Supremum vale
Gregory of Nazianzus (gregory-of-nazianzus)Supremumva 1 · textus-receptusMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Textus receptus
1.1
Πῶς ὑµῖν τὰ ἡµέτερα, ὦ φίλοι ποιµένες καὶ συµποιµένες· ὧν ὡραῖοι µὲν οἱ πόδες, εὐαγγελιζοµένων εἰρήνην καὶ ἀγαθὰ, µεθ' ὧν ἐληλύθατε· ὡραῖοι δὲ τὰ πρὸς ἡµᾶς, οἷς εἰς καιρὸν ἐληλύθατε, οὐχ ἵνα πρόβατον πλανώµενον ἐπιστρέψητε, ἀλλ' ἵνα ποιµένα ἔκδηµον ἐπισκέψησθε; Πῶς τὰ τῆς ἐκδηµίας ὑµῖν ἔχει τῆς ἡµετέρας; καὶ τίς ὁ ταύτης καρπὸς, µᾶλλον δὲ, τοῦ ἐν ἡµῖν Πνεύµατος, ᾧ κινούµεθά τε ἀεὶ, καὶ νῦν κεκινήµεθα, µηδὲν ἴδιον ἔχειν ἐπιθυµοῦντες, µήτ' ἴσως ἔχοντες; Ἆρά γεσυνίετε παρ' ὑµῶν αὐτῶν, καὶ καταµανθάνετε, καὶ λογισταὶ τῶν ἡµετέρων ἐστὲ χρηστότεροι; ἢ δεῖ, καθάπερ τοὺς στρατηγίας, ἢ δηµαγωγίας, ἢ διοικήσεως χρηµάτων λόγον ἀπαιτουµένους, δηµοσίᾳ καὶ αὐτοὺς ὑποσχεῖν ὑµῖν τὰς εὐθύνας, ὧν διῳκήκαµεν; Οὐ γὰρ αἰσχυνόµεθα κρινόµενοι, ὅτι καὶ κρίνοµεν ἐν τῷ µέρει, καὶ µετὰ τῆς αὐτῆς ἀγάπης ἀµφότερα. Παλαιὸς δὲ ὁ νόµος· ἐπεὶ καὶ Παῦλος τοῖς ἀποστόλοις ἐκοινοῦτο τὸ Εὐαγγέλιον· οὐχ ἵνα φιλοτιµήσηται( πόῤῥω γὰρ τὸ Πνεῦµα πάσης φιλοτιµίας), ἀλλ' ἵν', ἢ βεβαιωθῇ τὸ κατορθούµενον, ἢ διορθωθῇ τὸ ὑστερούµενον, εἰ ἄρα τι καὶτοιοῦτον ἦν ἐν τοῖς ὑπ' ἐκείνου λεγοµένοις, ἢ πραττοµένοις, ὡς αὐτὸς παραδηλοῖ περὶ ἑαυ τοῦ γράφων· Ἐπειδὴ καὶ πνεύµατα προφητῶν προφήταις ὑποτάσσεται, κατὰ τὴν εὐταξίαν τοῦ πάντα καλῶς οἰκονοµοῦντος καὶ διαιροῦντος Πνεύµατος. Εἰ δὲ ἐκεῖνος µὲν ἰδίᾳ καί τισιν, ἐγὼ δὲ δηµοσίᾳ καὶ πᾶσιν ὑπέχω λόγον, µηδὲν θαυµάσητε. Καὶ γὰρ χρῄζω µᾶλλον ὠφεληθῆναι τῇ τῶν ἐλέγχων ἐλευθερίᾳ, ἤπερ ἐκεῖνος, εἴ τι φαινοίµην ἐλλείπων τοῦ δέοντος, µή πως εἰς κενὸν τρέχω, ἢ ἔδραµον. Καὶ οὐκ ἔστιν ἄλλως ἀπολογήσασθαι, ἢ ἐν εἰδόσι τοὺς λόγους ποιούµενον.
1.2
Τίς οὖν ἡ ἀπολογία; Καὶ εἰ µὲν ψευδὴς, ἐλέγ ξατε· εἰ δὲ ἀληθὴς, µαρτυρήσατε ὑµεῖς, ὑπὲρ ὧν, καὶ ἐν οἷς ὁ λόγος. Ὑµεῖς γάρ µοι καὶ ἀπολογία, καὶµάρτυρες, καὶ καυχήσεως στέφανος, ἵνα τολµήσω κἀγώ τι τῶν τοῦ Ἀποστόλου νεανιεύσασθαι. Τοῦτο τὸ ποίµνιον ἦν, ὅτε µικρόν τε καὶ ἀτελὲς ἦν, ὅσον ἐπὶ τοῖς ὁρωµένοις, καὶ οὐδὲ ποίµνιον, ἀλλὰ ποίµνης τι µικρὸν ἴχνος, ἢ λείψανον, ἀσύντακτον, καὶ ἀνεπίσκοπον, καὶ ἀόριστον, µήτε νοµὴν ἐλευθέ ραν ἔχον, µήτε µάνδρᾳ περιεχόµενον, πλανώµενον ἐν ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἄλλοἀλλαχοῦ διεσπαρµένον τε καὶ διεῤῥιµµένον, ὡς ἕκαστον ἔτυχε σκεπόµενον, ἢ νεµόµενον, καὶ διακλέπτον ἀγαπητικῶς τὴν ἑαυτοῦ σωτηρίαν· οἷον ἐκεῖνο τὸ ποίµνιον, ὃ λέοντες ἐξῶσαν, ἢ ζάλη διέλυσεν, ἢ σκοτόµαινα διεσκέδασεν· ὂ θρηνοῦσι µὲν προφῆται, τοῖς τοῦ Ἰσραὴλ ἀπεικάζοντες πά θεσι, παραδεδοµένου τοῖς ἔθνεσιν· ἐθρηνήσα µεν δὲ καὶ ἡµεῖς, ἐφ' ὅσον θρήνων ἐπράττοµεν ἄξια. Τῷ ὄντι γὰρ καὶ ἡµεῖς ἐξώσθηµεν καὶ ἀπεῤῥίφηµεν, καὶ ἐπὶ πᾶν ὄρος καὶ βουνὸν διεσπάρηµεν, ὡς ἐν ἐρηµίᾳ ποιµένος· καὶ πονηρός τις χειµὼν κατέσχε τὴν Ἐκκλησίαν, καὶ δεινοὶ θῆρες ἐπιπε πτώκασιν, οἱ µηδὲ νῦν µετὰ τὴν αἰθρίαν ἡµῶν φειδόµενοι· ἀλλ' ἀναισχυντοῦντες εἶναι, καὶ τοῦ και ροῦ δυνατώτεροι· καὶ σκυθρωπή τις σκοτόµαινα ἐπέλαβε πάντα καὶ συνεκάλυψε, πολὺ τῆς ἐνάτης τῶν Αἰγυπτίων πληγῆς βαρυτέρα, τοῦ ψηλαφητοῦ λέγω σκότους, ὑφ' οὗ µικροῦ δεῖν µηδὲ ἀλλήλους ἰδεῖν ἐδυ νήθηµεν.
1.3
Καὶ, ἵν' εἴπω τι συµπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαῤῥήσας Ἀβραὰµ οὐκ ἔγνω ἡµᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡµᾶς· ἀλλὰ σὺ Πατὴρ ἡµῶν εἶ· καὶ πρὸς σὲ βλέποµεν· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαµεν· τὸ ὄνοµά σου ὀνοµάζοµεν.∆ ιὰ τοῦτο ἀπολογήσοµαι, πλὴν κρίµατα λαλήσω πρὸς σὲ, φησὶν Ἱερεµίας, ἐγενόµεθα ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡµῶν, καὶ ἐπελάθου διαθήκηςἁγίας σου, καὶ ἀπέκλεισας ἀφ' ἡµῶν τὰ ἐλέη σου.∆ ιὰ τοῦτο ἐγενήθηµεν ὄνειδος τῷ ἀγαπητῷ σου, οἱ τῆς Τριάδος προσκυνηταὶ, οἱ τέλειοι τῆς τελείας θεότη τος πρόσφυγες· καὶ µὴ τολµῶντές τι τῶν ὑπὲρ ἡµᾶς εἰς ἡµᾶς κατάγειν· µηδὲ τοσοῦτον ἐπαίρεσθαι κατὰ τὰς ἀθέους γλώσσας καὶ θεοµάχους, ὥστε τὴν δεσποτείαν ποιεῖν ὁµόδουλον· ἀλλὰ παρεδόθηµεν δη λαδὴ διὰ τὰς ἄλλας ἁµαρτίας ἡµῶν, καὶ τὸ µὴ ἀξίως τῶν ἐντολῶν σου ἀναστραφῆναι· ἀλλ' ὀπίσω τῆς διανοίας ἡµῶν τῆς πονηρᾶς πορευθῆναι.∆ ιὰ τί γὰρ ἕτερον ἀνδράσιν ἀδικωτάτοις καὶ πονηροτάτοις παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν; Ὁ πρῶτος Ναβουχοδονόσορ ἐξέθλιψεν ἡµᾶς, ὁ µετὰ Χριστὸν κατὰ Χριστοῦ µανεὶς, καὶ διὰ τοῦτο µισήσας Χριστὸν, ὅτι δι' αὐτοῦ σέσωστο· καὶ τῶν ἱερῶν βίβλων τὰς ἀθέους θυσίας ἀντιλαβών. Κατ έφαγέ µε, ἐµερίσατό µε, ἐκάλυψέ µε σκότος λεπτὸν, ἵνα µὴ ἀποστῶ, µηδὲ θρηνῶν, τῆς Γραφῆς. Εἰ µὴ ὅτι Κύριος ἐβοήθησέ µοι, καὶ χερσὶν ἀνό µων δικαίως αὐτὸν παρέδωκεν, ἐκτοπίσας εἰς Πέρσας,( οἷα τὰ τοῦ Θεοῦ κρίµατα!) καὶ ὑπὲρ αἱµάτωνἀνοσίων αἷµα ἐχέθη δίκαιον, ἐνταῦθα µόνον οὐδὲ µακροθυµῆσαι ἀνασχοµένης τῆς δίκης, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή µου. Ὁ δεύτερος, οὐδὲν ἐκείνου φιλανθρωπότερος, ὅτι µὴ καὶ βαρύτερος, ὅσῳ τοῦ Χριστοῦ φέρων ὄνοµα, ψευδόχριστος ἦν, καὶ Χριστιανοῖς βάρος ὁµοῦ τεκαὶ ὄνειδος, οἷς καὶ τὸ ποιεῖν ἄθεον, καὶ τὸ πάσχειν ἄδοξον· τῷ µηδὲ ἀδικεῖσθαι δοκεῖν, µηδὲ τὸ µεγαλο πρεπὲς ὄνοµα τῷ πάσχειν προσεῖναι τὴν µαρτυ ρίαν· ἀλλὰ κἀνταῦθα κλέπτεσθαι τὴν ἀλήθειαν, πά σχοντας ὡς Χριστιανοὺς, ὡς ἀσεβεῖς κολάζεσθαι. Οἴµοι, ὅτι ἐπλουτήσαµεν ἐν τοῖς κακοῖς, ὅτι πῦρ κατέφαγε τὰ ὡραῖα τῆς οἰκουµένης. Τὰ κατά λοιπα τῆς κάµπης κατέφαγεν ἡ ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ἡ ἐρυσίβη· εἶτα ὁ βροῦχος, εἶτα οὐκ οἶδ' ὅ τι πρὸς τούτοις, καὶ ἄλλο ἐπ' ἄλλῳ κακῷ φυόµενον. Τί ἄν τις ἐκτραγῳδοίη πάντα τὰ τοῦ καιροῦ κακὰ, καὶ τὴν τότε κατασχοῦσαν ἡµᾶς, εἴτε εἴσπραξιν χρὴ λέγειν, εἴτε δοκιµασίαν καὶ πύρωσιν; Πλὴν ὅτι διήλθοµεν διὰ πυρὸς καὶ ὕδατος, καὶ προήλθοµεν εἰς ἀναψυχὴν εὐδοκίᾳ τοῦ σώζοντος Θεοῦ.
