Teophania
Gregory of Nazianzus (gregory-of-nazianzus)Teophania 1 · textus-receptusMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Textus receptus
1.1
Πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ἰσραὴλ στύλῳ φωτίζεται. Ὁ λαὸς, ὁ καθήµενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς µέγα τῆς ἐπι γνώσεως. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὸ γράµµα ὑποχωρεῖ, τὸ πνεῦµα πλεονεκτεῖ, αἱ σκιαὶ παρατρέχουσιν, ἡ ἀλήθεια ἐπεισέρχεται. Ὁ Μελχισεδὲκ συνάγεται· ὁ ἀµήτωρ, ἀπάτωρ γίνεται· ἀµήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. Νόµοι φύσεως καταλύονται. Πληρωθῆναι δεῖ τὸν ἄνω κόσµον. Χριστὸς κελεύει· Cooperatorum Veritatis Societas Excerpta ex' Documenta Catholica Omnia' 1/ 26µὴ ἀντιτείνωµεν. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ὅτι παιδίον ἐγεννήθη ἡµῖν, υἱὸς καὶ ἐδόθη ἡµῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤµου αὐτοῦ( τῷ γὰρ σταυρῷ συνεπαίρεται), καὶκαλεῖται τὸ ὄνοµα αὐτοῦ, µεγάλης βουλῆς, τῆς τοῦ Πατρὸς, Ἄγγελος. Ἰωάννης βοάτω· Ἑτοιµάσατε τὴν ὁδὸν Κυρίου. Κἀγὼ βοήσοµαι τῆς ἡµέρας τὴν δύναµιν· Ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται, ὁ ἀναφὴς ψηλαφᾶται, ὁ ἄχρονος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήµερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰουδαῖοι σκανδαλιζέσθωσαν, Ἕλληνες διαγελάτωσαν, αἱρετικοὶ γλωσσαλγείτωσαν. Τότε πιστεύσουσιν, ὅταν ἴδωσιν εἰς οὐρανὸν ἀνερχόµενον· εἰ δὲ µὴ τότε, ἀλλ' ὅταν ἐξ οὐρανῶν ἐρχόµενον, καὶ ὡς κριτὴν καθεζόµενον.
1.2
Ταῦτα µὲν ὕστερον. Τὰ δὲ νῦν Θεοφάνια, ἡ πανήγυρις, εἴτουν Γενέθλια· λέγεται γὰρ ἀµφότερα, δύο κειµένων προσηγοριῶν ἑνὶ πράγµατι. Ἐφάνη γὰρ Θεὸς ἀνθρώποις διὰ γεννήσεως· τὸ µὲν ὢν, καὶ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος, ὑπὲρ αἰτίαν καὶ λόγον( οὐδὲ γὰρ ἦν τοῦ Λόγου λόγος ἀνώτερος)· τὸ δὲ, δι' ἡµᾶς γενόµενος ὕστερον, ἵν' ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι χαρίσηται· µᾶλλον δὲ, ῥεύσαντας ἡµᾶς ἀπὸ τοῦ εὖ εἶναι διὰ κακίαν, πρὸς αὐτὸ πάλιν ἐπα ναγάγῃ διὰ σαρκώσεως. Ὄνοµα δὲ, τῷ φανῆναι µὲν, Θεοφάνια· τῷ δὲ γεννᾶσθαι, Γενέθλια.
1.3
Τοῦτό ἐστιν ἡµῖν ἡ πανήγυρις, τοῦτο ἑορτά ζοµεν σήµερον, ἐπιδηµίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδηµήσωµεν, ἢ ἐπανέλθωµεν( οὕτω γὰρεἰπεῖν οἰκειότερον), ἵνα τὸν παλαιὸν ἄν θρωπον ἀποθέµενοι, τὸν νέον ἐνδυσώµεθα· καὶ ὥσπερ ἐν τῷ Ἀδὰµ ἀπεθάνοµεν, οὕτως ἐν τῷ Χριστῷ ζή σωµεν, Χριστῷ καὶ συγγεννώµενοι, καὶ συσταυ ρούµενοι, καὶ συνθαπτόµενοι, καὶσυνανιστά µενοι.∆ εῖ γάρ µε παθεῖν τὴν καλὴν ἀντιστροφήν· καὶ ὥσπερ ἐκ τῶν χρηστοτέρων, ἦλθε τὰ λυπηρὰ, οὕτως ἐκ τῶν λυπηρῶν, ἐπανελθεῖν τὰ χρηστότερα. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁµαρτία, ὑπερεπερίσσευ σεν ἡ χάρις· καὶ εἰ ἡ γεῦσις κατέκρινε, πόσῳ µᾶλλον τὸ Χριστὸν παθεῖν ἐδικαίωσεν; Τοιγαροῦν ἑορτάζωµεν, µὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· µὴ κοσµικῶς, ἀλλ' ὑπερκοσµίως· µὴ τὰ ἡµέτερα, ἀλλὰ τὰ τοῦ ἡµετέρου, µᾶλλον δὲ τὰ τοῦ∆ εσπότου· µὴ τὰ τῆς ἀσθενείας, ἀλλὰ τὰ τῆς ἰατρείας· µὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.
