὶ εἰσ ενεγκεῖν ὀλίγα· σπεῖραι, καὶ µὴ ἀµῆσαι· φυτεῦσαι, καὶ µὴ ἐκθλῖψαι· οὗ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιῆσαι κεράµιον ἕν· καὶ παρ' ἄλλοις ἀκούειν τὴν εὐκαρπίαν, αὐτοὺς ἐνδείᾳ πιεζοµένους. Πόθεν ταῦτα, καὶ τίς ἡ αἰτία τοῦ θραύσµατος; Μὴ ἀνα µείνωµεν ὑπ' ἄλλων ἐλεγχθῆναι· ἡµῶν αὐτῶν ἐξετα σταὶ γενώµεθα. Μέγα κακίας φάρµακον, καὶ ὁµολο γία, καὶ φυγὴ τοῦ πταίσµατος. Ἐγὼ πρῶτος, ὥσπερ ἀνήγγειλα τῷ λαῷ µου ἄνωθεν, καὶ τὸ τοῦ σκο ποῦ ἔργον πεπλήρωκα.( οὐ γὰρ ἔκρυψα τὴν ἐρχο µένην ῥοµφαίαν, ἵνα καὶ τὴν ἐµαυτοῦ ψυχὴν, καὶ τὰς τῶν ἀκουόντων περιποιήσωµαι)· οὕτως ἀναγγελῶ καὶ τοῦ λαοῦ µου τὴν ἀπείθειαν, ἐµαυτοῦ τὰ ἐκείνου ποιούµενος· εἴ πως ἂν οὕτω τύχοιµί τινος φιλανθρωπίας καὶ ἀναψύξεως.
1.ΙΗ
Ὁ µέν τις ἡµῶν ἐξέθλιψε πένητα, καὶ µοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τι τοῦ πλησίον ἀφέληται· καὶ µηδένα ἔχειν ἐφιλονείκησε γείτονα, ὡς µόνος οἰκήσων ἐπὶ τῆς γῆς. Ὁ δὲ τόκοις καὶ πλεονασµοῖς τὴν γῆν ἐµίανε, καὶ συνάγων ὅθεν οὐκ ἔσπειρε, καὶ θερίζων ὅπου µὴ διεσκόρπισε· γεωργῶν οὐ τὴν γῆν, ἀλλὰ τὴν χρείαν τῶν δεοµένων. Ὁ δὲ ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ τὸν πάντα δεδωκότα Θεὸν ἀπεστέρησε, καὶ γέγονεν ἀχάριστός τε ὁµοῦ καὶ ἀνόητος· οὔτε ὑπὲρ ὧν ἔσχεν εὐχαριστήσας, οὔτε τὸ µέλλον, εἰ µή τι ἄλλο, διὰ τῆς εὐγνωµοσύνης πραγµατευσάµενος. Ὁ δὲ χήραν καὶ ὀρφανὸν οὐκ ἠλέησεν, οὐδὲ µετέδωκεν ἄρτου καὶ τροφῆς ὀλίγης τῷ δεοµένῳ, µᾶλλον δὲ Χριστῷ τῷ τρεφοµένῳ διὰ τῶν καὶµικρῶς τρεφοµένων· ὁ τὰ πολλὰ ἔχων ἴσως, καὶ παρ' ἐλπίδα,( τοῦτο γὰρ ἤδη τὸ ἀδικώτατον,) καὶ ταῖς πολλαῖς ἀποθήκαις στενοχωρούµενος, καὶ τὰς µὲν πληρῶν, τὰς δὲκαθαιρῶν, ἵνα τοῖς µέλλουσι καρποῖς οἰκοδοµήσῃ µείζονας, ἀγνοῶν, ὅτι τῶν ἐλπίδων προαναρπάζεται, καὶ λόγον ὑφέξει τῆς ἐνταῦθα εὐπορίας καὶ τῆςφαντασίας, κακὸς οἰκονόµος ἀγαθῶν ἀλλοτρίων γενόµενος. Ὁ δὲ ὁδὸν ταπεινῶν ἐξέκλινε, καὶ ἐπλαγίασεν ἐν ἀδίκοις δίκαιον. Ὁ δὲ ἐµίσησεν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξατο. Ὁ δὲ ἔθυσε τῇ ἑαυτοῦ σαγήνῃ πολλὰ συναγούσῃ, καὶ τὴν ἁρπαγὴν τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ἔχων, ἢ οὐκ ἐµνήσθη Θεοῦ, ἢ κακῶς ἐµνήσθη, Εὐλογητὸς Κύριος, εἰπὼν, ὅτι πεπλουτήκαµεν· καὶ ὑπέλαβεν ἀνοµίαν, ὡς παρ' αὐτοῦ ταῦτα ἔχων, ἐξ οὗ κολασθήσεται.∆ ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὰ ταῦτα, ἢ κλείεται οὐρανὸς, ἢ κακῶς ἀνοίγεται· καὶ πολλῷ µᾶλλον, εἰ µηδὲ πληγέντες ἐπιστρεφοίµεθα, καὶ τῷ ἐγγίζοντι φυσικῶς πλησιάζοιµεν.