1.∆
Ἀλλ' ὅ µοι λέγειν ἀπ' ἀρχῆς ὁ λόγος ὥρ µητο· τοῦτο τὸ γεώργιον ἦν, ὅτε µικρόν τε καὶ πενι χρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσµον ὅλον γεωργήσαντός τε καὶ γεωργοῦντος τοῖς καλοῖς τῆςεὐσεβείας σπέρµασί τε καὶ δόγµασιν, ἀλλ' οὐδὲ πένητος ἑνὸς τῶν ἐνδεῶν καὶ µετρίων, ὥς γε ἐδόκει· ἀλλ' οὐδὲ γεώργιον ὅλως, οὐδὲ ἀποθηκῶν, οὐδὲ ἅλω τυχὸν, οὐδὲ δρεπάνης ἄξιον· οὐδὲ θηµὼν, οὐδὲ δράγµατα, ἢ δράγµατα µικρά τε καὶ ἄωρα, καὶ οἷα τὰ ἐκ δωµάτων, µήτε χεῖρα πληροῦντα τοῦθερίζοντος, µήτε τῶν παριόντων εὐλογίαν προ καλούµενα. Τοιοῦτον ἡµῶν τὸ γεώργιον, τοσοῦτον τὸ θέρος· µέγα µὲν, καὶ εὔσταχυ, καὶ πῖον τῷ θεωρητῇ τῶν κρυπτῶν, καὶ τοιούτου γεωργοῦ πρέπον εἶναι, ὃ πληθύνουσι κοιλάδες ψυχῶν καλῶς τῷ λόγῳγεωρ γουµένων· οὐ µὴν γνωριζόµενον τοῖς πολλοῖς, οὐδὲ εἰς ἓν συναγόµενον, ἀλλὰ κατὰ µικρὸν συλλεγόµενον, ὡς καλάµη ἐν ἀµητῷ, καὶ ὡς ἐπιφυλλὶς ἐν τρυγητῷ, µὴ ὑπάρχοντος βότρυος. Προσθήσειν µοι δοκῶ κἀκεῖνα, καὶ λίαν κατὰ καιρὸν, ὡς συ κῆν ἐν ἐρήµῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς ῥάγα µίαν ἢ δευτέραν ὥριµον ἐν ἀώρῳ τῷβότρυϊ, εὐλογίαν µὲν Κυρίου τετηρηµένην, καὶ ἀπαρχὴν καθιερωµένην, πλὴν ὀλίγην ἔτι καὶ σπάνιον καὶ οὐ πληροῦσαν στόµα ἔσθοντος· καὶ ὡς σηµαίαν ἐπὶ βουνοῦ, καὶ ὡς ἱστὸν ἐπ' ὄρους, ἢ εἴ τι ἄλλο τῶν µοναδικῶν τε καὶ οὐ πλείοσι θεωρουµένων. Ταῦτα µὲν τὰ τῆς προτέρας πενίας καὶ κατηφείας.
1.Ε
Ἀφ' οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ µετα σκευάζων µόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ µὲν νυκτὸςἡµέραν, ἐκ δὲ χειµῶνος ἔαρ, ἐκ δὲ ζάλης γαλήνην, ἐκ δὲ αὐχµῶν ἐποµβρίαν· καὶ τοῦτο δι' ἑνὸς δικαίου πολλάκις εὐχὴν ἐπὶ πολὺ διωχθέντος· ὁ ἀναλαµβάνων πραεῖς εἰς ὕψος, καὶ ταπεινῶν ἁµαρτωλοὺς ἕως γῆς, ἐκεῖνο πρὸς αὐτὸν εἶπεν· Ἰδὼν εἶδον τὴν κά κωσιν τοῦ Ἰσραήλ· καὶ οὐ µὴ προσθῶσιν ἔτι τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖν· καὶ εἰπὼν, ἐπεσκέψατο, καὶ ἐπισκεψάµενος ἔσωσε, καὶ ἐξήγαγε, τὸν λαὸν αὐτοῦ ἐν χειρὶ κραταιῷ, καὶ ἐν βρα χίονι ὑψηλῷ ἐν χειρὶ Μωσῆ καὶ Ἀαρὼντῶν ἐκλεκτῶν αὐτοῦ. Τί γίνεται, καὶ τί θαυµατουργεῖται; Ἃ βίβλοι καὶ µνῆµαι φέρουσιν. Ἐκτὸς γὰρ τῶν κατὰ τὴν ὁδὸν θαυµασίων, καὶ τῆς µεγάλης ἐκείνης βοµβήσεως, ἵν' εἴπω τι συντοµώτατον, Ἰωσὴφ εἰς Αἴγυπτον εἷς, καὶ µυριάδες ἑξήκονταµετ' ὀλίγον ἐξ Αἰγύπτου. Τί τούτου θαυµασιώτερον, ἢ µεῖζον τῆς τοῦ Θεοῦ µεγαλονοίας τεκµήριον, ὅταν ἐκ τῶν ἀπό ρων θέλῃ πόρον δοῦναι τοῖς πράγµασι; καὶ γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται δι' ἑνὸς µισηθέντος, καὶ ὁ πραθεὶς ἔθνη µεθίστησι, καὶ εἰς ἔθνος καθίσταται µέγα, καὶ ἡ µικρὰ παραφυὰςἐκείνη, ἄµπελος εὐ κληµατοῦσα γίνεται, καὶ τοσαύτη, ὡς ἐπεµβαίνειν µὲν ποταµοῖς, ἐκτείνεσθαι δὲ µέχρι θαλάσσης, ἐξ ὁρίων εἰς ὅρια πλατυνοµένην, καλύπτεινδὲ ὄρη τῷ ὕψει τῆς δόξης, κέδρων δὲ ὑπεραίρεσθαι, καὶ ταῦτα τῶν τοῦ Θεοῦ ἅτινα δὴ τὰ ὄρη ταῦτα, καὶ ἅστινας τὰς κέδρους ὑποληπτέον.
1.ς
Τοιοῦτόν ποτε τοῦτο τὸ ποίµνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόµενον· εἰ δὲ µήπω τελείως, ἀλλ' εἰς τοῦτό γε ταῖς κατὰ µέ ρος ὁδεῦον προσθήκαις· προφητεύω δὲ, ὅτι καὶ ὁδεῦσον. Τοῦτό µοι τὸ Πνεῦµα προλέγει τὸ ἅγιον, εἴ τι προφητικὸς ἐγὼ, καὶ βλέπων τὰ ἔµπροσθεν· καὶ ἅµα τοῖς προλαβοῦσιν ἔχω θαῤῥεῖν, καὶ λογισµῷ γινώσκειν, ὡς λόγου σύντροφος. Πολὺ γὰρ παραδοξότερον, ἐξ ἐκείνου τοσαύτην γενέσθαι, ἢ τὴν νῦν οὖσαν εἰς ἄκρον προελθεῖν λαµπρότητος. Ἐξ οὗ γὰρ συνάγεσθαι ἤρξατο παρὰ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς, ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρµονία πρὸς ἁρµονίαν, καὶ τοῖς ξηροῖς ἐδόθη Πνεῦµα ζωῆςκαὶ παλιγγενεσίας, πᾶσαν, εὖ οἶδα, πληρωθῆναι δεῖ τὴν ἀνάστασιν· ὥστε µὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ παραπικραίνοντες· µηδὲ σκιὰν κρατοῦντες, ἢ ἐν ύπνιον ἐξεγειροµένων, ἢ αὔρας διαπνεούσας, ἢ νηὸς ἴχνη καθ' ὕδατος, ἔχειν τι νοµιζέτωσαν. Ὀλο λυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος. Τοῖς τῶν ἄλλων κακοῖς παιδευέσθωσαν, καὶ µανθανέτωσαν, ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· οὐδὲ ἀνέξεται, µὴ ἐν ἐκστάσει διακόψαι κεφαλὰς δυναστῶν, ὡς ὁ Ἀµβακούµ φησιν, ἡ διακοπτοµένη θεότης, καὶ διαιρουµένη κακῶς εἴς τε τὸ ἄρχον καὶτὸ ἀρχό µενον· ὡς ἂν µάλιστα καὶ θεότης ὑβρισθείη καταγοµένη, καὶ βαρηθείη κτίσις ὁµοτιµίᾳ θεότητος.