1.∆
Ἔσται δὲ τοῦτο πῶς; Μὴ πρόθυρα στεφανώ σωµεν, µὴ χοροὺς συστησώµεθα, µὴ κοσµήσωµεν ἀγυιὰς, µὴ ὀφθαλµὸν ἑστιάσωµεν, µὴ ἀκοὴν καταυ λήσωµεν, µὴCooperatorum Veritatis Societas Excerpta ex' Documenta Catholica Omnia' 2/ 26ὄσφρησιν ἐκθηλύνωµεν, µὴ γεῦσιν κα ταπορνεύσωµεν, µὴ ἁφῇ χαρισώµεθα, ταῖς προχεί ροις εἰς κακίαν ὁδοῖς, καὶ εἰσόδοις τῆς ἁµαρτίας, µὴ ἐσθῆτιµαλακισθῶµεν, ἁπαλῇ τε καὶ περιῤῥεούσῃ, καὶ ἧς τὸ κάλλιστον ἀχρηστία, µὴ λίθων διαυγείαις, µὴ χρυσοῦ περιλάµψεσι, µὴ χρωµάτων σοφίσµασι ψευδοµένωντὸ φυσικὸν κάλλος, καὶ κατὰ τῆς εἰκόνος ἐξευρηµένων· µὴ κώµοις καὶ µέθαις, οἷς κοίτας καὶ ἀσελγείας οἶδα συνεζευγµένας· ἐπειδὴ κακῶν διδασκάλων κακὰ τὰ µαθήµατα, µᾶλλον δὲ πονηρῶν σπερµάτων πονηρὰ τὰ γεώργια. Μὴ στιβάδας ὑψηλὰς πηξώµεθα σκηνοποιοῦντες τῇ γαστρὶ τὰ τῆς θρύ ψεως. Μὴ τιµήσωµεν οἴνων τοὺς ἀνθοσµίας, ὀψο ποιῶν µαγγανείας, µύρων πολυτελείας. Μὴ γῆ καὶ θάλασσα τὴν τιµίαν ἡµῖν κόπρον δωροφορείτωσαν· οὕτω γὰρ ἐγὼ τιµᾷν οἶδα τρυφήν. Μὴ ἄλλος ἄλλον ἀκρασίᾳ νικᾷν σπουδάζωµεν. Ἀκρασία γὰρ ἐµοὶ, πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν· καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεοµένων, τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράµατος.
1.Ε
Ἀλλὰ ταῦτα µὲν Ἕλλησι παρῶµεν, καὶ Ἑλληνικοῖς κόµποις, καὶ πανηγύρεσιν· οἳ καὶ θεοὺς ὀνοµάζουσι κνίσσαις χαίροντας, καὶ ἀκολούθως τὸ θεῖον τῇ γαστρὶ θεραπεύουσι, πονηροὶ πονηρῶν δαιµόνων, καὶ πλάσται, καὶ µυσταγωγοὶ, καὶ µύ σται τυγχάνοντες. Ἡµεῖς δὲ, οἷς Λόγος τὸ προσ κυνούµενον, κἄν τι δέῃ τρυφᾷν, ἐν λόγῳ τρυφήσωµεν, καὶ θείῳ νόµῳ, καὶ διηγήµασι, τοῖς τε ἄλλοις, καὶ ἐξ ὧν ἡπαροῦσα πανήγυρις· ἵν' οἰκεῖον ᾖ τὸ τρυφᾷν, καὶ µὴ πόῤῥω τοῦ συγκαλέσαντος. Ἢ βούλεσθε( καὶ γὰρ ἐγὼ σήµερον ἑστιάτωρ ὑµῖν) ἐγὼ τὸν περὶ τούτων παραθῶ λόγον τοῖς καλοῖς ὑµῖν δαιτυµόσιν, ὡς οἷόν τε δαψιλῶς τε καὶ φιλοτίµως, ἵν' εἰδῆτε, πῶς δύναται τρέφειν ὁ ξένος τοὺς ἐγχωρίους, καὶ τοὺς ἀστικοὺς ὁ ἄγροι κος, καὶ τοὺς τρυφῶντας ὁ µὴ τρυφῶν, καὶ τοὺς περιουσίᾳ λαµπροὺς, ὁ πένης τεκαὶ ἀνέστιος; Ἄρξοµαι δὲ ἐντεῦθεν· καί µοι καθήρασθε, καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα· ἐπειδὴ περὶ Θεοῦ, καὶ θεῖος ὁ λόγος· ἵν' ἀπέλθητε τρυφήσαντες ὄντως τὰ µὴ κενούµενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅµα καὶ συντοµώτατος· ὡς µήτε τῷ ἐνδεεῖ λυπεῖν, µήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.
