Laudemsoror
Gregory of Nazianzus (gregory-of-nazianzus)Laudemsoro 1 · textus-receptusMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Textus receptus
1.1
Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυµάσοµαι· οὐ µὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς· ἀλλ' ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς· ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια µόνον, ἀλλ' ὅτι καὶ γινωσκόµενα. Καὶ τὸ πρὸς χάριν οὐ συγχωρεῖται, κἂν ἐθελήσωµεν· ἀλλὰ µέσος ἵσταται, οἷόν τις βραβευτὴς ἔντεχνος, τοῦ λόγου καὶ τῆς ἀληθείας ὁ ἀκροατὴς, οὔτε τὸ παρ' ἀξίαν ἐπαινῶν, καὶ τὸ κατ' ἀξίαν ἀπαιτῶν, ὅγε δίκαιος. Ὥστε οὐ τοῦτον ἐγὼ φοβοῦµαι τὸν φόβον, µήτι τὴν ἀλή θειαν ὑπερδράµωµεν· ἀλλὰ τοὐναντίον, µήτι τῆς ἀληθείας ἐλλείπωµεν, καὶ παρὰ πολὺ τῆς ἀξίας ἐλθόντες, ἐλαττώσωµεν τὴν δόξαν τοῖς ἐγκωµίοις· ἐπειδὴ χαλεπὸν καὶ πρᾶξιν ἐξισῶσαι καὶ λόγον τοῖς ἐκείνης καλοῖς· µήτε οὖν τι ἀλλότριον ἐπαινείσθω πᾶν, ὃ µὴ δίκαιον· µήτε ἀτιµαζέσθω τὸ οἰκεῖον, εἰ τίµιον· ἵνα µὴ τῷ µὲν κέρδος ἡ ἀλλοτριό της ᾖ, τῷ δὲ εἰς ζηµίαν περιστῇ τὸ τῆς οἰκειότητος. Ἀµφοτέρως γὰρ ἂν ὁ τοῦ δικαίου βλάπτοιτο λόγος, κἀκείνων ἐπαινουµένων, καὶ τούτων σιωπωµένων· ὅρῳ δὲ καὶ κανόνι τῇ ἀληθείᾳ χρώµενοι, καὶ πρὸς ταύτην βλέποντες µόνον, ἄλλο δὲ οὐδὲν σκοποῦντες, ὧν οἱ πολλοί τε καὶ εὔωνοι, οὕτω καὶ ἐπαινεσόµεθα καὶ σιωπησόµεθα τὰ ἐπαίνων ἢ σιωπῆς ἄξια.
1.2
Πάντων δ' ἀτοπώτατον, εἰ ἀποστερεῖν µέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ µικρὸν ἣ µεῖζον, οὐκ εὐαγὲς εἶναι θήσοµεν, ἀλλὰ καὶ πάντων κάκιστον τὴν κατὰ τῶν οἰκειοτάτων παρανοµίαν· λόγου δὲ ἀποστεροῦντες, ὃ πάντων µάλιστα τοῖς ἀγαθοῖς ἐστιν ὀφειλόµε νον, καὶ ᾧ τὴν µνήµην ἂν αὐτοῖς ἀθάνατον καταστήσαιµεν, ἔπειτα δίκαιόν τιποιεῖν οἰησόµεθα, καὶ πλείω λόγον ἕξοµεν τῶν πονηρῶν τὸ πρὸς χάριν αἰτιωµέ νων ἢ τῶν ἐπιεικῶν ἀπαιτούντων τὸ πρὸς ἀξίαν. Καὶ τοὺς µὲν ἔξωθεν ἐπαινεῖν οὐ κωλύει τὸ ἄγνωστον καὶ ἀµάρτυρον( καίτοι γε πολλῷ δικαιότερον ἦν), τοὺς γινωσκοµένους δὲ ἡ φιλία κωλύσει, καὶ ὁπαρὰ τῶν πολλῶν φθόνος, καὶ τούτων µάλιστα τοὺς ἐνθένδε ἀπηλλαγµένους, καὶ οἷς ἄωρον τὸ χαρίζεσθαι, καταλιποῦσι µετὰ τῶν ἄλλων καὶ τοὺς ἐπαι νοῦνταςἢ ψέγοντας.
1.3
Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήµεθα, καὶ ἀναγκαῖον ἡµῖν αὐτοῖς ἀπεδείξαµεν ὄντα τὸν λό γον, φέρε, προσβῶµεν ἤδη τοῖς ἐγκωµίοις, τὸ µὲν περὶτὴν λέξιν γλαφυρὸν καὶ κοµψὸν διαπτύσαντες( ἐπειδὴ καὶ ἀκαλλώπιστος ἡ ἐπαινουµένη, καὶ τοῦτο κάλλος αὐτῇ τὸ ἄκοσµον), τὴν δὲ ὀφειλοµέ νην ὁσίαν ὡς ἄλλοτι χρέος τῶν ἀναγκαιοτάτων ἀπο πληροῦντες, καὶ ἅµα τοὺς πολλοὺς εἰς ζῆλον καὶ µίµησιν τῆς αὐτῆς ἀρετῆς ἐκπαιδεύοντες, ἐπειδὴ τοῦτο ἡµῖν ἐν παντὶ καὶ λόγῳκαὶ ἔργῳ σπουδάζεται καταρτίζειν οὓς ἐπιστεύθηµεν. Ἄλλος µὲν οὖν πα τρίδα τῆς ἀπελθούσης ἐπαινείτω καὶ γένος, νόµους ἐγκωµίων αἰδούµενος· πάντως δὲ οὐκ ἀπορήσει πολλῶν καὶ καλῶν λόγων, εἰ βούλοιτο ταύτην κο σµεῖν καὶ τοῖς ἔξωθεν, ὥσπερ µορφὴν τιµίαν τε καὶ καλὴν χρυσῷ, καὶλίθοις, καὶ τοῖς ἐκ τέχνης καὶ χειρὸς ὡραΐσµασιν· ἃ τὴν µὲν αἰσχρὰν ἐλέγχει τῇ παραθέσει, τῇ καλῇ δὲ οὐ προσθήκη κάλλους ἐστὶν ἡττώµενα. Ἐγὼ δὲ τοσοῦτον τῷ περὶ ταῦτα προσ χρησάµενος νόµῳ, ὅσον τῶν κοινῶν γονέων ἐπιµνη σθῆναι( καὶ γὰρ οὐδὲ ὅσιον παραδραµεῖν ἀγαθοῦ τοσούτου γεννήτοράς τε καὶ διδασκάλους), ἐπ' αὐτὴν ὡς τάχιστα τρέψω τὸν λόγον, καὶ οὐ ζηµιώσω τῶν τὰ ἐκείνης ἐπιζητούντων τὸν πόθον.