1.Ζ
∆ οκῶ µοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριµµένους, καὶ τοὺς πε πιεσµένους εἰσδεχοµένου· Πλάτυνον τὰ σχοινίσµατά σου ἔτι· ἐκπέτασον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερά· πῆξον, τῶν αὐλαιῶν µὴ φείσῃ. Ἐγὼ παραδέδωκά σε, καὶ ἐγὼ βοηθήσω σοι. Ἐν θυµῷ µι κρῷ ἐπάταξά σε, καὶ ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε. Μεῖζον τὸ µέτρον τῆς φιλανθρωπίας, ὑπὲρ τὸ µέτρον τῆς παιδαγωγίας. Ἐκεῖνα, διὰ τὴν πονηρίαν· ταῦτα, διὰ τὴν Τριάδα προσκυνουµένην. Ἐκεῖνα, διὰ τὴν κάθαρσιν· ταῦτα, διὰ τὴν ἐµὴν δόξαν· ὃς∆ ο ξάζω τοὺς δοξάζοντας, καὶ παραζηλῶ τοὺς παραζηλοῦντας. Ἰδοὺ ταῦτα ἐσφράγισται παρ' ἐµοὶ, καὶ οὗτος ἄλυτος νόµος ἀντιµετρήσεως. Σὺ δέ µοι περιείχου τῶν τοίχων, καὶ τῶν πλακῶν, καὶ τῆς κε κοµψευµένης ψηφῖδος, καὶ τῶν µακρῶν δρόµων καὶ περιδρόµων, καὶ χρυσῷκατελάµπου καὶ περιελάµ που, τὸν µὲν, ὡς ὕδωρ ἔσπειρες, τὸν δὲ, ὡς ἄµµον ἐθησαύριζες· ἀγνοῶν, ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλέους Θεῷ τρεῖς συνηγµένοι ἐν ὀνόµατι Κυρίου, πολλῶν µυριάδων ἀρνουµένων θεότητα. Ἢ καὶ τοὺς Χαναναίους ἅπαν τας προτιµήσεις ἑνὸς τοῦ Ἀβραάµ; ἢ καὶ τοὺς Σοδοµίτας ἑνὸς τοῦ Λώτ; ἢ καὶ Μαδιηναίους Μωσέως, τῶν παροίκων καὶ ξένων; Τί δαὶ τοὺς µετὰ Γεδεὼν τριακοσίους, τοὺς λάµψαντας ἀνδρικῶς, τῶν ἀποστραφεισῶν χιλιάδων; τί δαὶ τοὺς οἰκογε νεῖς Ἀβραὰµ, τοὺς µικρὸν ὑπὲρ τούτους τῷ ἀριθµῷ τῶν πολλῶν βασιλέων, καὶ τῶν τοῦ στρατοῦ µυριά δων, ἃς, καίπερ ὄντεςὀλίγοι, κατεδίωξαν καὶ ἐτρέψαντο; ἐκεῖνο δὲ πῶς νοεῖς, ὅτι Ἐὰν γένηται ὁ ἀριθµὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄµµος τῆς θαλάσσης, τὸ κατάλειµµα σωθήσεται; τί δαὶ τὸ, Κατέλιπον ἐµαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτι νες οὐκ ἔκαµψαν γόνυ τῇ Βάαλ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Οὐκ ἐν τοῖς πλείοσιν εὐδόκησεν ὁ Θεός.
1.Η
Σὺ µὲν ἀριθµεῖς τὰς µυριάδας, Θεὸς δὲ τοὺς σωζοµένους· καὶ σὺ µὲν τὸν ἀµέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ µε γαλοπρεπὲς ὡς λόγος κεκαθαρµένος, καὶ ψυχὴ τε λεία τοῖς τῆς ἀληθείας δόγµασιν. Ἄξιον µὲν γὰρ οὐδέν ἐστι τοῦ τὰ πάντα πεποιηκότος, καὶ παρ' οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα, δοῦναι Θεῷ καὶ προσενεγκεῖν· µὴ ὅτι µιᾶς χειρὸς ἔργον ἢ περιου σίας, ἀλλ' οὐδ' εἰ πᾶσάν τις τὴν ἐν ἀνθρώποις εὐ πορίαν ἢ χεῖρα εἰς ἒν συνενεγκὼν, τιµῆσαι θελήσειεν. Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ, Ποῖον οἶκον οἰκοδοµήσετέ µοι; ἢ τίς τόπος τῆς καταπαύσεώς µου; ἐπεὶ δὲ τῆς ἀξίας διαµαρτεῖν ἀναγκαῖον, ὃ δεύτερόν ἐστιν, αἰτῶ παρ' ὑµῶν τὴν εὐσέβειαν, τὸν κοινὸν πλοῦτον ἐµοὶ καὶ ὁµότιµον, ἐν ᾧ τυχὸν ὑπερβαλεῖταικαὶ τὸν λίαν λαµπρὸν ὁ πάνυ πένης, ἂν ᾖ µεγαλόψυχος. Προαιρέσεως γὰρ, οὐκ εὐπορίας ἡ τοιαύτη φιλοτιµία. Λήψοµαι µὲν καὶ ταῦτα ἐκ τῶν χειρῶν ὑµῶν, εὖ ἴστε. Πατεῖν τὴν αὐλήν µου οὐ προσθήσε σθε, ἀλλὰ πατήσουσιν αὐτὴν πόδες πραέων, τῶν ἐπεγνωκότων ἐµὲ, καὶ τὸν µονογενῆ µου Λόγον, καὶ τὸ Πνεῦµατὸ ἅγιον ὑγιῶς καὶ γνησίως. Μέχρι τίνος κληρυνοµήσετε τὸ ὄρος τὸ ἅγιόν µου; µέχρι τίνος ἡ κιβωτὸς παρὰ τοῖς ἀλλοφύλοις; Νῦν δὲ µικρὸν ἔτι ἐντρυφήσατε τοῖς ἀλλοτρίοις, καὶ τοῦ βούλεσθαι ἀπο λαύσατε. Ὅτι ὃν τρόπον ἐβουλεύσασθε τοῦ ἀπώσα σθαί µε, κἀγὼ ἀπώσοµαι ὑµᾶς, λέγει Κύριος παν τοκράτωρ.
1.Θ
Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποι οῦντος αἰσθάνεσθαι· καὶ ἔτι πρὸς τούτοις, πρὸς µὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκείµενον ἱκανῶς ἐκ διεσπαρµένου, καὶ ἐξ ἐλεου µένου τυχὸνκαὶ ἐπίφθονον. Πορεύεσθε διὰ τῶν πυλῶν µου, καὶ πλατύνεσθε. Μὴ διαπαντὸς δεῖ κάµνειν ὑµᾶς ἐν σκηναῖς κατοικοῦντας, καὶ τοὺς θλίβοντας ὑµᾶς ὑπερευφραίνεσθαι; Πρὸς δὲ τοὺς ἐφεστῶτας ἀγγέλους( πείθοµαι γὰρ ἄλλους ἄλλης προστατεῖν Ἐκκληδίας, ὡς Ἰωάννης διδάσκει µε διὰ τῆς ἀποκαλύψεως)· Ὁδοποιήσατε τῷ λαῷ µου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἵνα µηδὲν ᾖ σκῶλον, µηδὲ κώλυµα τῷ λαῷ τῆς θείας ὁδοῦ καὶ εἰσόδου· νῦν µὲν ἐπὶ τὰ χειροποίητα, µικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἄνω Ἱερουσαλὴµ, καὶ τὰ ἐκεῖσε Ἅγια τῶν ἁγίων, ἃ τέλος οἶδα τῆς ἐνταῦθα κακοπαθείας καὶσυντονίας τοῖς καλῶς ὁδεύουσιν. Ἐν οἷς ἐστε καὶ ὑµεῖς, κλητοὶ ἅγιοι, λαὸς περιού σιος, βασίλειον ἱεράτευµα, σχοίνισµα Κυρίου τὸ κράτιστον, ἀπὸ σταγόνος ποταµὸς ὅλος, ἀπὸ σπινθῆρος λαµπὰς οὐράνιος, ἀπὸ κόκκου νάπυος δένδρον, πτηνῶν ἀνάπαυµα.