1.ς
Θεὸς ἦν µὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· µᾶλλον δὲ ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡµᾶς χρόνου τµήµατα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνοµάζει, τῷ Μωϋσεῖ χρη µατίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλ λαβὼν, ἔχει τὸ εἶναι, µήτε ἀρξάµενον, µήτε παυσό µενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσανὑπερεκπῖπτον ἔννοιαν, καὶ χρόνου καὶ φύσεως· νῷ µόνῳ σκιαγραφούµενος, καὶ τοῦτο λίαν ἀµυδρῶς καὶ µετρίως, οὐκ ἐκ τῶν κατ' αὐτὸν, ἀλλ' ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαν τασίαςσυλλεγοµένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλµα, πρὶν κρατηθῆναι, φεῦγον, καὶ πρὶν νοηθῆναι, διαδιδράσκον· τοσαῦτα περιλάµπον ἡµῶν τὸ ἡγεµονικὸν, καὶ ταῦτα κεκαθαρµένον, ὅσα καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταµένης. Ἐµοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ µὲν ἕλκῃ πρὸς ἑαυτὸ( τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον, καὶ ἀνεπιχείρητον), τῷ δὲ ἀλήπτῳ θαυ µάζηται, θαυµαζόµενονδὲ ποθῆται πλέον, ποθούµε νον δὲ καθαίρῃ, καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζη ται, τοιούτοις δὲ γενοµένοις, ὡς οἰκείοις, ἤδη προσοµιλῇ, τολµᾷ τι νεανικὸν ὁ λόγος, Θεὸς θεοῖς ἑνούµενός τε καὶ γνωριζόµενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκοµένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· Cooperatorum Veritatis Societas Excerpta ex' Documenta Catholica Omnia' 3/ 26καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ µόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄληπτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὃς ἁπλῆς ἐστι φύσεως, ἐπι ζητήσωµεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ ἡ ἁπλό της· εἴπερ µηδὲ τοῖς συνθέτοις, µόνον τὸ εἶναι συν θέτοις.
1.Ζ
∆ ιχῆ δὲ τοῦ ἀπείρου θεωρουµένου, κατά τε ἀρχὴν καὶ τέλος( τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ µὴ ἐν τού τοις, ἄπειρον), ὅταν µὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦςἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὰ κάτω καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρό νος, οὔτε χρόνου τι µέρος· οὐδὲ γὰρ µετρητόν· ἀλλ' ὅπερ ἡµῖν ὁ χρόνος, ἡλίου φορᾷ µετρούµενος, τοῦτο τοῖς ἀϊδίοις, αἰὼν, τὸ συµπαρεκτεινόµενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνηµα, καὶ διάστηµα. Ταῦτά µοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι µὴ θεολογία τὸ προκείµενον ἡµῖν, ἀλλ' οἰκονοµία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύµατος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεοµένης, ἵνα µὴ δῆµον θεῶν εἰσαγάγωµεν· οὔτε ἐντὸς τούτων ὁριζοµένης, ἵνα µὴ πενίαν θεότητος κατακριθῶµεν, ἢ διὰ τὴν µοναρχίαν Ἰου δαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἀµφοτέροις ὅµοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω µὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶµ συγκαλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασµοῖς, εἰς µίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡµῶν πεφι λοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.