1.∆
Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡµῶν Ἀβραὰµ, καὶ τὴν ἐφ' ἡµῶν Σάῤῥαν; Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον( καλὸν γὰρ µηδὲ τὰ ὀνόµατα παρελθεῖν, ὡς ἀρετῆς παράκλησιν), τὸν πίστει δικαιωθέντα, καὶ τὴν τῷπιστῷ συνοικήσασαν· τὸν πατέρα πολλῶν ἐθνῶν παρ' ἐλπίδα, καὶ τὴν πνευµατικῶς ὠδίνουσαν· τὸν φυ γόντα πατρῴων θεῶν δουλείαν, καὶ τὴν θυγατέρα καὶ µητέρα τῶν ἐλευθέρων· τὸν ἐξελθόντα συγγενείας καὶ οἴκου διὰ τὴν γῆν τῆς ἐπαγγελίας, καὶ τὴν αἰ τίαν τῆς ἐκδηµίας( τοῦτο γὰρ ἐκείνῃ µόνον, ἵνα τι τολµήσω, καὶ ὑπὲρ τὴνΣάῤῥαν)· τὸν παροικήσαντα καλῶς, καὶ τὴν προθύµως συµπαροικήσασαν· τὸν τῷ Κυρίῳ προσθέµενον, καὶ τὴν κύριον τὸν ἑαυτῆς ἄνδρα καὶ προσαγορεύουσαν καὶ νοµίζουσαν, καὶ µέρος τι διὰ τοῦτο δικαιωθεῖσαν· ὧν ἡ ἐπαγγελία, καὶ ὧν ὁ Ἰσαὰκ, ὅσον τὸ ἐπ' αὐτοῖς, καὶ ὧν τὸ δώρηµα.
1.Ε
Ἧς ὁ ποιµὴν ὁ καλὸς εὐξαµένης τε καὶ ὁδηγησάσης, καὶ παρ' ἧς ὁ τύπος τοῦ καλῶς ποιµαί νεσθαι· οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δαίµονας· καὶ ἧς τὸ µὴ ἁλῶν ποτε κοινωνῆσαι τοῖς ἐξ εἰδώλων· τὴν ὁµότιµον, καὶ ὁµό φρονα, καὶ ὁµόψυχον, καὶ οὐχ ἧττον ἀρετῆς καὶ τῆς πρὸς Θεὸν οἰκειώσεως ἢ σαρκὸς συζυγίαν· ἴσον µὲν µήκει βίου καὶ πολιαῖς, ἴσον δὲ φρονήσει καὶ λάµψει, κατ' ἀλλήλους ἁµιλλωµένους, καὶ τῶν λοιπῶν ὑπεραίροντας· σαρκὶ µὲν ὀλίγα κατεχοµένους, πνεύµατι δὲ µετενηνεγµένους, καὶ πρὸ τῆς διαζεύ ξεως· ὧν οὐχ ὁ κόσµος, καὶ ὧν ὁ κόσµος· ὁ µὲν ὑπερ ορώµενος, ὁ δὲ προτιµώµενος· ὧν τὸ ἀποπλου τεῖν, καὶ ὧν τὸ πλουτεῖν διὰ τὴν καλὴν πραγµα τείαν· τὰ µὲν τῇδε διαπτυόντων, τὰ δὲ ἐκεῖθεν ἀντωνουµένων· ὧν βραχὺ µὲν τὸ τῆς ζωῆς ταύτης λείψανον, καὶ ὅσον ὑπελείφθη τῇ εὐσεβείᾳ, πολλὴ δὲ ἡ ζωὴ καὶ µακραίων ᾗ προκεκµήκασιν. Ἓν ἔτι προσ θήσω τοῖς περὶ αὐτῶν λόγοις· οἳ καλῶς καὶ δικαίως ἀµφοτέροις τοῖς γένεσιν ἐµερίσθησαν· ὁ µὲν ἀνδρῶν εἶναι κόσµος, ἡ δὲ γυναικῶν, καὶ οὐ κόσµος µόνον, ἀλλὰ καὶ ἀρετῆς ὑπόδειγµα.
1.ς
Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιµον· ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρµατα· παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλεως µετὰ τῶν χρηστοτέρων ἐλπίδων. Καλὰ µὲν δὴ καὶ ταῦτα, καὶ οἷα µὴ πολλοῖς ῥᾳδίως ὑπάρχει τῶν ἐπ' εὐγενείᾳ µέγα κοµώντων, καὶ φυσωµένων τοῖς ἄνωθεν· εἰ δὲ δεῖ φιλοσοφώτερον καὶ ὑψηλότερον περὶ αὐτῆς διελθεῖν, Γοργο νίᾳ πατρὶς µὲν ἡ ἄνω Ἱερουσαλὴµ, ἡ µὴ βλεποµένη, νοουµένη δὲ πόλις, ἐνᾗ πολιτευόµεθα, καὶ πρὸς ἣν ἐπειγόµεθα· ἧς πολίτης Χριστὸς, καὶ συµπολῖται πανήγυρις καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραµµένων ἐν οὐρανοῖς, καὶ περὶ τὸν µέγαν πολιστὴν ἑορταζόντωντῇ θεωρίᾳ τῆς δόξης, καὶ χορευόντων χορείαν τὴν ἀκατάλυτον· εὐγένεια δὲ ἡ τῆς εἰκόνος τήρησις, καὶ ἡ πρὸς τὸ ἀρχέτυπον ἐξοµοίωσις, ἣν ἐργάζεται λόγος καὶ ἀρετὴ, καὶ καθαρὸς πόθος, ἀεὶ καὶ µᾶλλον µορφῶν τὰκατὰ Θεὸν, τοὺς γνησίους τῶν ἄνω µύστας, καὶ τὸ γιγνώσκειν ὅθεν, καὶ τίνες, καὶ εἰς ὃ γεγόναµεν.
1.Ζ
Οὕτως ἐγὼ περὶ τούτων γινώσκω· καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ' ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνοµάζω, κρείττονι ἢ κατὰ τοὺς πολλοὺς εὐγενείας καὶδυσγενείας κανόνι καὶ στάθµῃ χρώµενος· καὶ οὐχ αἵµασιν, ἀλλὰ τρόπῳ τινὶ ταῦτα χαρακτηρίζων· οὐδὲ κατὰ φρατρίας κρί νων τοὺς ἐπαινουµένους ἢ ψεγοµένους, ἀλλὰ καθ' ἕκα στον. Ἐν εἰδόσι δὲ ὁ λόγος ὑπὲρ τῶν ἐκείνης καλῶν, καὶ ἄλλος ἄλλο τι συνεισφερέτω, καὶ βοηθείτω τῷ λόγῳ. Ἐπειδὴ µὴ πάντα περιλαβεῖν ἑνὶ δυ νατὸν, µηδὲ τῷ λίαν δυνατῷ καὶ ἀκοὴν καὶ διά νοιαν.