1.Ι
Τούτους δωροφοροῦµεν ὑµῖν, ὦ φίλοι ποιµέ νες, τούτους προσάγοµεν, τούτοις δεξιούµεθα τοὺς ἡµετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήµους. Τούτων οὐδὲν κάλλιον προσενεγκεῖν εἴχοµεν ὑµῖν, οὐδὲ λαµπρότερον, ὧν ἔχοµεν τὸ µεῖζον ἐπιζη τήσαντες· ἵν' εἰδῆτε καὶ ξένους ὄντας ἡµᾶς καὶ οὐκ ἐνδεεῖς· ἀλλὰ πτωχοὺς µὲν, πολλοὺς δὲ πλουτίζοντας. Ταῦτα εἰ µὲν µικρὰ καὶ οὐδενὸς ἄξια λόγου, πει σθῆναι βούλοµαι, τίνα τὰ µείζω καὶ λόγου πλείονος. Εἰ γὰρ τὸ πόλιν τῆς οἰκουµένης ὀφθαλµὸν, γῆς καὶ θαλάσσης ὅτι κράτιστον, ἑῴας τε καὶ ἑσπερίου λή ξεως οἷον σύνδεσµον, εἰς ἣν τὰ πανταχόθεν ἄκρασυν τρέχει, καὶ ὅθεν ἄρχεται, ὡς ἀπὸ ἐµπορίου κοι νοῦ τῆς πίστεως· εἰ τὸ ταύτην στηρίξαι τε καὶ σθε νῶσαι τοῖς ὑγιαίνουσι λόγοις, τῶν οὐ µεγάλων, καὶ ταῦτα, τοσαύταις δονουµένην γλώσσαις, καὶ οὕτω πανταχόθεν, σχολῇγ' ἂν ἄλλο τι φανείη µέγα καὶ σπουδῆς ἄξιον. Εἰ δὲ τῶν ἐπαινουµένων( δότε τι καὶ ἡµῖν τῆς ἐπὶ τούτοις φιλοτιµίας), καὶ αὐτοὶ µε ρίδα τινὰ τοῖς ὁρωµένοις τούτοις συνεισηνέγκαµεν.
1.ΙΑ
Ἆρον κύκλῳ τοὺς ὀφθαλµούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐµῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν µισθωτῶν Ἐφραῒµ, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. Ἴδε πρεσβυτέρων συνέδριον, πολιᾷ καὶ συνέσει τετιµηµένων, δια κόνων εὐταξίαν, οὐ πόῤῥω τοῦ αὐτοῦ Πνεύµατος, ἀναγνωστῶν εὐκοσµίαν, λαοῦ φιλοµάθειαν, ὅσον ἐν ἀνδράσιν, ὅσον ἐν γυναιξὶ, τὴν ἀρετὴν ὁµοτίµοις· καὶ ἀνδρῶν, ὅσον ἐν φιλοσόφοις, ὅσον ἐν ἁπλουστέροις, πᾶσι σοφοῖς τὰ θεῖα· ὅσον ἐν ἄρχουσιν, ὅσον ἐν ἀρ χοµένοις, ἐνταῦθα πᾶσι καλῶς ἀρχοµένοις· ὅσον ἐν στρατιώταις, ὅσον ἐν εὐγενέσιν, ὅσον ἐν λόγοις καὶ περὶ λόγους, πᾶσι Θεοῦ στρατιώταις, ἡµέροις τἄλλα, πολεµικοῖς ὑπὲρ Πνεύµατος, πᾶσι τὴνἄνω τιµῶσι σύγκλητον( εἰς ἣν οὐ τὸ γράµµα εἰσάγει τὸ πεζὸν, ἀλλὰ τὸ ζωοποιοῦν Πνεῦµα), ἅπασι λογίοις ὡς ἀληθῶς, καὶ τοῦ ὄντως Λόγου θεραπευ ταῖς· καὶ γυναικῶν, ὅσον ὑπὸ ζυγὸν, Θεῷ µᾶλλον ἢ σαρκὶ συνδεδεµένον, ὅσον ἄζυγον καὶ ἐλεύθερον, Θεῷ τὸ πᾶν καθιερωµένον· ὅσον ἐν νέοις, ὅσον ἐν γέ ρουσιν, ὧν τὸ µὲν ἐπὶ γῆρας καλῶς ὁδεύει, τὸ δὲ βιά ζεται µεῖναι ἀθάνατον, ταῖς κρείττοσι τῶν ἐλπίδων ἀνακαινούµενον.
1.ΙΒ
Τούτου τοῦ στεφάνου( ὃ λαλῶ, οὐ κατὰ Κύ ριον λαλῶ, λαλήσω δὲ ὅµως) κἀγώ τι συνεβαλόµην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐµῶν λόγων ἔργον, οὐχ οὓς ἐῤῥίψαµεν, ἀλλ' οὓς ἠγαπήσαµεν· οὐδὲ τῶν πορνικῶν, ὥς τις ἔφη διασύρων ἡµᾶς τῶν πόρνων καὶ λόγον καὶ τρόπον, ἀλλὰ καὶ λίαν σωφρό νων. Τούτων τις καὶ τοῦ ἐµοῦ Πνεύµατος γέννηµα καὶ καρπὸς, ὡς γεννᾷν οἶδε Πνεῦµα τοὺς ἀπανιστα µένους σώµατος. Μαρτυρήσουσιν, εὖ οἶδ' ὅτι, καὶ ὑµῶν οἱ εὐγνώµονες, ἢ καὶ πάντες, ἐπεὶ καὶ πάντας ἐγεωργήσαµεν· καὶ µισθὸς, ἡ ὁµολογία µόνη. Οὐ γὰρ ἄλλο τι ἐπιζητοῦµεν, ἢ ἐζητήσαµεν. Ἄµισθος γὰρ ἡ ἀρετὴ, ἵνα καὶ ἀρετὴ µείνῃ, πρὸς τὸ καλὸν µόνον βλέπουσα.
1.ΙΓ
Βούλεσθε προσθῶµέν τι καὶ νεανικώτερον; Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡµερουµένας, καὶ τοὺς θεότητι πολεµοῦντας ἡµῖν ἡσυχάζοντας; Καὶ τοῦτο τοῦ Πνεύµατος, καὶ τοῦτο τῆς γεωργίας τῆς ἡµετέρας. Οὐ γὰρ ἀπαιδεύτως παιδεύοµεν, οὐδὲ ταῖς ὕβρεσι βάλλοµεν, ὅπερ πάσχουσιν οἱ πολλοὶ, µὴ τῷ λόγῳ µαχόµενοι, τοῖς δὲ λέγουσι, καὶ τὴνἀσθένειαν ἔστιν ὅτε τῶν λογισµῶν ταῖς ὕβρεσι συγκαλύπτοντες· ὥσπερ τὰς σηπίας λόγος ἐµεῖν τὸ µέλαν πρὸ ἑαυ τῶν, ἵνα τοὺς θηρεύοντας διαφύγωσιν, ἢ τῷ λανθά νειν θηράσωσιν. Ἀλλὰ τὸ περὶ Χριστοῦ πολεµεῖν δείκνυµεν, ἐν τῷ µάχεσθαι κατὰ Χριστὸν, τὸν εἰρη νικόν τε καὶ πρᾶον, καὶ τὰς ἀσθενείας ἡµῶν βαστά σαντα. Οὔτε εἰρηνεύοµεν κατὰ τοῦ λόγου τῆς ἀληθείας, ὑφιέντες τι διὰ δόξαν ἐπιεικείας· οὐ γὰρ κα κῶς τὸ καλὸν θηρεύοµεν· καὶ εἰρηνεύοµεν ἐννόµως µαχόµενοι, καὶ εἴσω τῶν ἡµετέρων ὅρων, καὶ κανόνων τοῦ Πνεύµατος. Περὶ µὲν οὖν τούτων οὕτω γινώσκω, καὶ νόµον τίθηµι πᾶσι τοῖς ψυχῶν οἰκονό µοις, καὶ τοῦ λόγου ταµίαις· µήτε τῷ σκληρῷ τραχύνειν, µήτε τῷ ὑπεσταλµένῳ κατεπαίρειν· ἀλλ' εὐλόγους εἶναι περὶ τὸν λόγον, µηδετέρῳ τὸ µέτρον ὑπερβαίνοντας.
1.Ι∆
∆ εῖ δὲ ἴσως ποθοῦσιν ὑµῖν καὶ τὸν τῆς πίστεως αὐτῆς ἐπιδείξασθαι λόγον, ἥτις ποτέ ἐστιν ἡ καθ' ἡµᾶς. Ἐγώ τε γὰρ ἁγιασθήσοµαι τῷ συνεχεῖ τῆς µνήµης· ὅ τε λαὸς οὗτος ὀνήσεται, χαίρων, εἴπερ ἄλλῳ τινὶ, τοῖς τοιούτοις λόγοις· καὶ ὑµεῖς ἐπιγνώ σεσθε, εἰ µὴ µάτην φθονούµεθα, τῇ φανερώσει τῆς ἀληθείας, τοῖς µὲν ἁµιλλώµενοι, τοὺς δὲ φθάνον τες. Ὥσπερ γὰρ τῶν βρυχίων ὑδάτων, τὰ µὲν ἐν βάθει κρύπτεται παντελῶς, τὰ δὲ παφλάζει στενοχωρούµενα, καὶ τὴν ἔκρηξιν ὑπισχνεῖται µὲν ταῖς ἀκοαῖς, µέλλει δὲ ἔτι, τὰ δὲ καὶ ἀναῤῥήγνυται· οὕτω καὶ τῶν φιλοσοφούντων περὶ Θεοῦ, ἵνα µὴ λέγω τοὺς παντελῶς ἀγνώµονας, οἱ µὲν πάντη κρύ φιον καὶ λανθάνουσαν ἔχουσιν ἐν ἑαυτοῖς τὴν εὐσέβειαν· οἱ δὲ τῆς ὠδῖνος ἐγγὺς, ὅσοι τὸ µὲν ἀσεβὲς φεύγουσι, τὸ δὲ εὐσεβὲς οὐ παῤῥησιάζονται, εἴτε οἰ κονοµίᾳ τινὶ χρώµενοι περὶ τὸν λόγον, εἴτε δειλίᾳ πρὸςτοῦτο καταφεύγουσιν· ἀλλὰ τὴν µὲν διάνοιαν ὑγιαίνουσιν, ὥς φασι, τὸν λαὸν δὲ οὐχ ὑγιάζουσιν, ὥσπερ ἑαυτῶν οὐκ ἄλλων προστασίαν ἐγχειρισθέν τες· οἱ δὲ καὶ δηµοσιεύουσι τὸν θησαυρὸν, οὐ στέ γοντες τὴν ὠδῖνα τῆς εὐσεβείας, οὐδὲ τὸ µόνοι σώζε σθαι σωτηρίαν νοµίζοντες, εἰ µὴ καὶ ἄλλοις τὸκαλὸν ὑπερβλύσειεν. Μεθ' ὧν ἐγὼ ταττοίµην, ἢ οἵτινες µετ' ἐµοῦ τὴν καλὴν τόλµαν τολµῶντες ὁµολογεῖν τὴν εὐσέβειαν.