1.Η
Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι µόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰεὐεργετούµενα( τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος), πρῶ τον µὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάµεις καὶ οὐρανίους· καὶ τὸ ἐννόηµα ἔργον ἦν, Λόγῳ συµπληρούµενον, καὶ Πνεύµατι τελειούµενον. Καὶ οὕτως ὑπέστησαν λαµπρότητες δεύτεραι, λειτουργοὶ τῆς πρώτης λαµπρότητος· εἴτε νοερὰ πνεύµατα, εἴτε πῦρ οἷον ἄϋλον καὶ ἀσώµατον, εἴτε τινὰ φύσιν ἄλλην, ὅτι ἐγγυτάτω τῶν εἰρηµένων, ταύτας ὑπο ληπτέον. Βούλοµαι µὲν εἰπεῖν, ὅτι ἀκινήτους πρὸς τὸ κακὸν, καὶ µόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν, ἅτε περὶ Θεὸν οὔσας, καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαµπο µένας· τὰ γὰρ ἐνταῦθα, δευτέρας ἐλλάµψεως Πείθει δέ µε, µὴ ἀκινήτους, ἀλλὰ δυσκινήτους, καὶ ὑπο λαµβάνειν ταύτας, καὶ λέγειν, ὁ διὰ τὴνλαµπρότητα Ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόµενος, καὶ λεγόµενος, αἵ τε ὑπ' αὐτὸν ἀποστατικαὶ δυνάµεις, δηµιουργοὶ τῆς κακίας, τῇ τοῦ καλοῦ φυγῇ, καὶ ἡµῖν πρόξενοι.
1.Θ
Οὕτω µὲν οὖν ὁ νοητὸς αὐτῷ, καὶ διὰ ταῦτα ὑπέστη κόσµος, ὡς ἐµὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, µικρῷ λόγῳ τὰ µεγάλα σταθµώµενον. Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ, δεύτερον ἐννοεῖ κό σµον ὑλικὸν καὶ ὁρώµενον· καὶ οὗτός ἐστι τὸ ἐξ οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἐν µέσῳ σύστηµά τε καὶ σύγκριµα, ἐπαινετὸν µὲν τῆς καθ' ἕκαστον εὐφυΐας, ἀξιεπαινετώτερον δὲ τῆςἐξ ἁπάντων εὐαρµοστίας καὶ συµφωνίας, ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος, καὶ πάντων πρὸς ἅπαντα, εἰς ἑνὸς κόσµου συµπλή ρωσιν· ἵνα δείξῃ, µὴ µόνον οἰκείαν ἑαυτῷ φύσιν, ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον µὲν γὰρ θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ µόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν, καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι· Ἀλλὰ τί τούτων ἡµῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερµοτέρων; Κέντει τὸν πῶλον περὶ τὴν νύσ σαν. Τὰ τῆς ἑορτῆς ἡµῖν φιλοσόφει, καὶ οἷς προκαθεζόµεθα σήµερον. Τοῦτο δὴ καὶ ποιήσω, καὶ εἰ µι κρὸν ἄνωθεν ἠρξάµην, οὕτω τοῦ πόθου καὶ τοῦ λόγου βιασαµένων.
1.Ι
Νοῦς µὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δηµιουργοῦ Λόγου µεγαλεῖον ἐνἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς µεγα λουργίας, καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶµα ἐξ ἀµφοτέρων, οὐδέ τις µίξις τῶν ἐναντίων, σοφίας µείζονος γνώρισµα, καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας· οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριµος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδεί ξασθαι Λόγος, καὶ ζῶον ἓν ἐξ ἀµφοτέρων, ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δηµιουργεῖ τὸν ἄνθρωπον· καὶ παρὰ µὲν τῆς ὕλης λαβὼν τὸ σῶµα ἤδη προϋποστάσης, παρ' ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς( ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος), οἷόντινα κόσµον δεύτερον, ἐν µικρῷ µέγαν, ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν µικτὸν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, µύστην τῆς νοουµένης, βασιλέατῶν ἐπὶ γῆς, βασιλευόµενον ἄνωθεν, ἐπί γειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούµενον, µέσον µεγέθους καὶ ταπεινότητος· τὸν αὐτὸν, πνεῦµα καὶ σάρκα· πνεῦµα διὰ τὴν χάριν, σάρκα διὰ τὴν ἔπαρσιν· τὸ µὲν, ἵνα µένῃ καὶ δο ξάζῃ τὸν εὐεργέτην· τὸ δὲ, ἵνα πάσχῃ, καὶ πά σχων ὑποµιµνήσκηται καὶ παιδεύηται τῷ µεγέθει φιλοτιµούµενος· ζῶον ἐνταῦθα οἰκονοµούµενον, καὶ ἀλλαχοῦ µεθιστάµενον, καὶ πέρας τοῦ µυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούµενον. Εἰς τοῦτο γὰρ ἐµοὶ φέρει τὸ µέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαµπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν, ἀξίαν τοῦ καὶ συνδήσαντος, καὶ λύσοντος, καὶ αὖθις συνδήσον τος ὑψηλότερον.