1.Η
Σωφροσύνῃ µέν γε τοσοῦτον διήνεγκε, καὶ το σοῦτον ὑπερῆρε τὰς κατ' αὐτὴν ἁπάσας, ἵνα µὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστεεἰς δύο ταῦτα διῃρηµένου πᾶσι τοῦ βίου, γάµου λέγω καὶ ἀγαµίας, καὶ τῆς µὲν οὔσης ὑψηλοτέρας τε καὶ θειοτέρας, ἐπιπονωτέρας δὲ καὶ σφαλερωτέ ρας, τοῦδὲ ταπεινοτέρου τε καὶ ἀσφαλεστέρου, ἀµφο τέρων φυγοῦσα τὸ ἀηδὲς, ὅσον κάλλιστόν ἐστιν ἐν ἀµφοτέροις ἐκλέξασθαι, καὶ εἰς ἓν ἀγαγεῖν, τῆς µὲν τὸ ὕψος, τοῦ δὲτὴν ἀσφάλειαν, καὶ γενέσθαι σώ φρων ἄτυφος, τῷ γάµῳ τὸ τῆς ἀγαµίας καλὸν κεράσασα, καὶ δείξασα, ὅτι µήθ' ἕτερον τούτων ἢ Θεῷ πάντως, ἢ κόσµῳ συνδεῖ, καὶ διίστησι πάλιν· ὥστε εἶναι τὸ µὲν παντὶ φευκτὸν κατὰ τὴν ἰδίαν φύσιν, τὸ δὲ τελέως ἐπαινετόν· ἀλλὰ νοῦς ἐστιν ὁ καὶ γάµῳ καὶ παρθενίᾳ καλῶς ἐπιστατῶν, καὶ, ὥσπερ ὕλη τις, ταῦτα τῷ τεχνίτῃ Λόγῳ ῥυθµίζεται καὶ δηµιουργεῖται πρὸς ἀρετήν. Οὐ γὰρ ἐπεὶ σαρκὶ συν ήφθη, διὰ τοῦτο ἐχωρίσθη τοῦ πνεύµατος· οὐδ' ὅτι κεφαλὴν ἔσχε τὸν ἄνδρα, διὰ τοῦτο τὴν πρώτην κε φαλὴν ἠγνόησεν· ἀλλ' ὀλίγα λειτουργήσασα κόσµῳ καὶ φύσει, καὶ ὅσον ὁ τῆς σαρκὸς ἐβούλετο νόµος, µᾶλλον δὲ ὁ τῇ σαρκὶ ταῦτα νοµοθετήσας, Θεῷ τὸ πᾶνἑαυτὴν καθιέρωσεν. Ὃ δὲ κάλλιστον καὶ σεµνότατον, ὅτι καὶ τὸν ἄνδρα πρὸς ἑαυτῆς ἐποιήσατο, καὶ οὐ δεσπότην ἄτοπον, ἀλλ' ὁµόδουλον ἀγαθὸν προσεκτήσατο. Οὐ µόνον δὲ, ἀλλὰ καὶ τὸν τοῦ σώµατος καρπὸν, τὰ τέκνα λέγω, καὶ τέκνα τέκνων, καρπὸν τοῦ πνεύµατος ἐποιήσατο, γένος ὅλον καὶ οἰκίαν ὅλην ἀντὶµιᾶς ψυχῆς Θεῷ καθαγνίσασα, καὶ ποιήσασα γάµον ἐπαινετὸν διὰ τῆς ἐν γάµῳ εὐαρεστήσεως, καὶ τῆς καλῆς ἐντεῦθεν καρποφορίας· ἑαυτὴν µὲν, ἕως ἔζη, ὑπόδειγµα καλοῦ παντὸς τοῖς ἐξ ἑαυτῆς προστήσασα· ἐπεὶ δὲ προσεκλήθη, τὸ θέληµα τῷ οἴκῳ µετ' αὐτὴν ἐγκαταλιποῦσα σιωπῶσαν παραί νεσιν.
1.Θ
Ὁ µὲν δὴ θεῖος Σολοµὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιµίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇἔξω περιπλανωµένῃ, καὶ ἀκρατήτῳ, καὶ ἀτίµῳ, καὶ τιµίων ψυχὰς ἀγρευούσῃ ἐν πορνικοῖς καὶ σχήµασι καὶ ὀνόµασι, τὴν ἔσω καλῶς ἀναστρεφοµένην, καὶ ἀνδριζοµένην τὰ γυναικὸς, πρὸς ἄτρακτον µὲν ἀεὶ τὰς χεῖρας ἐρείδουσαν, καὶ δισσὰς τῷ ἀνδρὶ χλαίνας παρασκευάζουσαν· ὠνουµένην δὲ κατὰ καιρὸν γεώργιον, σιτηγοῦσαν δὲ καλῶς τοῖς οἰκέταις, πλήρει δὲ τραπέζῃ τοὺς φίλους δεξιουµένην, καὶ τἄλλα ὅσα τὴν σώφρονακαὶ φιλεργὸν ἐκεῖνος ἀνύµνη σεν. Ἐγὼ δὲ εἰ ἀπὸ τούτων ἐπαινοίην τὴν ἀδελ φὴν, ἀπὸ τῆς σκιᾶς ἂν ἐπαινοίην τὸν ἀνδριάντα, ἢ ἀπὸ τῶν ὀνύχων τὸν λέοντα, παρεὶς τὰ µείζω καὶ τελεώτερα. Τίς µὲν ἦν φαίνεσθαι µᾶλλον ἀξία; Τίς δὲ ἧττον ἐφάνη, καὶ ἀπρόσιτον ἐτήρησεν ἑαυτὴν ἀνδρῶν ὄψεσιν; Τίς µᾶλλον ἔγνω µέτρα κατηφείας τε καὶ φαιδρότητος, ὡς µήτε τὸ κατηφὲς ἀπάν θρωπον δοκεῖν, µήτε τὸ καθ' ἁπαλὸν ἀκόλαστον, ἀλλὰ τὸ µὲν συνετὸν, τὸδὲ ἥµερον, καὶ ὅρον τοῦτο εἶναι κοσµιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ ἀναστήµατι; Ἀκούετε τῶν γυναικῶν ὅσαι λίαν ἐπι δεικτικαὶ καὶ ῥᾴθυµοι, καὶ τὸ κάλυµµα τῆς αἰ δοῦς ἀτιµάζουσαι. Τίς µὲν οὕτως ὀφθαλµὸν ἐσωφρό νισεν; Τίς δὲ τοσοῦτον γέλωτος κατεγέλασεν, ὡς µέγα δοκεῖν ἐκείνῃ καὶ ὁρµὴν µειδιάµατος; Τίς µᾶλλον ἀκοῇ θύρας ἐπέθηκεν; τίς δὲ τοῖς θείοις λόγοις ἠνέῳξε, µᾶλλον δὲ, τίς νοῦν ἐπέστησεν ἡγεµόνα γλώσσῃ λαλεῖν τὰ τοῦ Θεοῦ δικαιώµατα; Τίς τάξιν οὕτως ἐστείλατο χείλεσιν;
1.Ι
Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν· ὃ τῇ µὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀλη θῶς καὶ κόσµιαι τὸν τρόπον· µέγα δὲ δοκεῖν πεποιήκα σιν αἱ λίαν φιλόκοσµοι καὶ φιλόκαλοι καὶ οὐδὲ λόγῳ καθ αιρόµεναι τῶν τὰ τοιαῦτα ἐκπαιδευόντων. Οὐ χρυσὸς ἐκείνην ἐκόσµησε τέχνῃ πονηθεὶς εἰς κάλλους περιουσίαν, οὐ ξανθαὶ πλοκαµίδες διαφαινόµεναί τε καὶ ὑποφαινόµεναι, καὶ βοστρύχων ἕλικες, καὶ σο φίσµατα σκηνοποιούντων τὴν τιµίαν κεφαλὴν ἀτι µότατα, οὐκ ἐσθῆτος περιῤῥεούσης καὶ διαφανοῦς πολυτέλεια, οὐ λίθων αὐγαὶ καὶ χάριτες χρωννῦσαιτὸν πλησίον ἀέρα, καὶ τὰς µορφὰς περιλάµπου σαι· οὐ ζωγράφων τέχναι καὶ γοητεύµατα, καὶ τὸ εὔωνον κάλλος, καὶ ὁ κάτωθεν πλάστης ἀντι δηµιουργῶν, καὶ κατακρύπτων τὸ τοῦ Θεοῦ πλάσµαἐπιβούλοις χρώµασι, καὶ διὰ τῆς τιµῆς αἰσχύνων, καὶ προτιθεὶς τὴν θείαν µορφὴν εἴδωλον πορνικὸν λίχνοις ὄµµασιν, ἵνα κλέψῃ τὸ νόθον κάλλος τὴν φυ σικὴνεἰκόνα τηρουµένην Θεῷ καὶ τῷ µέλλοντι. Ἀλλὰ πολλοὺς µὲν ᾔδει καὶ παντοίους γυναικῶν κόσµους τοὺς ἔξωθεν, τιµιώτερον δὲ οὐδένα τοῦ ἑαυτῆς τρόπου, καὶ τῆς ἔνδον ἀποκειµένης λαµπρότητος. Ἓν µὲν ἔρευθος ἐκείνῃ φίλον, τὸ τῆς αἰδοῦς· µία δὲ λευκότης, ἡ παρὰ τῆς ἐγκρατείας. Τὰς δὲ γρα φὰς καὶ ὑπογραφὰς, καὶ τοὺς ζῶντας πίνακας, καὶ τὴν ῥέουσαν εὐµορφίαν, ταῖς ἐπὶ θεάτρων παρῆκε καὶ τῶν τριόδων, καὶ ὅσαιςαἰσχύνη καὶ ὄνειδος τὸ αἰσχύνεσθαι.