1.ΙΕ
Ἓν µὲν οὖν καὶ σύντοµον πρόγραµµα τοῦ καθ' ἡµᾶς λόγου, καὶ οἷον στηλογραφία τις πᾶσι γνώρι µος, ὁ λαὸς οὗτος, γνήσιος ὢν τῆς Τριάδος προσκυ νητὴς, ὡς θᾶττον ἄν τινα διαζευχθῆναι τῆς ζωῆς ταύ της, ἤ τι τῶν τριῶν ἓν διαζεῦξαι τῆς θεότητος, σύµφρονες, ὁµόζηλοι, ἑνὶ λόγῳ πρός τε ἀλλή λους καὶ πρὸς ἡµᾶς, καὶτὴν Τριάδα κρατούµενοι· τὰ δὲ καθ' ἕκαστον, ἵν' ἐπέλθω συντόµως, ἄναρχον, καὶ ἀρχὴ, καὶ τὸ µετὰ τῆς ἀρχῆς, εἷς Θεός. Οὔτε τοῦ ἀνάρχου τὸ ἄναρχον φύσις, ἢ τὸ ἀγέννητον· οὐδεµία γὰρ φύσις ὅ τι µὴ τόδε ἐστὶν, ἀλλ' ὅ τι τόδε. Ἡ τοῦ ὄντος θέσις, οὐχὶ τοῦ µὴ ὄντος ἀναίρεσις. Οὔτε ἡ ἀρχὴ, τῷ ἀρχὴ εἶναι, τοῦ ἀνάρχου διείργεται. Οὐ γὰρ φύσις αὐτῷ ἡ ἀρχὴ, ὥσπερ οὐδ' ἐκείνῳ τὸ ἄναρχον. Περὶ γὰρ τὴν φύσιν, οὐ ταῦτα φύσις. Καὶ τὸ µετὰ τοῦ ἀνάρχου, καὶ τῆς ἀρχῆς, οὐκ ἄλλο τι, ἢ ὅπερ ἐκεῖνα. Ὄνοµα δὲ, τῷ µὲν ἀνάρχῳ, Πα τήρ· τῇ δὲ ἀρχῇ, Υἱός· τῷ δὲ µετὰ τῆς ἀρχῆς, Πνεῦµα ἅγιον. Φύσις δὲ τοῖς τρισὶ µία, Θεός. Ἕνωσις δὲ, ὁ Πατὴρ, ἐξ οὗ, καὶ πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς· οὐχ ὡς συναλείφεσθαι, ἀλλ' ὡς ἔχεσθαι, µήτε χρόνου διείργοντος, µήτε θελήµατος, µήτε δυνάµεως. Ταῦτα γὰρ ἡµᾶς πολλὰ εἶναι πεποίηκεν, αὐτοῦ τε ἑκάστου πρὸς ἑαυτὸ, καὶ πρὸς τὸ ἕτερον στασιάζον τος. Οἷς δὲ ἁπλῆ φύσις καὶ τὸ εἶναι ταυτὸν, τούτοις καὶ τὸ ἓν κύριον.
1.Ις
Τὰς µὲν οὖν φιλονείκους ἐπὶ θάτερα µετακλίσεις τοῦ λόγου καὶ ἀντισηκώσεις, χαίρειν ἐάσω µεν· οὔτε τῷ ἑνὶ Σαβελλίζοντες κατὰ τῶν τριῶν, καὶ συναιρέσει κακῇ τὴν διαίρεσιν λύοντες· οὔτε τοῖς τρι σὶν Ἀρειανίζοντες κατὰ τοῦ ἑνὸς, καὶ πονηρᾷ διαιρέ σει τὸ ἓν ἀνατρέποντες. Οὐ γὰρ κακοῦ τὸ κακὸν ἀλλάξασθαι τὸ ζητούµενον, ἀλλὰ τοῦ καλοῦ µὴ δια µαρτεῖν. Ὡς ταῦτά γε τοῦ πονηροῦ παίγνια, κακῶς τὰ ἡµέτερα ταλαντεύοντος. Αὐτοὶ δὲ τὴν µέσην βαδίζοντες καὶ βασιλικὴν, ἐν ᾧ καὶ τὸ τῶν ἀρετῶν ἕστηκεν, ὡς δοκεῖ τοῖς ταῦτα δεινοῖς, πιστεύοµεν εἰς Πατέρα, καὶ Υἱὸν, καὶΠνεῦµα ἅγιον, ὁµοούσιά τε καὶ ὁµόδοξα· ἐν οἷς καὶ τὸ βάπτισµα τὴν τελείωσιν ἔχει, ἔν τε ὀνόµασι καὶ πράγµασιν( οἶδας ὁ µυηθείς)· ἄρνησις ὂν ἀθεΐας, καὶ ὁµολογία θεότητος, καὶ οὕτω καταρτιζόµεθα· τὸ µὲν ἓν, τῇ οὐσίᾳ γινώσκοντες, καὶ τῷ ἀµερίστῳ τῆς προσκυνήσεως· τὰ δὲ τρία, ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις, ὅ τισι φίλον. Μηδὲ γὰρ οἱ περὶ ταῦτα ζυγοµαχοῦντες ἀσχηµονείτωσαν, ὥσπερ ἐν ὀνόµασι κειµένης ἡµῖν τῆς εὐσεβείας, ἀλλ' οὐκ ἐν πράγµασι. Τί γάρ φατε οἱ τὰς τρεῖς ὑποστάσεις εἰσφέροντες; µὴ τρεῖς οὐσίας ὑπολαµβά νοντες τοῦτο λέγετε; Μέγα οἶδ', ὅτι βοήσετε κατὰ τῶν οὕτως ὑπειληφότων. Μίαν γὰρ καὶ τὴν αὐτὴν τῶν τριῶν δογµατίζετε. Τί δαὶ οἱ τὰ πρόσ ωπα; µὴ ἓν, οἷόν τι σύνθετον, ἀναπλάσσετε, καὶ τριπρόσωπον, ἢ ἀνθρωπόµορφον ὅλως; Ἄπαγε, καὶ ὑµεῖς ἀντιβοήσετε, µηδὲ πρόσωπον, ὅ τί ποτέ ἐστιν, ἴδοι Θεοῦ, ὃς οὕτως ἔχει. Τί οὖν ἡµῖν αἱ ὑπο στάσεις βούλονται, ἢ ὑµῖν τὰ πρόσωπα; προσ ερήσοµαι γάρ. Τὸ τρία εἶναι τὰ διαιρούµενα, οὐ φύ σεσιν, ἀλλ' ἰδιότησιν. Ὑπέρευγε. Πῶς ἄν τινες συµφρονοῖεν µᾶλλον καὶ τὸ αὐτὸ λέγοιεν, ἢ οὕ τως ἔχοντες, κἂν ταῖς συλλαβαῖς διαφέρωσιν; Ὁρᾶτε οἷος ἐγὼ διαλλακτὴς ὑµῖν, πρὸς τὸν νοῦν ἄγων ἀπὸ τοῦ γράµµατος, ὥσπερ τὴν Παλαιὰν καὶ τὴν Νέαν.
1.ΙΖ
Ἀλλ' ἐπανιτέον µοι πάλιν πρὸς τὸν αὐτὸν λόγον. Τὸ µὲν οὖν ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν λεγέσθω τε καὶ νοείσθω, εἴ τῳ φίλον δηµιουργεῖν ὀνόµατα· οὐ γὰρ δείσοµεν, µή ποτε νοῆται σωµατικῶς τὰ ἀσώµατα, ὅπερ δο κεῖ τοῖς ἐπηρεασταῖς θεότητος. Κτίσµα δὲ, Θεοῦ µὲν λεγέσθω· µέγα γὰρ ἡµῖν καὶ τοῦτο· Θεὸς δὲ, µηδαµῶς. Ἢ τότε δέξοµαι κτίσµα εἶναι Θεὸν, ὅταν κἀγὼ γένωµαι κυρίως Θεός. Ἔχει γὰρ οὕτως. Εἰ µὲν Θεὸς, οὐ κτίσµα· µεθ' ἡµῶν γὰρ τὸ κτίσµα, τῶν οὐ θεῶν. Εἰ κτίσµα δὲ, οὐ Θεός· ἤρξατο γὰρ χρονι κῶς. Ὃ δὲ ἤρξατο, ἦν ὅτε οὐκ ἦν. Οὗ δὲ πρε σβύτερον τὸ οὐκ ἦν, τοῦτο οὐ κυρίως ὄν. Τὸ δὲ µὴ κυ ρίως ὂν, πῶς Θεός; Οὔτε οὖν κτίσµα τῶν τριῶν, οὐδὲ ἕν· οὔτε, ὃ τούτου χεῖρον, δι' ἐµὲ γενόµενον· ἵνα µὴ κτίσµα ᾖ µόνον, ἀλλὰ καὶ ἡµῶν ἀτιµότερον. Εἰ γὰρ ἐγὼ µὲν εἰς δόξαν Θεοῦ, τοῦτο δὲ δι' ἐµὲ( ἡ πυράγρα διὰ τὴν ἅµαξαν, ἢ ὁ πρίων διὰ τὴν θύραν), νικῶ τῇ αἰτίᾳ. Ὅσῳ γὰρ κτισµάτων Θεὸς ὑψηλότερος, τοσοῦτον τοῦ διὰ Θεὸν ὑποστάντος ἐµοῦ, τὸ δι' ἐµὲ γινόµενον, ἀτιµότερον.