1.ΙΑ
Τοῦτον ἔθετο µὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιµήσας, ἵν' ᾖ τοῦ ἑλοµένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντοςτὰ σπέρµατα, φυτῶν ἀθανάτων γεωργὸν, θείων ἐννοιῶν ἴσως, τῶν τε ἀπλουστέρων καὶ τῶν τελεωτέρων, γυµνὸν καὶ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ, καὶ δίχαπαντὸς ἐπικαλύµµατος καὶ προβλήµατος. Τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ' ἀρχῆς. Καὶ δί δωσι νόµον, ὕλην τῷ αὐτεξουσίῳ. Ὁ δὲ νόµος ἦν ἐντολὴ, ὧν τε µεταληπτέον αὐτῷ φυτῶν, καὶ οὐ µὴ προσαπτέον. Τὸ δὲ ἦν τὸ ξύλον τῆς γνώσεως, οὔτε φυτευθὲν ἀπ' ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονε ρῶς( µὴ πεµπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ θεοµάχοι, µηδὲ τὸνὄφιν µιπείσθωσαν)· ἀλλὰ καλὸν µὲν εὐκαίρως µεταλαµβανόµενον( θεωρία γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐµὲ θεωρία, ἧς µόνοις ἐπιβαίνειν ἀσφαλὲς τοῖς τὴν ἕξιν τελεωτέροις), οὐκαλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι καὶ δεοµένοις γάλακτος. Ἐπεὶ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς ἐπηρείᾳ, ἥν τε ἔπαθεν ὡς ἁπαλωτέρα, καὶ ἢν προσήγα γεν ὡς πιθανωτέρα( φεῦ τῆς ἐµῆς ἀσθενείας! ἐµὴ γὰρ ἡτοῦ προπάτορος), τῆς µὲν ἐντολῆς ἐπελάθετο τῆς δοθείσης, καὶ ἡττήθη τῆς πικρᾶς γεύσεως· ὁµοῦ δὲ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ τοῦ Θεοῦ, διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς δερµατίνους ἀµφιέννυται χιτῶνας, ἴσως τὴνπαχυτέ ραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον· καὶ τοῦτο πρῶτον γινώσκει τὴν Ἰδίαν αἰσχύνην, καὶ ἀπὸ Θεοῦ κρύπτεται. Κερδαίνει µέν τι κἀνταῦθα· τὸν θά νατον, καὶ τὸ διακοπῆναι τὴν ἁµαρτίαν, ἵνα µὴ ἀθάνατον ᾖ τὸ κακόν· καὶ γίνεται φιλανθρωπία ἡ τιµωρία. Οὕτω γὰρ ἐγὼ πείθοµαι κολάζειν Θεόν.
1.ΙΒ
Πολλοῖς δὲ παιδευθεὶς πρότερον, ἀντὶ πολλῶν τῶν ἁµαρτηµάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόµῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐµπρησµοῖς, πολέµοις, νίκαις, ἥτταις, ση µείοις ἐξ οὐρανοῦ, σηµείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, Cooperatorum Veritatis Societas Excerpta ex' Documenta Catholica Omnia' 5/ 26ἀνδρῶν, πόλεων, ἐθνῶν ἀνελπίστοις µε ταβολαῖς, ὑφ' ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόµενον ἦν. Τέλος ἰσχυροτέρου δεῖται φαρµά κου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήµασιν, ἀλληλοφο νίαις, µοιχείαις, ἐπιορκίαις, ἀνδροµανίαις, τὸ πάντων ἔσχατον τῶνκακῶν καὶ πρῶτον, εἰδωλολατρείαις, καὶ τῇ µεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσµατα. Ταῦτα ἐπειδὴ µείζονος ἐδεῖτο τοῦ βοηθήµατος, µείζονος καὶ τυγ χάνει. Τὸ δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώµατος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶτῆς ἀθανασίας, τὸ ἐκµαγεῖον τοῦ ἀρ χετύπου κάλλους, ἡ µὴ κινουµένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος· ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐµὴν ψυχὴν µίγνυται, τῷ ὁµοίῳ τὸ ὅµοιον ἀνακαθαίρων. Καὶ πάντα γίγνεται, πλὴν τῆς ἁµαρτίας, ἄνθρω πος· κυηθεὶς µὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύµατι( ἔδει γὰρ καὶ γέννησιν τιµηθῆναι, καὶ παρθενίαν προτιµηθῆναι)· προελθὼν δὲ Θεὸς µετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ Πνεύµατος· ὧν, τὸ µὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς µίξεως! ὢ τῆς παραδόξου κράσεως! ὁ ὢν γίνεται, καὶ ὁ ἄκτιστος κτίζεται, καὶ ὁ ἀχώρητος χωρεῖται, διὰ µέσης ψυχῆς νοερᾶςµεσιτευούσης θεότητι, καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων, πτωχεύει· πτωχεύει γὰρ τὴν ἐµὴν σάρκα, ἵν' ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης, κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ µικρὸν, ἵν' ἐγὼ τῆς ἐκείνου µεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐµὲ τοῦτο µυστήριον; Μετέλαβον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· µεταλαµ βάνει τῆς ἐµῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ.∆ ευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε µὲν τοῦ κρείττονος µετέδωκε, νῦν δὲ µεταλαµ βάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστε ρον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.