1.ΙΑ
Ταῦτα µὲν δὴ τοιαῦτα· τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγµατα, πλὴν τῶν ἐκεί νης καὶ κατὰ σάρκα καὶκατὰ πνεῦµα πατέρων, πρὸς οὓς µόνους ὁρῶσα, καὶ ὧν οὐδὲν ἐλαττουµένη τὴν ἀρετὴν, ἑνὶ τούτῳ καὶ µόνον ἡττᾶτο καὶ πάνυ προθύµως, ὅτι παρ' ἐκείνων τὸἀγαθὸν, κἀκείνους ῥίζαν καὶ ᾔδει καὶ ὡµολόγει τῆς οἰκείας ἐλλάµψεως. Τί µὲν τῆς διανοίας ἐκείνης ὀξύτερον, ἥν γε καὶ κοι νὴν σύµβουλον οὐχ οἱ ἐκ γένους µόνον, οὐδ' οἱ ἐκ τοῦ αὐτοῦ λαοῦ, καὶ τῆς µιᾶς µάνδρας, ἀλλὰ καὶοἱ κύκλῳ δὲ πάντες ἐγίνωσκον, καὶ νόµον ἄλυτον τὰς ἐκείνης ἐποιοῦντο ὑποθήκας καὶ παραινέσεις; Τί δὲ τῶν λόγων ἐκείνων εὐστοχώτερον; τί δὲ τῆς σιωπῆς συνετώτερον; Ἀλλ' ἐπειδή γε σιω πῆς ἐµνήσθην, προσθήσω τὸ οἰκειότατον ἐκείνης, καὶ γυναιξὶ πρεπωδέστατον, καὶ τῷ παρόντι καιρῷ χρησιµώτατον. Τίς µὲν ἔγνω τὰ περὶ Θεοῦ µᾶλλον ἔκ τε τῶν θείων λογίων καὶ τῆς οἰκείας συνέσεως; Τίς δὲ ἧττον ἐφθέγξατο ἐν τοῖς γυναικείοις ὅροις τῆς εὐσεβείας µείνασα; Ὃ δ' οὖν ὠφείλετο τῇ γε ἀληθῶς εὐσεβεῖν ἐγνωκυίᾳ, καὶ οὗ καλὴ µόνον ἡ ἀπληστία, τίς µὲν ἀναθήµασιν οὕτω ναοὺς κατεκόσµησεν, ἄλλους τε καὶ τὸνοὐκ οἶδ' εἰ µετ' ἐκείνην κοσµηθησόµενον; Μᾶλλον δὲ, τίς οὕτω ναὸν ἑαυτὸν τῷ Θεῷ ζῶντα παρέστησεν; Τίς δὲ το σοῦτον ἐδόξασεν ἱερέας, ἄλλους τε καὶ τὸν ἐκεί νῃ τῆς εὐσεβείας συναγωνιστὴν καὶ διδάσκαλον, οὗ τὰ καλὰ σπέρµατα καὶ ἡ καθιερωµένητῶν τέκνων τῷ Θεῷ συζυγία;
1.ΙΒ
Τίς δὲ τὸν οἶκον ἑαυτῆς µᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτί ζουσαν; Καὶ ὃ τούτου µεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τῇ αἰδοῖ καὶ τοῖς κατὰ Θεὸν διαβήµασιν; Καὶ τὰ ἐπὶ τούτοις, τίς µὲν νοῦν ἔδειξεν ἀπαθέστε ρον ἐν τοῖς πάθεσι; τίς δὲ συµπαθεστέραν ψυχὴν τοῖς κάµνουσι; τίς χεῖρα δαψιλεστέραν τοῖς δεοµέ νοις; Ὡς ἔγωγε καὶ τὰ τοῦ Ἰὼβ ἂν ἐπ' αὐτὴν θαῤῥήσας καλλωπισαίµην· Θύρα δὲ αὐτῆς παντὶ ἐλθόντι ἠνέῳκτο· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος. Ὀφθαλµὸς ἦν τυφλῶν, ποῦς δὲ χωλῶν, µήτηρ δὲ ὀρφανῶν. Τῆς δὲ εἰς χήρας εὐσπλαγχνίας τί χρὴ µεῖζον εἰπεῖν, ἢ ὅτι τὸ µὴ χήρα κληθῆναι καρπὸν ἠνέγκατο; Κοινὸν µὲν ἦν ἡ ἐκείνης ἑστία τοῖς πενο µένοις ἀφ' αἵµατος καταγώγιον· κοινὰ δὲ τὰ ὄντα πᾶσι τοῖς δεοµένοις οὐχ ἧττον ἢ ἑκάστοις τὰ ἑαυτῶν. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι· καὶ διὰ τὸ τῆς ἐπαγγελίας ἄπτωτον καὶ ἀψευδέστατον πολλὰ ταῖς ἐκεῖθεν ληνοῖς ἐναπέθετο, πολλὰ Χριστὸν καὶ διὰ πολλῶν τῶν εὖ παθόντων ἐδεξιώσατο· καὶ τὸ κάλλι στον, ὅτι µὴ τὸ δοκεῖν παρ' αὐτῇ πλεῖον τῆς ἀλη θείας· ἀλλ' ἐν τῷ κρυπτῷ καλῶς ἐγεώργει τῷ βλέποντι τὰ κρυπτὰ τὴν εὐσέβειαν. Πάντα τοῦ κοσµο κράτορος ἥρπασεν· πάντα µετήνεγκεν εἰς τὰς ἀσφα λεῖς ἀποθήκας. Οὐδὲν ἀφῆκε τῇ γῇ πλὴν τοῦ σώµα τος. Πάντων ἠλλάξατο τὰς ἐκεῖθεν ἐλπίδας· ἕνα τοῖς παισὶ πλοῦτον ἀφῆκε, τὴν µίµησιν καὶ τὴν ἐπὶ τού τοις φιλοτιµίαν.
1.ΙΓ
Καὶ οὐ τὰ µὲν τῆς µεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶµα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶκαὶ σπαράττοντι, ὡς ἂν θαῤῥοῦσα ταῖς εὐποιίαις, ὅπερ πάσχουσιν οἱ πολλοὶ, τῆς εἰς τοὺς πέ νητας εὐσπλαγχνίας τὸ τρυφᾷν ἐξωνούµενοι, καὶ οὐ καλῷ τὸκακὸν ἰώµενοι, καλοῦ δὲ τὸ φαῦλον ἀντιλαµβάνοντες· ἢ νηστείαις µὲν τὸν χοῦν κατεπάλαισεν, ἑτέρῳ δὲ τὸ τῆς χαµευνίας παρῆκε φάρµακον· ἢ τοῦτο µὲν ἐξεῦρε τῇ ψυχῇ τὸ βοήθηµα, ὕπνῳ δὲ µέτρον ἧττον ἑτέρου τινὸς ἐπέθηκεν· ἢ τοῦτο µὲν ἐνοµοθέτησεν ὥσπερ ἀσώµατος, ἐκλίθη δὲ εἰς γῆν, ἑτέρων παννυχιζόντων ἐν ὀρθῷ σώµατι, ὃ δὴ µάλιστα φιλοσόφων ἀνδρῶν τὸ ἀγώνισµα· ἢ τοῦτο µὲν οὐ µόνον γυναικῶν, ἀλλὰ καὶ ἀνδρῶν ὤφθη τῶν γενναιοτάτων ἀνδρικώτερα, ψαλµῳδίας δὲ τόνον ἔµφρονα, ἢ θείων λογίων ἔντευξιν, ἢἀνάπτυ ξιν, ἢ µνήµην εὔκαιρον, ἢ κλίσιν γονάτων κατ εσκληκότων, ἢ ὥσπερ τῷ ἐδάφει συµπεφυκότων, ἢ δάκρυον ῥύπου καθάρσιον ἐν καρδίᾳ συντετριµµένῃκαὶ πνεύµατι ταπεινώσεως, ἢ εὐχὴν ἄνω τιθεῖσαν, καὶ νοῦν ἀπλανῆ καὶ µετάρσιον· ταῦτα πάντα, ἢ τούτων τί ἐστιν ὅστις ἀνδρῶν ἢ γυναικῶν ἐκείνην ὑπερβεβηκέναι καυχήσαιτο; Ἀλλ' ἐκεῖ νο µέγα µὲν εἰπεῖν, ἀληθὲς δὲ, ὅτι τὸ µὲν ἐζήλου τῶν καλῶν, τοῦ δὲ ἦν ζῆλος· καὶ τὸ µὲν εὗρε, τὸ δὲ ἐνίκησεν. Καὶ εἰ καθ' ἕν τι τούτων ἔσχε τὸ ἁµιλλώ µενον, ἀλλὰ τῷ γε µία τὰ πάντα συλλαβεῖν, πάντων ἐκράτησεν. Οὕτω µὲν τὰ πάντα κατορθώ σασα, ὡς οὐδεὶς ἄλλος ἓν καὶ µετρίως· οὕτω δ' εἰς ἄκρον ἕκαστον, ὥστε καὶ ἀντὶ πάντων ἓν ἐξαρκεῖν καὶ µόνον.
1.Ι∆
Ὢ πιναροῦ σώµατος καὶ ἐνδύµατος, ἀρετῇ µόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶµα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! µᾶλλον δὲσώµατος βιασαµένου νεκρωθῆναι καὶ πρὸ τῆς διαζεύξεως, ἵν' ἐλευθερίαν λάβῃ ψυχὴ, καὶ µὴ παραποδίζηται ταῖς αἰσθήσεσιν! Ὢ νυκτῶν ἀΰπνων, καὶ ψαλµῳδίας, καὶ στάσεως ἐξ ἡµέρας εἰς ἡµέραν ἀπο ληγούσης! Ὢ∆ αβὶδ, ταῖς πισταῖς µόνον ψυχαῖς οὐ µακρὰ µελῳδήσας! Ὢ µελῶν ἁπαλότητος ἐπὶ γῆς ἐῤῥιµµένων, καὶ παρὰτὴν φύσιν τραχυνοµένων! Ὢ πηγαὶ δακρύων σπειροµένων ἐκ θλίψεως, ἵν' ἐν ἀγαλλιάσει θερίσαιεν! Ὢ βοῆς νυκτερινῆς νε φέλας διερχοµένης, καὶ φθανούσηςπρὸς τὸν οὐρά νιον! Ὢ θερµότητος πνεύµατος, κυνῶν κα τατολµώσης νυκτερινῶν δι' ἐπιθυµίαν εὐχῆς, καὶ κρυµῶν, καὶ ὑετῶν, καὶ βροντῶν, καὶ χαλάζης, καὶἀωρίας! Ὢ γυναικεία φύσις τὴν ἀνδρείαν νικήσασα διὰ τὸν κοινὸν ἀγῶνα τῆς σωτηρίας, καὶ σώµατος διαφορὰν οὐ ψυχῆς τὸ θῆλυ καὶ τὸ ἄῤῥεν ἐλέγξασα! Ὢ τῆςµετὰ λουτρὸν ἁγνείας, καὶ τῆς νύµφης Χριστοῦ ψυχῆς ἐν καθαρῷ νυµφῶνι τῷ σώµατι! Ὢ πικρὰ γεῦσις, καὶ Εὔα µῆτερ καὶ γένους καὶ ἁµαρ τίας, καὶ ὄφι πλάνεκαὶ θάνατε, τῇ ἐκείνης ἐγκρα τείᾳ νενικηµένα! Ὢ Χριστοῦ κένωσις, καὶ δού λου µορφὴ, καὶ παθήµατα, τῇ ἐκείνης νεκρώσει τετι µηµένα!