1.ΙΗ
Πρὸς ταῦτα, Μοαβίταις µὲν καὶ Ἀµµωνίταις µηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις δια λεκτικοῖς τε καὶ κακοπράγµοσιν, οἳ γέννησινΘεοῦ πολυπραγµονοῦντες, καὶ πρόοδον ἄῤῥητον, κατεξαν ίστανται τολµηρῶς θεότητος· ὡς δέον, ἢ ἐφικτὰ µό νοις εἶναι τὰ ὑπὲρ λόγον, ἢ µηδὲ εἶναι, ὅτι µὴ αὐ τοὶ κατειλήφασιν. Ἡµεῖς δὲ ταῖς θείαις Γραφαῖς ἑπόµενοι, καὶ τὰ ἐγκείµενα σκῶλα τοῖς τυφλώττουσι λύοντες, τῆς σωτηρίας ἑξόµεθα, πάντα τολµῶντες πρότερον, ἢ κατὰΘεοῦ τι νεανιεύεσθαι. Τὰς µὲν δὴ µαρτυρίας ἄλλοις παρήσοµεν, πολλοῖς τε λογο γραφηθείσας ἤδη πολλάκις, καὶ ἡµῖν οὐ παρέργως. Καὶ ἅµα λίαν αἰσχρὸν ἐµοὶ γοῦν, νῦν τὰς πίστεις συλλέγειν τῶν πάλαι πεπιστευµένων. Τάξις γὰρ οὐκ ἀρίστη διδάσκειν πρότερον, εἶτα µανθάνειν, µὴ ὅτι τὰ θεῖα καὶ τηλικαῦτα τὸ µέγεθος, ἀλλ' οὐδὲ ἄλλο τι τῶν µικρῶν καὶ τοῦ µηδενὸς ἀξίων. Καὶ τὰ ἐκ τῆς Γραφῆς προσκόµµατα λύειν καὶ διαρθροῦν, οὐ τοῦ παρόντος καιροῦ, σπουδῆς δὲ τελεωτέρας καὶ µείζονος, ἢ κατὰ τὴν παροῦσαν ὁρµὴντῆς ὑποθέσεως. Ὁδ' οὖν λόγος ἡµῶν, ὡς ἐν κεφαλαίῳ περιλα βεῖν, ἔστιν οὗτος. Καὶ ταῦτα διῆλθον, οὐχ ἵν' ἀγωνί σωµαι πρὸς τοὺς ἀντιθέτους( πολλάκις γὰρ ἤδη δι ηγωνισάµεθα, εἰ καὶ µετρίως), ἀλλ' ἵν' ὑµῖν ἐπι δείξω τὸν χαρακτῆρατῶν ἐµῶν διδαγµάτων, εἰ µὴ τῶν ὑµετέρων ἐγὼ συναγωνιστὴς, καὶ κατὰ τῶν αὐ τῶν, καὶ ὑπὲρ τῶν αὐτῶν ἱστάµενος.
1.ΙΘ
Οὗτος ὑµῖν, ὦ ἄνδρες, ὁ τῆς ἐµῆς ἀπόλογος παρουσίας· εἰ µὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑµῖν τοῖς καλέσασιν· εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστε ρον, καὶ οὕτω χάρις. Οὐ γὰρ πάντη ψεκτῶς, εὖ οἶδα, καὶ ὑµῖν οὐκ ἀπιστῶ λέγουσιν. Μή τι τὸν λαὸν τοῦ τον ἐπλεονεκτήσαµεν; µή τι τῶν ἡµετέρων ᾠκονο µήσαµεν, ὃ τοὺς πολλοὺς ὁρῶ πάσχοντας; µή τι τὴν Ἐκκλησίαν παρελυπήσαµεν; Ἄλλους µὲν ἴσως, οἷς ἐρήµην ἡµᾶς ᾑρηκέναι νοµίζουσι, τὸν ἡµέτερον ἀντεστήσαµεν λόγον· ὑµᾶς δὲ οὐδὲν, ὅσα ἐµαυτῷ συνεπίσταµαι. Οὐ βοῦν ὑµῶν εἴληφα, φησὶ Σα µουὴλ ὁ µέγας, πρὸς τὸν Ἰσραὴλ ὑπὲρ τοῦ βασιλέως διαφερόµενος· οὐ ψυχῶν ὑµῶν ἐξίλασµα, µάρτυς Κύριος ἐν ὑµῖν· οὐ τὸ καὶ τὸ, πλείονα λέ γων, ἵνα µὴ αὐτὸς ἀπαριθµῶµαι καθ' ἕκαστον· ἀλλὰ καθαρὰν καὶ ἀκίβδηλον τὴν ἱερωσύνην ἐφύλαξα. Εἰ δὲ δυναστείαν ἠγάπησα, ἢ θρόνων ὕψος, ἢ βασιλέων πατεῖν αὐλὰς, µηδὲ ἄλλο τι λαµπρὸν ἔχοιµι, ἢ ῥίψαιµι κεκτηµένος.
1.Κ
Τί οὖν ἐστιν ὅ φηµι; Οὐ γὰρ ἄµισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ' εἰς τοσοῦτον ἀρετῆς ἀφικό µην.∆ ότε µοι τῶν πόνων µισθόν. Τίνα τοῦτον; Οὐχ ὃν ἄν τινες ὑπολάβοιεν τῶν πάντα ῥᾳ δίων· ἀλλ' ὃν ἐµοὶ ζητεῖν ἀσφαλές. Ἀναπαύσατε τῶν µακρῶν πόνων ἡµᾶς· αἰδέσθητε τὴν πολιὰν ταύτην· τιµήσατε τὴν ξενιτείαν· ἄλλον ἀντεισαγάγετε, τὸν ὑπὲρ ὑµῶν διωκόµενον, ὅστις καθαρὸς χεῖρας, ὅστις φωνὴν οὐκ ἀσύνετος, ὅστις ἱκανὸς τὰ πάντα ὑµῖν χαρίζεσθαι, καὶ συνδιαφέρειν τὰς ἐκκλησιαστι κὰς φροντίδας· ἐπειδὴ τούτων µάλιστα νῦν ὁ καιρός. Ἐµοὶ δὲ ὁρᾶτε καὶ τὸ σῶµα ὡς ἔχει τοῦτο, καὶ χρόνῳ, καὶ νόσῳ, καὶ πόνῳ δαπανηθέν. Τί δεῖ γέροντος ὑµῖν δειλοῦ, καὶ ἀνάνδρου, καὶ καθ' ἑκάστην, ὡς εἰπεῖν, ἀποθνήσκοντος τὴν ἡµέραν, οὐ τῷ σώµατι µόνον, ἀλλὰ καὶ ταῖς φροντίσιν· ὃς µόλις καὶ ταῦτα ὑµῖν διαλέγοµαι; Μὴ ἀπιστήσητε φωνῇ διδα σκάλου· καὶ γὰρ οὐδὲ ἠπιστήσατε πώποτε. Κέκµηκα, τὴν ἐπιείκειαν ἐγκαλούµενος. Κέκµηκα, καὶ λόγῳ, καὶ φθόνῳ µαχόµενος, καὶ πολεµίοις, καὶ ἡµετέροις. Οἱ µὲν τὰ στέρνα παίουσι, καὶ ἧττον ἐπιτυγχάνουσι· τὸ γὰρ προδήλως ἐχθρὸν, εὐφύλακτον. Οἱ δὲ, τὰ νῶτα τηροῦσι, καὶ µᾶλλόν εἰσι λυπηροί· τὸ γὰρ ἀνύποπτον, καιριώτερον. Εἰ δὲ καὶ κυβερνήτης ἦν, καὶ τῶν λίαν ἐπιστηµόνων· εἶτα πολλὴ µὲν ἦν περὶ ἡµᾶς ἡ θάλασσα, καὶ περὶ τὴν ναῦν ζέουσα· πολλὴ δὲ τῶν ἐµπλεόντων ἡ στάσις, ἄλλων περὶ ἄλλου ζυγο µαχούντων, καὶ ἀντικτυπούντων ἀλλήλοις τε καὶ τοῖς κύµασι, πόσον ἀντέσχον ἂν ἐπὶτῶν οἰάκων καθ ήµενος, ὥστε καὶ θαλάσσῃ καὶ τοῖς ἐµπλέουσι µά χεσθαι, καὶ διασώζειν ἀκινδύνως τὴν ναῦν ἐκ διπλοῦ τοῦ κλύδωνος; Ὧν γὰρ παντὶ τρόπῳ συναγωνιζοµέ νων, χαλεπὸν ἦν τὸ τῆς σωτηρίας, τούτων πῶς οἷόν τε ἀνταγωνιζοµένων µὴ καταδύεσθαι;
1.ΚΑ
Τί τἄλλα δεῖ λέγειν; Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεµον; Λεγέσθω γάρ τις καὶ πόλεµος ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἓν ἀγάγω τοὺς ἀντικαθεζοµένους τούτους καὶ ἀν τιποιµαίνοντας, καὶ τὸν συναπεῤῥωγότα τούτοις λαὸν καὶ ἀντίθετον· ὥσπερ ἐν τοῖς χάσµασι τῶν σεισµῶν, τὰ γειτονοῦντα καὶ πλησιάζοντα· ἢ ταῖς λοιµικαῖς νόσοις τοὺς θεραπευτὰς καὶ οἰκείους, ἄλ λοις ἀπ' ἄλλων διαδιδοµένης εὐκόλως τῆς ἀῤῥω στίας· οὐ µόνον δὲ, ἀλλὰ καὶ τὰ τῆς οἰκουµένης τµή µατα συµπεπονθότα τοῖς στασιάζουσιν, ὥστε καὶ εἰς ἀντίπαλον µοῖραν ἀποκριθῆναι τότε Ἑῷον καὶτὸ Ἑσπέριον, καὶ κινδυνεύειν τῆς γνώµης οὐχ ἧττον ἢ τῶν περάτων ταῦτα γενέσθαι τµήµατα; Μέχρι τίνος γὰρ ὁ ἐµὸς καὶ ὁ σὸς, καὶ ὁ παλαιὸς καὶ ὁ νέος, ὁ λογιώ τερος ἢ ὁ πνευµατικώτερος, ὁ εὐγενέστερος ἢ ὁ δυσγε νέστερος, ὁ τῷ πλήθειπλουσιώτερος ἢ ὁ πενέστερος; Αἰσχύνοµαι τὸ γῆρας, ἄλλων καλούµενος, ὑπὸ Χριστοῦ σεσωσµένος.