1.ΙΓ
Πρὸς ταῦτα τί φασιν ἡµῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουµένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴνσοφίαν ἀπαίδευτοι, ὑπὲρ ὧν Χριστὸς δωρεὰν ἀπέ θανε, τὰ ἀχάριστα κτίσµατα, τὰ τοῦ Πονηροῦ πλάσµατα; Τοῦτο ἐγκαλεῖς Θεῷ, τὴν εὐεργεσίαν;∆ ιὰ τοῦτο µικρὸς, ὅτι διὰ σὲ ταπεινός; Ὅτι ἐπὶ τὸ πλα νώµενον ἦλθεν ὁ ποιµὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ' ὧν ἐθυσίαζες, καὶπλανώµενον εὗρε· καὶ εὑρὼν, ἐπὶ τῶν ὤµων ἀνέλαβεν, ἐφ' ὧν καὶ τὸ ξύλον· καὶ λαβὼν, ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωήν· καὶ ἀναγαγὼν, τοῖς µένουσι συνηρίθµησεν; Ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁµαρτίας τὸν κόσµον ἀποκαθαίρων, καὶ τὴν δραχµὴν ἐζήτησε, τὴν βασιλικὴνεἰκόνα συγκεχωσµένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάµεις ἐπὶ τῇ τῆς δραχµῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἂς καὶ τῆςοἰκονοµίας µύστιδας πεποίητο; Ὅτι τῷ προδρόµῳ λύχνῳ τὸ φῶς ἀκο λουθεῖ τὸ ὑπέρλαµπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυµφαγωγῷ ὁ νυµφίος, κατασκευάζοντι Κυρίῳ λαὸνπεριούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦµα διὰ τοῦ ὕδατος; Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ;∆ ιὰ ταῦτα ὑπολαµβάνεις χείρονα, ὅτι λεντίῳ διαζών νυται, καὶ νίπτει τοὺς πόδας τῶν µαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν; Ὅτι διὰ τὴν συγκύπτουσαν χαµαὶ ψυχὴν τα πεινοῦται, ἵνα καὶ συνανυψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁµαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ µετὰ τελώνων ἐσθίει, καὶ παρὰ τελώναις, καὶ µαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ; Τί τοῦτο; Τὴν τῶν ἁµαρτωλῶν σωτηρίαν· εἰ µὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις, ὅτι συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάµνουσι· καὶ τὸν ἐπικλινόµενον βόθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐµπεπτωκὸς κτῆνος, κατὰ τὸν νόµον, ἀνασώσηται.