1.ΙΘ
Τί πρὸς ταῦτα ἐροῦµεν, οἱ σιτῶναι, καὶ σιτοκάπηλοι, καὶ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵν' εὐπορήσωµεν, καὶ ταῖς ἀλλοτρίαιςσυµφοραῖς ἐντρυφήσωµεν, καὶ κτησώµεθα, µὴ ὡς Ἰωσὴφ τὰ τῶν Αἰγυπτίων, ἐπ' οἰκονοµίᾳ µείζονι( ἐκεῖνος γὰρ ᾔδει καὶ συναγαγεῖν καὶ σιτοδοτῆσαι καλῶς, ὥσπερκαὶ προγνῶναι τὸν λιµὸν, καὶ στῆναι πρὸς αὐτὸν πόῤῥωθεν), ἀλλ' ὡς παράνοµοι τὰ τῶν ὁµοφύλων, οἱ λέγοντες· Πότε διελεύσεται ὁ µὴν, καὶ ἐµπωλήσοµεν· καὶ τὰ Σάββατα, καὶ ἀνοίξοµεν θησαυρούς; οἱ τοῖς δισσοῖς µέτροις καὶ σταθµίοις τὸ δίκαιον διαφθείροντες, καὶ τὸ µολιβδοῦν µέτρον τῆς ἀνοµίας ἐφ' ἑαυτοὺς κλίνοντες; Τί πρὸς ταῦτα ἐροῦµεν, οἱ µηδὲν πέρας εἰδότες κτήσεως· οἱ προσκυνοῦντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὥσπερ τὴν Βάαλ οἱ πάλαι, καὶ τὴν Ἀστάρτην, καὶ τὸ Χαµὼς βδέλυγµα· οἱ περιέποντες τῶν λίθων τὰς πολυτελείας καὶ διαυγείας, καὶ τῆς ἐσθῆτος τὴν µαλακήν τε καὶ περιῤῥέουσαν, σητῶν δαπάνην, καὶ λῃστῶν, καὶ τυράννων, καὶ κλεπτῶν θησαυρίσµατα· οἱ πλήθει γαυριῶντες ἀνδραπόδων καὶ τετραπόδων· οἱ τοῖς πεδίοις ἐµπλατυνόµενοι καὶ τοῖς ὄρεσι, καὶ τὰ µὲν ἔχοντες, τὰ δὲ προσλαµβάνοντες, τὰ δὲ µέλλοντες, κατὰ τὴν Σολοµόντειον βδέλλανἐµπλησθῆναι µὴ δυναµένην, ὁµοίως ᾅδῃ, καὶ γῇ, καὶ πυρὶ, καὶ ὕδατι, καὶ ζητοῦντες οἰκουµένην ἑτέραν εἰς κτῆσιν, καὶ τοῖς τοῦ Θεοῦ ὁρίοις καταµεµφόµενοιὡς µικροτέροις ἢ κατὰ τὴν ἑαυτῶν ἐπιθυµίαν καὶ ἀπληστίαν; Τί δαὶ, οἱ τοῖς ὑψηλοῖς θρόνοις ἐγκαθεζόµενοι, καὶ τὴν ἀρχικὴν σκηνὴν αἴροντες, καὶ τὴν ὀφρὺν τῶν θεάτρων ὑψηλοτέραν, καὶ µὴ λογιζόµενοι τὸν ἐπὶπᾶσι Θεὸν, καὶ τὸ ἀπρόσιτον ὕψος τῆς ἀληθινῆς βασιλείας, ἵν' ὡς ὁµοδούλων τῶν ὑπηκόων ἄρχωσιν, οἱ τῆς ἴσης δεόµενοι φιλανθρωπίας; Σκόπει δέ µοι καὶ τοὺς κατασπαταλῶντας ἐπὶ κλινῶν ἐλεφαντίνων, ὧν καλῶς ὁ θεῖος Ἀµὼς καθάπτεται, καὶ τὰ πρῶτα µύρα χριοµένους, καὶ τῇ φωνῇτῶν ὀργάνων ἐπικροτοῦντας, καὶ τῶν