1.ΚΒ
Οὐ φέρω τοὺς ἱππικοὺς ὑµῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην µανίαν ἔν τε δαπανήµασι καὶ σπουδάσµασι. Μεταζεύγνυµεν, ἀντιζεύγνυµεν, ἀντιφρυασσόµεθα, µικροῦ καὶ τὸν ἀέρα παίοµεν, ὥσπερ ἐκεῖνοι, καὶ βάλλοµεν κόνιν εἰς οὐρανὸν, ὥσπερ οἱ ἐξεστηκότες· καὶ ὑπ' ἄλλοις προσώποις τὰς ἡµετέρας ἐκπληροῦµεν φιλονεικίας, κακοὶ γινόµεθα τῆς φιλοτιµίας διαιτηταὶ, καὶ κριταὶ τῶν πραγµάτων ἀγνώµονες. Σήµερον σύνθρονοι καὶ ὁµόδοξοι, ἂν οὕτω φέρωσιν ἡµᾶς οἱ ἄγοντες· αὔριον ἀντίθρονοι καὶ ἀντίδοξοι, ἐὰν ἀντιπνεύσῃ τὸ πνεῦµα. Μετὰ τῆς ἔχθρας καὶ τῆς φιλίας, καὶ τὰ ὀνόµατα· καὶ, τὸ δεινότατον, οὐκ αἰσχυνόµεθα τοῖς αὐτοῖς χρώµενοι τῶν ἐναντίων ἀκροαταῖς· οὐδὲ ἐπὶ τῶν αὐτῶν βεβήκαµεν, ἄλλοτε ἄλλους ποιούσης ἡµᾶς τῆς φιλονεικίας. Εὐρίπων µεταβολαί τινες, ἢ ἀµπώτιδες. Ὥσπερ οὖν εἰ µειρακίων ἐν ἀγορᾷ παι ζόντων ἐν µέσῳ καὶ παιζοµένων, αἰσχρὸν ἂν ἦν λίαν καὶ οὐχ ἡµῶν, καταλιπόντας τὰς οἰκείας διατριβὰς, ἐκείνοις συµφέρεσθαι( οὐ γὰρ ὡραῖον γήρᾳ, παίδων ἀθύρµατα)· οὕτως οὐδ' εἰ, φερόντων καὶ φερο µένων τῶν ἄλλων, αὐτός τι βέλτιον τῶν πολλῶν γι νώσκων, δεξαίµην ἂν ἐκείνων εἷς εἶναι µᾶλλον, ἢ, ὅπερ εἰµὶ, µετὰτῆς ἀφανίας ἐλεύθερος. Πρὸς γὰρ αὖ τοῖς ἄλλοις πάσχω τι καὶ τοιοῦτον, οὐ τὰ πολλὰ συµφέροµαι τοῖς πολλοῖς, οὐδὲ τὴν αὐτὴν βα δίζειν ἀνέχοµαι· θρασέως µὲν ἴσως καὶ ἀµαθῶς, πάσχω δ' οὖν ὅµως. Ἀνιᾷ µε τὰ τῶν ἄλλων τερπνὰ, καὶ τέρποµαι τοῖς ἑτέρων ἀνιαροῖς. Ὥστε οὐκ ἂν θαυµάσαιµι οὐδὲ τοῦτο, εἰ καὶ δεθείην, ὡς δύσχρη στος, καὶ ἀνοηταίνειν δόξαιµι τοῖς πολλοῖς, ὅ τις λέγεται τῶν παρ' Ἕλλησιφιλοσοφησάντων παθεῖν, ἐγκληθεὶς ὡς µανίαν τὴν σωφροσύνην, ὅτι διεγέλα τὰ πάντα, γέλωτος ὁρῶν ἄξια τὰ τοῖς πολλοῖς σπουδαζό µενα· ἢ καὶ γλεύκους νοµισθείην εἶναι µεστὸς, ὡς ὕστερον οἱ Χριστοῦ µαθηταὶ τῷ λαλεῖν γλώσσαις· ἀγνοηθέντες, ὅτι Πνεύµατος δύναµις ἦν, οὐ φρε νῶν ἔκστασις.
1.ΚΓ
Σκοπείτε γὰρ καὶ ἡµῶν τὰ ἐγκλήµατα. Το σοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, µετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρµῆς, τοσούτου πράγµατος· τί τῆς µεταβολῆς ἡµῖν ἐπεσήµηνε; Πόσοι καθ' ἡµῶν ἔµπροσθεν γεγόνασιν ὑβρισταί; Τί δεινὸν οὐ πεπόνθαµεν; Οὐχ ὕβρεις; Οὐκ ἀπειλάς; Οὐ φυγάς; Οὐ χρηµάτων ἁρπαγάς; Οὐ δη µεύσεις; Οὐ πρεσβυτέρων ἐµπρησµοὺς θαλατ τίους; Οὐ ναοὺς βεβηλωµένους ἁγίων αἵµασι, καὶ γενοµένους ἀντὶ ναῶν πολυάνδρια; Οὐ πρεσβυτέ ρων ἐπισκόπων, οἰκειότερον δὲ πατριαρχῶν εἰπεῖν, σφαγὰς δηµοσίας; Οὐ τὸ πάντα τόπον ἄβατον εἶναι τοῖς εὐσεβέσι µόνοις; Οὐχ ὅ τι ἂν εἴποι τις τῶν δει νῶν; Ὧν τί τοῖς πεποιηκόσιν ἀντιδεδώκαµεν, ἐπειδὴ τὸ ἐξεῖναι ποιεῖν εὖ ποιοῦν ἀντεστράφη, καὶ παιδεύειν ἔδει τοὺς ὑβριστάς; Ἐῶ τἄλλα· τὰ δὲ ἡµέτερα, ἵνα µὴ τὰ σὰ λέγωµεν, οὐ δεδιώγµεθα; Οὐχ ὑβρίσµεθα; Οὐκ ἀπεληλάµεθα ἐκκλησιῶν, οἰκιῶν, ἐρήµων αὐτῶν, τὸ δεινότατον Οὐκ ἠνέγκαµεν δῆµον µαινό µενον; ὑπάρχους ὑβρίζοντας; Βασιλέας ὑβριζοµέ νους, καὶ µετὰ τῶν προσταγµάτων; Εἶτα τί; Γεγόναµεν ἰσχυρότεροι, καὶ διαπεφεύγασιν οἱ διώ κοντες. Τοῦτο γάρ· αὐτάρκης ἐµοὶ τιµωρία κατὰ τῶν ἀδικούντων, ἡ τοῦ ἀντιδρᾷν ἐξουσία. Τοῖς δὲ οὐχ οὕτω δοκεῖ· λίαν γάρ εἰσιν ἐντελεῖς καὶ δίκαιοι περὶ τὴν ἀντίδοσιν· καὶ διὰ τοῦτο ἀπαιτοῦσι τὰ τοῦ καιροῦ. Τίς ὕπαρχος, φησὶν, ἐζηµίωται; Τίς δῆ µος σεσωφρόνισται; Τίνες δήµων ἀνάπται; Τίνα φόβον ἡµῖν αὐτοῖς καὶ πρὸς τὸ µέλλον ἐχαρισά µεθα;
1.Κ∆
Τάχα δ' ἂν καὶ ταῦτα ἡµῖν ὀνειδίσαιεν( καὶ γὰρ ὠνειδίκασι)· τὸ δὲ τῆς τραπέζης φιλότιµον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιµον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρὸν πρὸς τοὺς ἐντυγχάνοντας. Ἠγνόουν γὰρ, ὅτι πρὸς ὑπάτους ἡµῖν καὶ ὑπάρχους ἡ ἅµιλλα, καὶ στρατηγῶν τοὺς εὐδοκιµωτάτους, οἳ µὴ ἔχουσιν, ὅποι τὰ ἑαυτῶν ῥίψουσι. Καὶ δεῖ περιστένειν µὲν ἡµῖν τὴν γαστέρα κατατρυφῶσι τῶν πτωχι κῶν, ὡς δὲ εἰς τὰ περιττὰ κεχρῆσθαι τοῖς ἀναγ καίοις, καὶ τῶνθυσιαστηρίων κατερεύγεσθαι. Ἵπποις δὲ φέρεσθαι τρυφεροῖς, καὶ δίφρων ὑπεραίρεσθαι πε ριλάµπρως, προποµπεύεσθαί τε καὶ περιποππύζε σθαι, καὶ πάντας ὑποχωρεῖν ἡµῖν, ὥσπερ θηρίοις, καὶ περισχίζεσθαι, ἢ καὶ πόῤῥωθεν εἶναι δήλους ἐπερχο µένους. Εἰ ταῦτα δεινὰ γέγονε, παρελήλυθε· χαρί σασθέ µοι τὴν ἀδικίαν ταύτην. Ἄλλον προστήσασθε τὸν ἀρέσοντα τοῖς πολλοῖς· ἐµοὶ δὲ δό τε τὴν ἐρηµίαν, καὶ τὴν ἀγροικίαν, καὶ τὸν Θεὸν, ᾧ µόνῳ, καὶ διὰ τῆς εὐτελείας, ἀρέσοµεν.∆ ει νὸν, εἰ στερησόµεθα λόγων, καὶ συλλόγων, καὶ πανηγύρεων, καὶ τῶν κρότων τούτων ὑφ' ὧν πτερούµεθα, καὶ οἰκείων, καὶ φίλων, καὶ τιµῶν, καὶκάλλους πόλεως καὶ µεγέθους, καὶ τῆς πανταχόθεν πε ριλαµπούσης ἀστραπῆς τοὺς πρὸς αὐτὰ βλέπον τας, ἀλλὰ µὴ εἴσω συννενευκότας· ἀλλ' οὔπω τοσοῦ τον ὅσον εἰ θορυβήσοµαι καὶ χρανθήσοµαι τοῖς ἐν µέσῳ ταράχοις καὶ βράσµασι, καὶ ταῖς πρὸς τοὺς πολλοὺς µετακλίσεσιν. Οὐ γὰρ ζητοῦσιν ἱερεῖς, ἀλλὰ ῥήτορας· οὐδὲ ψυχῶν οἰκονόµους, ἀλλὰ χρηµάτων φύλακας· οὐδὲ θύτας καθαροὺς, ἀλλὰ προστάτας ἰσχυρούς. Ἀπολογήσοµαί τι περὶ αὐτῶν· οὕτως ἡµεῖς αὐτοὺς ἐπαιδεύσαµεν, οἳ πᾶσι πάντα γινόµεθα, οὐκ οἶδα πότερον, ἵνα σώσωµεν πάντας, ἢ ἀπωλέσωµεν.
1.ΚΕ
Τί φατε; Πείθοµεν ὑµᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαµεν; Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡµῖν πρὸς τὸ πείθειν; Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρεσβεύοµεν καὶ πρεσβεύετε, πρὸς τῆς κοινῆς ἡµῶν ἐλπίδος, καὶ τῆς τοῦ λαοῦ τοῦδε συµπήξεως, δότε µοι τὴν χάριν ταύτην· µετὰ εὐχῶν ἡµᾶς ἀπο πέµψατε· αὕτη γενέσθω µοι τῆς ἀθλήσεως ἡ ἀνάῤ ῥησις· δότε µοι τὸ γράµµα τῆς ἀφέσεως, ὥσπερ τοῖς στρατιωτικοῖς οἱ βασιλεῖς· καὶ, εἰ βούλεσθε, µετὰ δεξιᾶς τῆς µαρτυρίας, ἵν' ἔχω τὸ ἐπιτίµιον· εἰ δὲ µὴ, ὅπως βούλεσθε· οὐδὲν περὶ τούτου διοίσο µαι, ἕως ἂν Θεὸς ἴδῃ τὰ ἡµέτερα ὅπως ἂν ἔχῃ. Τίνα οὖν ἀντεισάξοµεν; Ὄψεται ἑαυτῷ Κύριος ποιµένα εἰς προστασίαν, ὡς πρόβατον εἶδεν εἰς ὁλοκάρ πωσιν. Ἓν τοῦτο ἐπιζητῶ µόνον, τῶν φθονουµέ νων ἔστω τις, µὴ τῶν ἐλεουµένων· µὴ τῶν πάν τα πᾶσι χαριζοµένων, ἀλλ' ἔστιν ἃ καὶ προσ κρούειν εἰδότων ὑπὲρ τοῦ βελτίονος· τὸ µὲν γὰρ ἐν ταῦθα ἥδιστον, τὸ δὲ ἐκεῖθεν λυσιτελέστατον. Ὑµεῖς µὲν οὖν τοὺς προπεµπτηρίους ἡµῖν µελετήσατε λόγους· ἐγὼ δὲ ὑµῖν ἀποδώσω τὸν συντακτήριον.
1.Κς
Χαίροις, Ἀναστασία µοι τῆς εὐσεβείας ἐπ ώνυµε. Σὺ γὰρ τὸν λόγον ἡµῖν ἐξανέστησας ἔτι κατα φρονούµενον· τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Ση λὼµ, ἐν ᾗ πρῶτον τὴν σκηνὴν ἐπήξαµεν, τεσσα ράκοντα ἔτη περιφεροµένην ἐν τῇ ἐρήµῳ καὶ πλανωµένην. Σύ τε ὁ µέγας ναὸς οὗτος καὶ πε ριβόητος, ἡ νέα κληρονοµία, τὸ νῦν µέγας εἶναι παρὰ τοῦ Λόγου λαβὼν, ὃν Ἰεβοῦς πρότερον ὅντα, Ἱερουσαλὴµ πεποιήκαµεν· ὑµεῖς τε ὅσοι µετὰ τοῦτον εὐθὺς τοῖς κάλλεσιν, ἄλλος ἄλλο τι τῆς πόλεως µέρος διειληφότες, ὥσπερ σύνδεσµοί τινες καὶ τὸ Γειτονοῦν οἰκειούµενοι· οὓς µετὰ τῆς ἀσθενείας ταύτης, οὐχ ἡµεῖς, ἡ χάρις δὲ σὺν ἡµῖν ἐπλήρωσε τοῖς ἀπεγνωσµένοις. Χαίρετε, ἀπόστολοι, ἡ καλὴ µετοικία, οἱ ἐµοὶ διδάσκαλοι τῆς ἀθλήσεως, εἰ καὶ µὴ πολλάκις ὑµῖν ἐπανηγύρισα, ἴσως τὸν τοῦ ὑµετέρου ΠαύλουΣατᾶν περιφέρων ἐν τῷ σώµατι πρὸς τὸ συµφέρον, δι' ὃν νῦν ὑµῶν ἀποικίζοµαι. Χαῖρέ µοι, ὦ καθέδρα, τὸ ἐπίφθονον ὕψος τοῦτο καὶ ἐπικίνδυνον, ἀρχιερέων συνέδριον, ἱερέων αἰδοῖ καὶ χρόνῳ τετιµηµένον, ὅσον τε ἄλλο περὶ τὴνἱερὰν τράπεζαν λειτουργικὸν Θεοῦ, καὶ ἐγγίζον Θεῷ τῷ ἐγγίζοντι. Χαίρετε, Ναζαραίων χοροστασίαι, ψαλµῳδιῶν ἁρµονίαι, στάσεις πάννυχοι, παρθένων σεµνότης, γυναικῶν εὐκοσµία, χηρῶν, ὀρφανῶν συστήµατα, πτωχῶν ὀφθαλµοὶ, πρὸς Θεὸν καὶ πρὸς ἡµᾶς βλέποντες. Χαίρετε, οἶκοι φιλόξενοι καὶ φιλόχριστοι, καὶ τῆς ἐµῆς ἀσθενείας ἀντιλήπτορες. Χαίρετε, τῶν ἐµῶν λόγων ἐρασταὶ, καὶ δρόµοι, καὶ συνδροµαὶ, καὶ γραφίδες φανεραὶ καὶ λανθάνουσαι, καὶ ἡ βιαζοµένη κιγκλὶς, αὕτη τοῖς περὶ τὸνλόγον ὠθιζοµένοις. Χαίρετε, ὦ βασιλεῖς, καὶ βασίλεια, ὅσον τε περὶ τὸν βασιλέα θεραπευτικὸν καὶ οἰκίδιον· εἰ µὲν καὶ βασιλεῖ πιστὸν, οὐκ οἶδα· Θεῷ δὲ τὸ πλεῖον ἄπιστον. Κροτήσατε χεῖρας, ὀξὺ βοήσατε, ἄρατε εἰς ὕψος τὸν ῥήτορα ὑµῶν. Σεσίγηκεν ὑµῖν ἡ πονηρὰ γλῶσσα καὶ λάλος· οὐ µὴν σιγήσεται παντάπασιν· µαχήσεται γὰρ διὰ χειρὸς καὶ µέλανος· τὸ δ' οὖν παρὸν σεσιγήκαµεν.
1.ΚΖ
Χαῖρε, ὦ µεγαλόπολι καὶ φιλόχριστε( µαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ µὴ κατ' ἐπίγνωσιν ὁ ζῆλος· πεποίηκε χρηστοτέρους ἡµᾶς ἡ διάζευξις). Πρόσιτε τῇ ἀληθείᾳ· µετασκευάζεσθε ὀψὲ γοῦν· τιµήσατε Θεὸν, πλέον τῆς συνηθείας. Οὐχ ἡ µετάθεσις τὸ αἰσχρὸν ἔχει, ἀλλ' ἡ τοῦ κακοῦ τήρησις τὴν ἀπώλειαν. Χαίροις, Ἀνατολὴ καὶ∆ ύσις, ὑπὲρ ὧν, καὶ ὑφ' ὧν πολεµούµεθα· µάρτυς ὁ εἰρηνεύσων ὑµᾶς, ἂν ὀλίγοι µιµήσωνται τὴν ἐµὴν ὑποχώρησιν. Οὐ γὰρ καὶ τὸν Θεὸν ἀπολοῦσιν οἱ τῶν θρόνων παραχωρήσαντες, ἀλλ' ἕξουσι τὴν ἄνω καθέδραν, ἣ πολὺ τούτων ἐστὶν ὑψηλοτέρα τε καὶ ἀσφαλεστέρα. Ἐπὶ πᾶσί τε καὶ πρὸ πάντων βοήσοµαι· Χαίρετε, ἄγγελοι, τῆσδε τῆς Ἐκκλησίας ἔφοροι, καὶ τῆς ἐµῆς παρουσίας καὶ ἐκδηµίας, εἴπερ ἐν χειρὶ Θεοῦ τὰ ἡµέτερα. Χαῖρέ µοι, ὦ Τριὰς, τὸ ἐµὸν µελέτηµα καὶ καλλώπισµα· καὶ σώζοιο τοῖσδε, καὶ σώζοις τούσδε, τὸν ἐµὸν λαὸν( ἐµὸς γὰρ, κἂν ἄλλως οἰκονοµώµεθα)· καὶ ἀγγέλοιό µοι διαπαντὸς ὑψουµένη, καὶ αὐξουµένη, καὶ λόγῳ, καὶ πολιτείᾳ, Τεκνία, φυλάσσοιτέ µοι τὴν παρακαταθήκην· µέµνησθέ µου τῶν λιθασµῶν. Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ πάντων ὑµῶν. Ἀµήν.