1.Ι∆
Ἀπεστάλη µὲν, ἀλλ' ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδί ψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε νόµῳ σώµα τος· εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς, ἀποστολὴν εἶναι νόµισον, ἐφ' ὃν ἀνα φέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιµῶν ἄχρονον, καὶ τοῦ µὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παρα δεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρθαι παρὰ τοῦ Πατρὸς, καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνε ληλυθέναι πάλιν. ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ µὲν ἐλαττοῦντα λέγεις, τὰὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι µὲν ἔπαθε, λο γίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης. Οἷα πάσχει καὶ νῦν ὁ Λόγος! Ὑπὸ µὲν τῶν, ὡς Θεὸς, τιµᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν, ὡς σὰρξ, ἀτιµά ζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῇ πλέον; Μᾶλλον δὲ τίσιν ἀφῇ; Τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέ µνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τού τους συνάπτειν· τοὺς µὲν τῷ ἀριθµῷ, τοὺς δὲ τῇ θεότητι. Προσκόπτεις τῇ σαρκί; Τοῦτο καὶ Ἰουδαῖοι. Ἢ καὶ Σαµαρείτην ἀποκαλεῖς; καὶ τὸ ἑξῆς σιω πήσοµαι. Ἀπιστεῖς τῇ θεότητι; Τοῦτο οὐδὲ οἱ δαί µονες. Ὦ δαιµόνων ἀπιστότερε, καὶ Ἰουδαίων ἀγνωµονέστερε! Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν, ὁµοτιµίας φωνὴν ἐνόµισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν. Ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Cooperatorum Veritatis Societas Excerpta ex' Documenta Catholica Omnia' 7/ 26Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁµολογεῖς τὴν θεό τητα. Κρεῖττον ἦν σοι περιτετµῆσθαι καὶ δαιµονᾷν, ἵν' εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως.
1.ΙΕ
Μικρὸν µὲν οὖν ὕστερον ὄψει καὶ κα θαιρόµενον Ἰησοῦν ἐν τῷ Ἰορδάνῃ τὴν ἐµὴν κάθαρσιν· µᾶλλον δὲ ἁγνίζοντα τῇ καθάρσει τὰ ὕδατα( οὐ γὰρ δὴ αὐτὸς ἐδεῖτο καθάρσεως, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου), καὶ σχιζοµένους τοὺς οὐρανοὺς, καὶὑπὸ τοῦ συγγενοῦς Πνεύµατος µαρτυρούµενον, καὶ πειραζόµενον, καὶ νικῶντα, καὶ ὑπὸ ἀγγέλων ὑπηρετούµενον, καὶ θεραπεύοντα πᾶσαν νόσον καὶπᾶσαν µαλακίαν, καὶ ζωοποιοῦντα νεκροὺς( ὡς ὄφελόν γε καὶ σὲ τῇ κακοδοξίᾳ νενεκρω µένον), καὶ δαίµονας ἀπελαύνοντα, τὰ µὲν δι' ἑαυτοῦ, τὰ δὲ διὰ τῶνµαθητῶν, καὶ ἄρτοις ὀλίγοις τρέφοντα µυριάδας, καὶ πεζεύοντα πέλαγος, καὶ προδιδόµενον, καὶ σταυρούµενον, καὶ συσταυροῦντα τὴν ἐµὴν ἁµαρ τίαν· ὡς ἀµνὸν προσαγόµενον, καὶ ὡς ἱερέα προσ άγοντα, ὡς ἄνθρωπον θαπτόµενον, καὶ ὡς Θεὸν ἐγειρόµενον, εἶτα καὶ ἀνερχόµενον, καὶ ἥξοντα µετὰ τῆςἑαυτοῦ δόξης. Πόσαι µοι πανηγύρεις καθ' ἕκα στον τῶν τοῦ Χριστοῦ µυστηρίων! Ὧν ἁπάντων κε φάλαιον ἓν, ἡ ἐµὴ τελείωσις καὶ ἀνάπλασις, καὶ πρὸς τὸν πρῶτονἈδὰµ ἐπάνοδος.