φευγόντων ὡς ἱσταµένων ἐξηρτηµένους· ἀλλὰ µὴ τῇ συντριβῇ τοῦ Ἰωσὴφ συναλγοῦντάς τε καὶ συµπάσχοντας· δέον χρηστοὺς εἶναι τοῖς προεµπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον· ὀλολύζειν πίτυν, ὅτι πέπτωκε κέδρος, καὶ νουθετεῖσθαι τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι, τοσοῦτον πλέονἔχοντας τῶν προειληφότων, ὅσον αὐτοὺς δι' ἐκείνων σωθῆναι, ἀλλὰ µὴ δι' αὐτῶν ἑτέρους σωφρονισθῆναι.
1.Κ
Ταῦτα συµφιλοσόφησον ἡµῖν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, καὶ πολλὴν ἐµπειρίαν τῷ µακρῷ χρόνῳ συλλεξαµένη, ἐξ ἧς σοφία γίνεται. Τούτοις τὸν λαόν σου κατάρτισαι.∆ ίδαξον διαθρύπτειν πεινῶσι τὸν ἄρτον, καὶ πτωχοὺς ἀστέγους συνάγειν, καὶ γυµνότητα περιστέλλειν, καὶ µὴ περιορᾷν τοὺς ἀφ' αἵµατος· καὶ νῦν µάλιστα, ἵν' ᾖ τὸ ἀγαθὸν ἡµῶν ἐκ τῆς χρείας, µὴ τοῦ περισσεύµατος· ᾗ µᾶλλον καρποφορίᾳ Θεὸς εὐφραίνεται, ἢ πλήθει τῆς εἰσφορᾶς καὶ µεγέθει τῆς ἐπιδόσεως. Ἐπὶ τούτοις, καὶ πρὸ τούτων, γενοῦ µοι Μωσῆς, ἢ Φινεὲς σήµερον. Στῆθι περὶ ἡµῶν, καὶ ἐξίλασαι· καὶ κοπασάτω ἡ θραῦσις, εἴτε διὰ θυσίας πνευµατικῆς, εἴτε δι' εὐχῆς καὶ λογικῆς ἐντεύξεως. Ἐπίσχες τὴν ὀργὴν Κυρίου τῇ µεσιτείᾳ· στῆσον τὴν ἀκολουθίαν τῆς µάστιγος. Οἶδεν αἰδεῖσθαι πατρὸς πολιὰν ὑπὲρ τέκνων πρεσβεύουσαν.∆ εήθητι περὶ τῆς παρελθούσης κακίας· τὸ µέλλον ἐγγύησαι. Προσάγαγε λαὸν πληγῇ καὶ φόβῳ κεκαθαρµένον. Αἴτησαι τὴν σωµατικὴν τροφήν· αἴτησαι πρὸ ταύτης καὶ τὴν ἀγγελικὴν ἐξ οὐρανοῦ καταβαίνουσαν. Ἂν τοῦτο ποιήσῃς, οἰκειώσεις Θεὸν, ἡµερώσεις οὐρανὸν, ἀποδώσεις ὑετὸν πρώιµόν τε καὶ ὄψιµον· Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡµῶν δώσει τὸν καρπὸν αὐτῆς, ἡ κάτω γε, τὸν ἐφήµερον, καὶ ὁ χοῦς ἡµῶν, τὸν αἰώνιον, ὃν ταῖς θείαιςληνοῖς ἐναποθησόµεθα διὰ σοῦ, προσάγοντος ἡµᾶς τε καὶ τὰ ἡµέτερα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν.

Intertext edge

Open linked passage

Note