1.ΙΕ
Ὤ! πῶς ἢ καταριθµήσοµαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς µὴ ζηµιώσω τοὺς ἀγνο οῦντας; Ἀλλά µοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχειρα· καὶ γάρ µοι ποθεῖν πά λαι δοκεῖτε καὶ ζητεῖν ἐν τῷ λόγῳ, οἱ τὰ ἐκείνης καλῶς εἰδότες, οὐ τὰ παρόντα µόνον, οὐδὲ οἷς νῦν ἐκεῖθεν ἀγάλλεται, ἃ κρείττωκαὶ διανοίας, καὶ ἀκοῆς ἀνθρωπίνης, καὶ ὄψεως, ἀλλὰ καὶ οἷς ἐντεῦθεν αὐτὴν ὁ δίκαιος µισθαποδότης ἠµείψατο· ἐπεὶ καὶ τοῦτο ποιεῖ πολλάκις εἰς οἰκοδοµὴν τῶν ἀπίστων, τοῖς µι κροῖς τὰ µεγάλα πιστούµενος, καὶ τοῖς ὁρωµένοις τὰ µὴ ὁρώµενα. Ἐρῶ δὲ τὰ µὲν γνώριµα τοῖς πᾶσι, τὰ δὲ ἀπόῤῥητα τοῖς πολλοῖς· καὶ τοῦτο ἐκεί νης φιλοσοφησάσης, τὸ µὴ καλλωπίζεσθαι τοῖς χαρίσµασιν. Ἴστε τὰς µανείσας ἡµιόνους, καὶ τὴν συναρπαγὴν τοῦ ὀχήµατος, καὶ τὴν ἀπευκτὴν ἐκεί νην περιτροπὴν, καὶ τὴν ἄτοπον ἕλξιν, καὶ τὰ πο νηρὰσυντρίµµατα, καὶ τὸ γενόµενον ἐντεῦθεν σκάν δαλον τοῖς ἀπίστοις, εἰ οὕτω δίκαιοι παραδίδονται, καὶ τὴν ταχεῖαν τῆς ἀπιστίας διόρθωσιν· ὅτι πάντα συντριβεῖσα καὶ συγκοπεῖσα καὶ ὀστᾶ καὶ µέλη, καὶ ἀφανῆ καὶ φαινόµενα, καὶ οὔτε ἰατρὸν ἄλλον πλὴν τοῦ παραδόντος ἠνέσχετο· ὁµοῦ µὲν καὶ ὄψιν ἀνδρῶν αἰδουµένη καὶ χεῖρας( τὸ γὰρ κόσµιον κἀν τοῖς πά θεσι διεσώσατο)· ὁµοῦ δὲ καὶ τὴν ἀπολογίαν ζητοῦσα παρὰ τοῦ ταῦτα παθεῖν συγχωρήσαντος, οὔτε παρ' ἄλλου τινὸς ἢ ἐκείνου τῆς σωτηρίας ἔτυχεν· ὡς µὴ µᾶλλον ἐπὶ τῷ πάθει πληγῆναί τινας, ἢ ἐπὶ τῷ παραδόξῳ τῆς ὑγιείας καταπλαγῆναι, καὶ διὰ τοῦτο δόξαι συµβῆναι τὴν τραγῳδίαν, ἵν' ἐνδοξασθῇτοῖς πάθεσι· παθοῦσα µὲν ὡς ἄνθρωπος, ἰαθεῖσα δὲ ὑπὲρ ἄνθρωπον, καὶ διήγηµα δοῦσα τοῖς ὕστερον, µέγιστον µὲν εἰς ἀπόδειξιν τῆς ἐν τοῖς πάθεσι πίστεως καὶ τῆςπρὸς τὰ δεινὰ καρτερίας, µεῖζον δὲ τῆς τοῦ Θεοῦ περὶ τοὺς τοιούτους φιλανθρωπίας. Τῷ γὰρ, Ὅτ' ἂν πέσῃ οὐ καταῤῥαχθήσεται, περὶ τοῦ δικαίου καλῶς εἰρηµένῳ, προσετέθη καινότερον, τὸ κἂν καταῤῥαγῇ, τάχιστα ὀρθωθήσεται, καὶ δοξασθήσεται. Εἰ γὰρ παρὰ τὸ εἰκὸς ἔπαθεν, ἀλλὰ καὶ ὑπὲρ τὸ εἰκὸς ἐπανῆλθε πρὸς ἑαυτὴν, ὡς µικροῦ κλαπῆναι τῇ ὑγιείᾳ τὸ πάθος, καὶ περιφανεστέραν γενέσθαιτὴν θεραπείαν ἢ τὴν πληγήν.
1.Ις
Ὢ συµφορᾶς ἐπαινουµένης καὶ θαυµασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ µοτώσει, καὶ ὑγιάσει, καὶ µετὰ τρεῖς ἡµέραςἀναστήσει, φέροντος µὲν εἰς µεῖζον καὶ µυστι κώτερον, ὥσπερ οὖν ἤνεγκεν, οὐχ ἧττον δὲ τοῖς ταύ της ἁρµόζοντος πάθεσι! Τοῦτο µὲν οὖν, ὃ πᾶσι πρόδηλον καὶτοῖς πόῤῥωθεν, ἐπεὶ καὶ εἰς πάντας τὸ θαῦµα διῆλθε, καὶ ἐν ταῖς πάντων κεῖται γλώσ σαις καὶ ἀκοαῖς τὸ διήγηµα µετὰ τῶν ἄλλων τοῦ Θεοῦ θαυµασίων τεκαὶ δυνάµεων. Τὸ δὲ µέχρι νῦν ἀγνο ούµενον τοῖς πολλοῖς καὶ κρυπτόµενον δι' ἣν εἶπον φιλοσοφίαν, καὶ τὸ τῆς εὐσεβείας ἄτυφόν τε καὶ ἀκαλλώπιστον, εἴπω κελεύεις, ὦ ποιµένων ἄριστε καὶ τελεώτατε, ὁ τοῦ ἱεροῦ προβάτου ἐκείνου ποι µὴν, καὶ τοῦτο νεύεις λοιπόν; Ἐπειδὴ καὶ µόνοι τὸ µυστήριον ἐπιστεύθηµεν, καὶ µάρτυρες ἀλλήλοις ἐσµὲν τοῦ θαύµατος· ἢ ἔτι τῇ ἀπελθούσῃ τὴν πίστιν φυλάξωµεν; Ἀλλά µοι δοκεῖ, ὥσπερ τότε καιρὸς εἶναι τῆς σιωπῆς, οὕτω νῦν τῆς ἐξαγορεύσεως, οὐ µόνον εἰς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ καὶ εἰς παράκλησιν τῶνἐν θλίψεσιν.
1.ΙΖ
Ἔκαµνεν αὐτῇ τὸ σῶµα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων· πύρωσις µὲν ἀθρόα παντὸς τοῦ σώµατος, καὶ οἷον βρασµός τις, καὶ ζέσις αἵµατος, εἶτα πῆξις τούτου, καὶ νάρκη, καὶ ὠχρίασις ἄπιστος, καὶ νοῦ καὶµελῶν παράλυσις· καὶ τοῦτο οὐκ ἐκ µακρῶν τῶν διαστηµάτων, ἀλλ' ἦν ὅτε καὶ λίαν συνεχῶς· καὶ τὸ κακὸν οὐκ ἀνθρώπινον ἐνοµίζετο, καὶ οὔτε ἰατρῶν ἤρκουν τέχναι λίαν ἐπιµελῶς διασκεπτοµένων περὶ τοῦ πάθους, καὶ καθ' ἑαυτὸν ἑκάστου, καὶσὺν ἀλλή λοις, οὔτε γονέων δάκρυα, πολλὰ πολλάκις δεδυνηµένα, οὔτε πάνδηµοι λιταὶ καὶ ἱκεσίαι, ἃς, ὡς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ἕκαστος, ἐποιοῦντο πᾶς ὁ λαός· καὶ γὰρ ἦν ἅπασι σωτηρία τὸ ἐκείνην σώζεσθαι, ὥσ περ τοὐναντίον, πάθος κοινὸν τὸ τῇ ἀῤῥωστίᾳ κα κοπαθεῖν.
1.ΙΗ
Τί οὖν ἡ µεγάλη καὶ τῶν µεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους; Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν πάντων ἰατρὸν καταφεύγει, καὶ νυκτὸς ἀωρίαν τηρήσασα, µικρὸν ἐνδούσης αὐτῇ τῆς νόσου, τῷθυσιαστηρίῳ προσπίπτει µετὰ τῆς πίστεως, καὶ τὸν ἐπ' αὐτῷ τιµώµενον ἀνακαλουµένη µεγάλῃ τῇ βοῇ, καὶ πάσαις ταῖς κλήσεσι, καὶ πασῶν αὐτὸν τῶνπώποτε δυνάµεων ὑποµνήσασα( σοφὴ γὰρ ἐκείνη καὶ τὰ παλαιὰ καὶ τὰ νέα), τέλος εὐσεβῆ τινα καὶ καλὴν ἀναισχυντίαν ἀναισχυντεῖ· µιµεῖται τὴν τοῖς κρασπέδοις Χριστοῦ ξηράνασαν πηγὴν αἵµατος. Καὶ τί ποιεῖ; τῷ θυσιαστηρίῳ τὴν κεφαλὴν ἑαυτῆς προσ θεῖσα µετὰ τῆς ἴσης βοῆς, καὶ δάκρυσι τοῦτο πλουσίοις, ὥσπερ τις πάλαι τοὺς πόδας Χριστοῦ καταβρέχουσα, καὶ µὴ πρότερον ἀνήσειν ἢ τῆς ὑγιείας τυχεῖν ἀπειλοῦσα· εἶτα τῷ παρ' ἑαυτῆς φαρµάκῳ τούτῳ τὸ σῶµα πᾶν ἐπαλείφουσα, καὶ εἴ πού τι τῶν ἀντιτύπων τοῦ τιµίου σώµατος ἢ τοῦ αἵµατος ἡ χεὶρ ἐθησαύρισεν, τοῦτο καταµιγνῦσα τοῖς δά κρυσιν,( ὢ τοῦ θαύµατος!) ἀπῆλθεν εὐθὺς αἰσθοµένη τῆς σωτηρίας, κούφη καὶ σῶµα, καὶ ψυχὴν, καὶ διάνοιαν, µισθὸνἐλπίδος λαβοῦσα τὸ ἐλπιζόµενον, καὶ τῇ τῆς ψυχῆς εὐρωστίᾳ κοµισαµένη τὴν τοῦ σώµατος. Ταῦτα µεγάλα µὲν, οὐ ψευδῆ δέ. Τούτοις πιστεύετε ἅπαντες, καὶ νοσοῦντες, καὶ ὑγιαίνοντες· ἵν' οἱ µὲν ἔχητε τὴν ὑγίειαν, οἱ δὲ ἀπολάβητε. Καὶ ὅτι µὴ κόµπος τὸ διήγηµα, δῆλον ἐξ ὧν ζώσης κατασιγήσας, νῦν ἐξεκάλυψα· καὶ οὐδ' ἂν νῦν ἐδη µοσίευσα, εὖ ἴστε, εἰ µή τις ἔσχε µε φόβος θαῦµα τοσοῦτον κατακρύψαι καὶ πιστοῖς καὶ ἀπίστοις, καὶ τοῖς νῦν καὶ τοῖς ὕστερον.
1.ΙΘ
Τὰ µὲν δὴ τοῦ βίου τοιαῦτα· καὶ τὰ πλείω πα ραλελοίπαµεν διὰ τὴν συµµετρίαν τοῦ λόγου, καὶ τοῦ µὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφηµίαν· τάχα δ' ἂν ἀδικοίηµεν τελευτὴν ὁσίαν καὶ περιβόητον, εἰ µὴ καὶ τῶν ταύτης καλῶν ἐπιµνησθείηµεν· καὶ ταῦτα οὕτως ἐκείνης ποθουµένης τε καὶ ζητουµένης. Μνησθήσοµαι δὲ, ὡς ἂν οἷόν τε ᾖ συντοµώτατα. Ἐπόθει µὲν τὴν ἀνάλυσιν( καὶ γὰρ εἶχε πολλὴν πρὸς τὸν καλοῦντα τὴν παῤῥησίαν), καὶ τὸ σὺν Χριστῷ εἶναι πάντων προετίθει τῶν ὑπὲρ γῆς· καὶ οὐ δεὶς οὕτως ἐρᾷ σώµατος τῶν λίαν ἐρωτικῶν τε καὶ δυσκαθέκτων, ὡς ἐκείνη τὰς πέδας ἀποῤῥίψασα ταύ τας, καὶ τὴν ἰλὺν ὑπερβᾶσα, µεθ' ἧςβιωτεύοµεν, µετὰ τοῦ καλοῦ καθαρῶς γενέσθαι, καὶ τὸν ἐρώµενον ἀπολαβεῖν ὅλον, προσθήσω δ' ὅτι καὶ τὸν ἐραστὴν, οὗ νῦν µικραῖς ἐλλαµπόµεθα ταῖς αὐγαῖς, καὶ ὅσον γινώσκειν, οὗ κεχωρίσµεθα.∆ ιαµαρτάνει δὲ οὐδὲ ταύτης τῆς ἐπιθυµίας, οὕτως οὔσης ἐνθέου καὶ ὑψη λῆς, καὶ ὃ τούτου µεῖζόν ἐστι, προαπολαύει τοῦ καλοῦ διὰ τῆς προγνώσεως καὶτῆς πολλῆς ἀγρυ πνίας. Ταύτην εἷς ὕπνος τῶν ἡδίστων ἀµείβεται, καὶ ὄψις µία προθεσµίᾳ περιλαβοῦσα τὴν ἐκδη µίαν, καὶ τὴν ἡµέραν ταύτην γνωρίσασα, ὡς ἂν τὸ ἑτοιµασθῆναικαὶ µὴ ταραχθῆναι τοῦ Θεοῦ πρυ τανεύοντος.
1.Κ
Αὐτῇ µὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λα βόντες ἔχοµεν. Μᾶλλον δὲ πᾶς ὁ βίος κάθαρσις ἦν αὐτῇ καὶ τελείωσις· καὶ τὸ µὲν τῆς ἀναγεννήσεως εἶχεν ἐκ τοῦ Πνεύµατος, τὸ δ' ἀσφαλὲς ταύτης ἐκ τῶν προβεβιωµένων. Καὶ µόνῃ σχεδὸν, ἵν' εἴπω τολµήσας, σφραγὶς, ἀλλ' οὐ χάρισµα ἦν τὸ µυστήριον. Ἓν δὲ τοῖς πᾶσι προστεθῆναι ζητοῦσα τὴν τοῦ ἀνδρὸς τελείωσιν( βούλεσθε γράψω τὸν ἄνδρα συντόµως; ἀνδρὸς ἐκείνης, καὶ οὐκ οἶδ' ὅ τι χρὴ πλέον εἰπεῖν), ἵν' ὅλῳ τῷ σώµατι Θεῷ καθιερωθῇ, καὶ µὴ ἐξ ἡµι σείας ἀπέλθῃ τετελεσµένη, µηδ' ὑπολείπηταί τιτῶν ἑαυτῆς ἀτελὲς, οὐδὲ ταύτης διαµαρτάνει τῆς δεήσεως παρὰ τοῦ θέληµα τῶν φοβουµένων αὐτὸν ποιοῦντος, καὶ εἰς πέρας ἄγοντος τὰ αἰτήµατα.
1.ΚΑ
Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουµένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδηµίᾳ, καὶπληροῖ τὸν περὶ ταῦτα νόµον διὰ τῆς κατακλί σεως. Ἐπισκήψασα δὲ καὶ ἀνδρὶ, καὶ τέ κνοις, καὶ φίλοις, ὅσα εἰκὸς τὴν φίλανδρον, καὶ φιλό τεκνον, καὶ φιλάδελφον, καὶ λαµπρῶς περὶ τῶν ἐκεῖ θενφιλοσοφήσασα, καὶ πανηγύρεως ἡµέραν ποιησα µένη τὴν τελευταίαν, κοιµᾶται, πλήρης µὲν οὐ τῶν κατὰ ἄνθρωπον ἡµερῶν, ὅ τι µηδὲ συνηύχετο, ταύταςἑαυτῇ πονηρὰς εἰδυῖα, καὶ τὰ πολλὰ µετὰ τοῦ χοὸς καὶ τῆς πλάνης, τῶν δὲ κατὰ Θεὸν καὶ λίαν πλήρης, ὡς οὐκ οἶδ' εἴ τις ῥᾳδίως τῶν ἐν πλου σίᾳ τῇπολιᾷ καταλυσάντων, καὶ πολλὰς ἐτῶν πε ριόδους ἀριθµησάντων. Οὕτως ἐκείνη λύεται, ἢ προσλαµβάνεται, κρεῖσσον εἰπεῖν, ἢ ἀφίπταται, ἢ µετοικίζεται, ἢ µικρὸν προαποδηµεῖ τοῦ σώµα τος.
1.ΚΒ
Ἀλλ' οἷόν µε µικρὸν τῶν ἐκείνης παρ έδραµεν! τάχα δ' ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευµατικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦ µα, καὶἡµῖν γνωρίσας· µέγα µὲν εἰς φιλοτιµίαν ἐκείνῃ, µέγα δὲ ἡµῖν εἰς ὑπόµνησιν ἀρετῆς, καὶ πόθον τῆς αὐτῆς ἀναλύσεως. Καί µε φρίκη τις ὑπο τρέχει, καὶ δάκρυον ὁµοῦ, µεµνηµένον τοῦ θαύµα τος. Ἐλύετο µὲν ἤδη καὶ ἀνέπνει τὰ τελευταῖα, καὶ χορὸς περὶ αὐτὴν οἰκείων τε καὶ ξένων χαριζοµένων τὰ προπεµπτήρια· καὶ µητρὸς γηραιᾶς ἐπίνευσις, καὶ ψυχῆς σπαραγµὸς ζηλοτυπούσης τὴν ἐκδηµίαν, καὶ φίλτρον ἁπάντων ἀγωνίᾳ σύγκρατον, τῶν µὲν ὅ τιἀκούσωσι ποθούντων, µνήµης ἐµπύρευµα, τῶν δὲ ὅ τι φθέγξονται, τολµῶντος δὲ οὐδενός. Καὶ κωφὰ τὰ δάκρυα, καὶ ἡ τῆς λύπης ὠδὶν ἀθερά πευτος( οὐδὲ γὰρ ὅσιον ἐδόκει θρήνοις τιµᾷν τὴν οὕτω χωριζοµένην), σιγὴ δὲ βαθεῖα, καὶ τελετή τιςὁ θάνατος. Ἡ δὲ ἄπνους τε καὶ ἀκίνητος, καὶ ἄφθογ γος, τὸ φαινόµενυν, καὶ ἡ σιωπὴ τοῦ σώµατος ἐδόκει παράλυσις, οἷον ἤδη τῶν φωνητικῶν ὀργάνων νενεκρωµένων, διὰ τὴν τοῦ κινοῦντος ἐγχώρησιν. Ἠρέµα δὲ τῶν χειλέων κινουµένων αἰσθόµενος ὁ πάντα τηρῶν τὰ ἐκείνης ἐπιµελῶς ποιµὴν, διὰ τὸ ἐν πᾶσι θαῦµα, καὶ παραθεὶς τὰ ὦτα τοῖς χείλεσι( τὸγὰρ θαῤῥεῖν εἶχε καὶ παρὰ τοῦ τρόπου καὶ παρὰ τῆς συµπαθείας), αὐτὸς διήγησαι τὸ τῆς ἡσυχίας µυστήριον, ὅτί ποτε ἦν καὶ οἷον· οὐδεὶς ἀπιστήσει σοῦ λέγοντος. Ψαλµῳδία τὸ ὑπολαλούµενον ἦν, καὶ ψαλµῳδίας τὰ ἐξόδια ῥήµατα· εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, µαρτυρία τῆς παῤῥησίας, µεθ' ἧς ἡ ἔξοδος. Καὶ µακάριος ὅστις µετ' ἐκείνων ἀναπαύε ται τῶν ῥηµάτων· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιµηθήσοµαι καὶ ὑπνώσω. Ταῦτα καὶ ἐψάλλετό σοι, καλλίστη γυναικῶν, καὶ συνέβαινεν· καὶ ἡ ψαλ µῳδία τὸ γινόµενον ἦν, καὶ µετὰ τῆς ἐκδηµίας ὁ ἐπιτάφιος· ὦ καλῶς ἀπὸ τῶν παθῶν εἰρηνεύσασα σὺ, καὶ τὸν ὀφειλόµενον τοῖς ἀγαπητοῖς ὕπνον ἀπολαβοῦσα πρὸς τῷ κοινῷ τῆς κοιµήσεως, ὡς εἰκὸς τὴν καὶζήσασαν καὶ ἀπελθοῦσαν ἐν τοῖς τῆς εὐσεβείας ῥήµασιν.
1.ΚΓ
Κρείσσω µὲν οὖν εὖ οἶδα καὶ µακρῷ τιµιώ τερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώµενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία, τῆς τε ἄλλης καὶ τῆς ἀνωτάτω Τριάδος ἔλ λαµψις καθαρωτέρα τε καὶ τελεωτέρα, µηκέτι ὑπο φευγούσης τὸν δέσµιον νοῦν καὶ διαχεόµενον ταῖς αἰσθήσεσιν, ἀλλ' ὅλης ὅλῳ νοῒ θεωρουµένης τε καὶ κρατουµένης, καὶ προσαστραπτούσης ταῖς ἡµετέραις ψυχαῖς ὅλῳ τῷ φωτὶ τῆς θεότητος. Πάντων ἀπο λαύοις, ὧν ἔτι ὑπὲρ γῆς εἶχες τὰς ἀποῤῥοίας διὰ τὸ γνήσιον τῆς πρὸς αὐτὰ νεύσεως. Εἰ δέ τίς σοι καὶ τῶν ἡµετέρων ἐστὶ λόγος, καὶ τοῦτο ταῖς ὁσίαις ψυχαῖς ἐκ Θεοῦ γέρας, τῶν τοιούτων ἐπαισθάνεσθαι, δέχοιο καὶ τὸν ἡµέτερον λόγονἀντὶ πολλῶν καὶ πρὸ πολλῶν ἐνταφίων, ὃν Καισαρίῳ µὲν πρὸ σοῦ, καὶ σοὶ µετ' ἐκεῖνον ἀποδεδώκα µεν, ἐπειδή γε ἀδελφῶν ἐπιταφίοις ἐταµιεύθηµεν. Εἰ δὲ καὶ ἡµᾶς τιµήσειέ τις µεθ' ὑµᾶς τοῖς ἴσοις, οὐκ ἔχω λέγειν· πλὴν τιµηθείηµέν γε µόνον τὴν ἐν Θεῷ τιµὴν, καὶ παροικοῦντες καὶ κατοικοῦντες ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ᾧ ἡ δόξα καὶ τῷ Πατρὶ σὺνἁγίῳ Πνεύµατι εἰς τοὺς αἰῶνας. Ἀµήν.