1.Ις
Νυνὶ δέ µοι δέξαι τὴν κύησιν, καὶ προσ κίρτησον· εἰ καὶ µὴ ὡς Ἰωάννης ἀπὸ γαστρὸς, ἀλλ' ὡς∆ αβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Καὶ τὴν ἀπογραφὴν αἰδέσθητι, δι' ἣν εἰς οὐρανοὺς ἐγρά φης· καὶ τὴν γέννησιν σεβάσθητι, δι' ἣν ἐλύ θης τῶν δεσµῶν τῆς γεννήσεως· καὶ τὴν Βηθ λεὲµ τίµησον τὴν µικρὰν, ἥ σε πρὸς τὸν παράδεισον ἐπανήγαγε· καὶ τὴν φάτνην προσκύνησον, δι' ἣν ἄλογος ὢν, ἐτράφης ὑπὸ τοῦ Λόγου. Γνῶθι, ὡς βοῦς, τὸν κτησάµενον, Ἡσαΐας διακελεύεταί σοι, καὶ, ὡς ὄνος, τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· εἴτε τῶν καθαρῶν τις εἶ, καὶ ὑπὸ τὸν νόµον, καὶ µηρυ κισµὸν ἀναγόντων τοῦ λόγου, καὶ πρὸς θυσίαν ἐπι τηδείων· εἴτε τῶν ἀκαθάρτων τέως, καὶ ἀβρώτων, καὶ ἀθύτων, καὶ τῆς ἐθνικῆς µερίδος. Μετὰ τοῦ ἀστέρος δράµε, καὶ µετὰ Μάγων δωροφόρησον, χρυσὸν, καὶ λίβανον, καὶ σµύρναν, ὡς βασιλεῖ, καὶ ὡς Θεῷ, καὶ ὡς διὰ σὲ νεκρῷ. Μετὰ ποιµένων δόξα σον, µετὰ ἀγγέλων ὕµνησον, µετὰ ἀρχαγγέλων χό ρευσον. Ἔστω κοινὴ πανήγυρις οὐρανίων καὶ ἐπι γείων δυνάµεων. Πείθοµαι γὰρ κἀκείνας συναγάλλεσθαι καὶ συµπανηγυρίζειν σήµερον· εἴπερ εἰσὶ φιλάνθρωποι καὶ φιλόθεοι, ὥσπερ ἃς∆ αβὶδ εἰσάγει µετὰ τὸ πάθος συνανιούσας Χριστῷ, καὶ προσυπαντώσας, καὶ διακελευοµένας ἀλλήλαιςτὴν τῶν πυλῶν ἔπαρσιν.
1.ΙΖ
Ἓν µίσησον τῶν περὶ τὴν Χριστοῦ γένναν, τὴν Ἡρώδου παιδοκτονίαν· µᾶλλον δὲ καὶ ταύτην αἰδέσθητι, τὴν ἡλικιῶτιν Χριστοῦ θυσίαν, τοῦ καινοῦ σφαγίου προθυοµένην. Ἂν εἰς Αἴγυπτον φεύγῃ, προθύµως συµφυγαδεύθητι. Καλὸν τῷ Χριστῷ συµφεύγειν διωκοµένῳ. Ἂν ἐν Αἰγύπτῳ βραδύνῃ, κάλεσον αὐτὸν ἐξ Αἰγύπτου, καλῶς ἐκεῖ προσκυνούµενον.∆ ιὰ πασῶν ὅδευσον ἀµέµπτως τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάµεων, ὡς Χριστοῦ µαθητής. Ἁγνίσθητι, περιτµήθητι, περιελοῦ τὸ ἀπὸ γενέσεως κάλυµµα. Μετὰ τοῦτο δίδαξον ἐν τῷ ἱερῷ, τοὺς θεοκαπήλους ἀπέλασον· λιθάσθητι, ἂν τοῦτο δέῃ παθεῖν· λήσῃ τοὺς βάλλοντας, εὖ οἶδα, φεύξῃ καὶ διὰ µέσου αὐτῶν, ὡς Θεός. Cooperatorum Veritatis Societas Excerpta ex' Documenta Catholica Omnia' 8/ 26Ὁ Λόγος γὰρ οὐ λιθάζεται. Ἂν Ἡρώδῃ προσαχθῇς, µηδὲ ἀποκριθῇς τὰ πλείω. Αἰδεσθήσεταί σου καὶ τὴν σιωπὴν πλέον ἢ ἄλλων τοὺς µακροὺς λόγους. Ἂν φραγελλωθῇς, καὶ τὰ λειπόµενα ζήτησον. Γεῦσαι χολῆς, διὰ τὴν γεῦσιν· ὄξος ποτίσθητι, ζήτησον ἐµπτύσµατα, δέξαι ῥαπίσµατα, κολαφίσµατα· ἀκάνθαις στεφανώθητι, τῷ τραχεῖ τοῦ κατὰ Θεὸν βίου· περιβαλοῦ τὸ κόκκινον, δέξαι κάλαµον, προσκυνήθητι παρὰ τῶν παιζόντων τὴν ἀλήθειαν· τέλος συσταυρώθητι, συν νεκρώθητι, συντάφηθι προθύµως, ἵνα καὶ συναναστῇς, καὶ συνδοξασθῇς, καὶ συµβασιλεύσῃς, Θεὸν ὁρῶν ὅσον ἐστὶ, καὶ ὁρώµενος, τὸν ἐν Τριάδι προσκυνούµενόν τε καὶ δοξαζόµενον, ὃν καὶ νῦν τρανοῦσθαι ἡµῖν εὐχόµεθα, ὅσον ἐφικτὸν τοῖς δεσµίοις τῆς σαρκὸς, ἐν Χριστῷ Ἰησοῦτῷ Κυρίῳ ἡµῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν.