Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Εἰς τὸ ἅγιον Πάσχα καὶ εἰς τὴν βραδυτῆτα. Ἀναστάσεως ἡµέρα, καὶ ἡ ἀρχὴ δεξιὰ, καὶ λαµπρυνθῶµεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώµεθα· εἴπωµεν, ἀδελφοὶ, καὶ τοῖς µισοῦσιν ἡµᾶς, µὴ ὅτι τοῖς δι' ἀγάπην τι πεποιηκόσιν, ἢ πεπονθό σι· συγχωρήσωµεν πάντα τῇ ἀναστάσει· δῶµεν συγ γνώµην ἀλλήλοις, ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴν τυραννίδα, τοῦτο γὰρ νῦν προστίθηµι, καὶ ὑµεῖς οἱ καλῶς τυραννήσαντες, εἴ τί µοιµέµφοισθε τῆς βραδυτῆτος, ὡς τάχα γε κρείττων αὕτη καὶ τι µιωτέρα Θεῷ τῆς ἑτέρων ταχυτῆτος· ἀγαθὸν γὰρ καὶ ὑποχωρῆσαι Θεῷ τι µικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεµίας ὕστερον, καὶ προσδραµεῖν ἑτοίµως καλοῦντι, ὡς Ἀαρών τεκαὶ Ἡσαΐας, µόνον εὐσεβῶς ἀµφότερα, τὸ µὲν διὰ τὴν οἰκείαν ἀσθέ νειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναµιν.
1.2
Μυστήριον ἔχρισέ µε, µυστηρίῳ µικρὸν ὑπεχώρησα, ὅσον ἐµαυτὸν ἐπισκέψασθαι· µυστηρίῳ καὶ συνεισέρχοµαι, καλὴν ἐπαγόµενος τῆς ἐµῆς δειλίας καὶ ἀσθενείας ἐπίκουρον τὴν ἡµέραν, ἵν' ὁ σήµερον ἐκ νεκρῶν ἀναστὰς κἀµὲκαινοποιήσῃ τῷ πνεύµατι, καὶ τὸν καινὸν ἐνδύσας ἄνθρωπον, δῷ τῇ καινῇ κτίσει, τοῖς κατὰ Θεὸν γεννωµένοις, πλάστην ἀγαθὸν καὶ διδάσκαλον Χριστῷκαὶ συννεκρού µενον προθύµως καὶ συνανιστάµενον.
1.3
Χθὲς ὁ ἀµνὸς ἐσφάζετο, καὶ ἐχρίοντο αἱ φλιαὶ, καὶ ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα, καὶ ἡµᾶς παρῆλθεν ὁ ὀλοθρεύων, καὶ ἡ σφραγὶς φοβερὰ καὶαἰ δέσιµος, καὶ τῷ τιµίῳ αἵµατι ἐτειχίσθηµεν· σή µερον καθαρῶς ἐφύγοµεν Αἴγυπτον, καὶ Φαραὼ τὸν πικρὸν δεσπότην, καὶ τοὺς βαρεῖς ἐπιστάτας, καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθηµεν· καὶ οὐδεὶς ὁ κωλύσων ἡµᾶς ἑορτάζειν Κυρίῳ τῷ Θεῷ ἡµῶν ἑορτὴν τὴν ἐξόδιον, καὶ ἑορτάζειν, οὐκ ἐν ζύ µῃ παλαιᾷ κακίας καὶ πονηρίας, ἀλλ' ἐνἀζύµοις εἰλικρινείας καὶ ἀληθείας, µηδὲν ἐπιφεροµένους Αἰγυπτιακοῦ καὶ ἀθέου φυράµατος.
1.∆
Χθὲς συνεσταυρούµην Χριστῷ, σήµερον συνδο ξάζοµαι· χθὲς συνενεκρούµην, συζωοποιοῦµαι σήµε ρον· χθὲς συνεθαπτόµην, σήµερον συνεγείροµαι. Ἀλλὰ καρποφορήσωµεν τῷ ὑπὲρ ἡµῶν παθόντι καὶ ἀναστάντι. Χρυσόν µε ἴσως οἴεσθε λέγειν, ἢ ἄργυρον, ἢ ὑφάσµατα, ἢ λίθους τῶν διαφανῶν καὶ τιµίων, γῆς ῥέουσαν ὕλην, καὶ κάτω µένουσαν, ἧς ἀεὶ τὸ πλεῖον ἔχουσινοἱ κακοὶ καὶ δοῦλοι τῶν κάτω καὶ τοῦ κοσµο κράτορος. Καρποφορήσωµεν ἡµᾶς αὐτοὺς, τὸ τι µιώτατον Θεῷ κτῆµα καὶ οἰκειότατον· ἀποδῶµεν τῇ εἰκόνι τὸ κατ' εἰκόνα, γνωρίσωµεν ἡµῶν τὸ ἀξίωµα, τιµήσωµεν τὸ ἀρχέτυπον, γνῶµεν τοῦ µυστηρίου τὴν δύναµιν, καὶ ὑπὲρ τίνοςΧριστὸς ἀπέθανε.
1.Ε
Γενώµεθα ὡς Χριστὸς, ἐπεὶ καὶ Χριστὸς ὡς ἡµεῖς· γενώµεθα θεοὶ δι' αὐτὸν, ἐπειδὴ κἀκεῖνος δι' ἡµᾶς ἄνθρωπος. Προσέλαβε τὸ χεῖρον, ἵνα δῷ τὸ βέλ τιον· ἐπτώχευσεν, ἵν' ἡµεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωµεν· δούλου µορφὴν ἔλαβεν, ἵνα τὴν ἐλευ θερίαν ἡµεῖς ἀπολάβωµεν· κατῆλθεν, ἵν' ὑψωθῶ µεν· ἐπειράσθη, ἵνα νικήσωµεν· ἠτιµάσθη, ἵνα δοξά σῃ· ἀπέθανεν, ἵνα σώσῃ· ἀνῆλθεν, ἵν' ἑλκύσῃ Επιτρέπετα πρὸς ἑαυτὸν κάτω κειµένους ἐν τῷ τῆς ἁµαρτίας πτώµα τι. Πάντα διδότω τις, πάντα καρποφορείτω τῷ δόντι ἑαυτὸν λυτρὸν ὑπὲρ ἡµῶν καὶ ἀντάλλαγµα· δώσει δὲ οὐδὲν τοιοῦτον οἷον ἑαυτὸν τοῦ µυστηρίου συνιέντα, καὶ δι' ἐκεῖνον πάντα ὅσα ἐκεῖνος δι' ἡµᾶς γενόµενον.
1.ς
Καρποφορεῖ µὲν ὑµῖν, ὡς ὁρᾶτε, ποιµένα· τοῦ το γὰρ ἐλπίζει καὶ εὔχεται, καὶ παρ' ὑµῶν αἰτεῖ τῶν ὑπὸ χεῖρα ὁ ποιµὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· καὶ διπλοῦν ἀνθ' ἁπλοῦ δίδωσιν ὑµῖν ἑαυτόν· καὶ ποιεῖται τὴν βακτηρίαν τοῦ γή ρως βακτηρίαν τοῦ πνεύµατος· καὶ προστίθησι τῷ ἀψύχῳ ναῷ τὸν ἔµψυχον, τῷ περικαλλεῖ, τῷ δὲ καὶ οὐρανίῳ, τὸν ὁποιονοῦν καὶ ἡλίκον, ἀλλ' οὖν τὸν ἑαυ τῷ τιµιώτατον, καὶ αὐτὸνἱδρῶσι πολλοῖς συντελε σθέντα, καὶ πόνοις, εἴη δὲ εἰπεῖν, ὅτι καὶ τῶν πόνων ἄξιον· καὶ πάντα προστίθησιν ὑµῖν τὰ ἑαυτοῦ. Ὢ τῆς µεγαλοψυχίας, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τῆς φιλοτεκνίας· τὴν πολιὰν, τὴν νεότητα, τὸν ναὸν, τὸν ἀρχιερέα, τὸν κληροδότην, τὸν κληρονόµον, τοὺς λόγους, οὓς ἐποθεῖτε· καὶ τούτων οὐ τοὺς εἰκῆ, καὶ εἰς ἀέρα ῥέοντας, καὶ µέχρι τῆς ἀκοῆς ἱσταµένους, ἀλλ' οὓς γράφει τὸ πνεῦµα, καὶ πλαξὶν ἐντυποῖ λιθίναις, εἴτουν σαρκίναις, οὐκ ἐξ ἐπιπολῆς χαρασσοµένους, οὐδὲ ῥᾳδίως ἀπαλειφοµένους, ἀλλ' εἰς βάθος ἐν σηµαινοµένους, οὐ µέλανι, ἀλλὰ χάριτι.
1.Ζ
Ταῦτα µὲν οὖν ὑµῖν ὁ σεµνὸς Ἀβραὰµ οὗ τος, ὁ πατριάρχης, ἡ τιµία κεφαλὴ καὶ αἰδέσιµος, τὸ πάντων τῶν καλῶν καταγώγιον, ὁ τῆς ἀρετῆς κανὼν, ἡτῆς ἱερωσύνης τελείωσις, ὁ τὴν ἑκούσιον θυσίαν προσάγων τῷ Κυρίῳ σήµερον, τὸν µονο γενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας. Ὑµεῖς δὲ καρποφορεῖτε καὶ Θεῷ καὶ ἡµῖν τὸ καλῶς ποιµαίνεσθαι, εἰς τόπον χλόης κατασκηνούµενοι, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόµενοι, γινώσκοντες καλῶς τὸν ποιµένα, καὶ γινωσκόµενοι, καὶ ἑπόµενοι καλοῦντι ποιµενικῶς καὶ ἐλευθερίως διὰ τῆς θύρας· ἀλλοτρίῳ δὲ µὴ ἀκολουθοῦντες ὑπερβαίνοντι διὰ τῆς αὐλῆς, λῃστρικῶς τε καὶ ἐπιβούλως, µηδὲ ξένης φωνῆς ἀκούοντες, ὑποκλεπτούσηςκαὶ διασπειρούσης ἀπὸ τῆς ἀληθείας εἰς ὄρη, καὶ ἐρηµίας, καὶ βάραθρα, καὶ τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος, καὶ ἀπὸ µὲν τῆς ὑγιοῦς πίστεως ἀπαγούσης, τῆςεἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦµα, τὴν µίαν θεότητά τε καὶ δύναµιν, ἧς ἤκουσεν ἀεὶ φωνῆς, καὶ ἀκούοι τὰ ἐµὰ πρόβατα, λόγοις δὲ κιβδήλοις καὶκατεφθαρµένοις συλαγωγούσης καὶ διασπώσης ἀπὸ τοῦ ἀληθινοῦ καὶ πρώτου ποιµένος· ὧν εἴη πάντας ἡµᾶς, καὶ ποιµένας καὶ ποίµνιον, ὡς νοσερᾶς πόας καὶ θανασίµου πόῤῥω, καὶ νεµοµένους καὶ νέµοντας, ἓν εἶναι πάντας ἐν Χριστῷ Ἰησοῦνῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀµήν. Επιτρέπετα

Intertext edge

Open linked passage

Note