To Nys
Gregory of Nazianzus (gregory-of-nazianzus)To Nys 1 · textus-receptusMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Textus receptus
1.1
Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ µε γάλου Βασιλείου ἀδελφὸν, ἐπιστάντα µετὰ τὴν χειροτονίαν. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγµα τῶν ὄντων οὐδὲν, οὐδέ τις σταθµὸς τῆς καλλο νῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὠχυρωµένον βασίλειον. Φίλος πιστὸς θησαυρὸς ἔµ ψυχος. Φίλος πιστὸς ὑπὲρ χρυσίον καὶ λίθον τίµιον πολύν. Φίλος πιστὸς κῆπος κεκλεισµένος, πηγὴ ἐσφραγισµένη, κατὰ καιρὸν ἀνοιγόµενά τε καὶ µε ταλαµβανόµενα. Φίλος πιστὸς λιµὴν ἀναψύξεως. Ἂν δὲ καὶ συνέσει διαφέρῃ, πηλίκον; Εἰ δὲ καὶ παι δείαν ἄκρος, καὶ παιδείαν παντοίαν, τήν τε ἡµετέραν λέγω καὶ τήν ποτε ἡµετέραν, ὅσῳ λαµπρότερον; Εἰ δὲ καὶ υἱὸς φωτὸς, ἢ ἄνθρωπος τοῦ Θεοῦ, ἢ ἐγ γίζων Θεῷ, ἢ ἀνὴρ ἐπιθυµιῶν τῶν κρειττόνων. ἤ τι τῶν τοιούτων ὀνοµάζεσθαι ἄξιος, οἷς ἡ Γραφὴ τιµᾷ τοὺς ἐνθέους, καὶ ὑψηλοὺς, καὶ τῆς ἄνω µερί δος, τοῦτο µὲν ἤδη δῶρον Θεοῦ, καὶ φανερῶς ὑπὲρτὴν ἀξίαν τὴν ἡµετέραν. Εἰ δὲ καὶ παρὰ φίλου πρὸς ἡµᾶς ἥκων, καὶ τούτου τήν τε ἀρετὴν ὁµοτίµου, καὶ τὴν φιλίαν τὴν ἡµετέραν, ἔτι τερπνότερόν τε καὶ χαριέστερον, καὶ µύρουτοῦ κοσµοῦντος πώγωνά τε ἱερέως καὶ ὤαν ἐνδύµατος εὐωδέστερον.
1.2
Ἆρ' οὖν ἱκανὰ ταῦτα, καὶ µετρίως ὑµῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψεν; Ἢ δεῖ, καθάπερ τοὺς ἐπιµελεῖς τῶν ζωγράφων, πολλάκις ἐπιβάλλειν τὰ χρώµατα, ἵνα τελεωτέραν ὑµῖν τὴν τοῦ λόγου γραφὴν παραστήσωµεν; Καὶ δὴ γράψοµεν ὑµῖν τελεώτερόν τε καὶ σαφέστερον. Τίς νοµοθετῶν ἐπι φανέστατος; Μωϋσῆς. Τίς ἱερέων ἁγιώτατος; Ἀα ρών· οὐχ ἧττον ἀδελφοὶ τὴν εὐσέβειαν ἢ τὰ σώµατα· µᾶλλον δὲ ὁ µὲν Θεὸς Φαραὼ, καὶ τοῦ Ἰσραὴλ προ στάτης καὶ νοµοθέτης, καὶ τῆς νεφέλης εἴσω χωρῶν, καὶ θείων µυστηρίων ἐπόπτης τε καὶ µυ σταγωγὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς τεχνίτης, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἱερεῖς δὲ ὁµοίως ἀµφότεροι. Μωσῆς γὰρ, φησὶ, καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· ὁ µὲν ἄρχων ἀρχόντων, καὶ ἱερεὺς ἱερέων, χρώµενος µὲν ὅσα γλώσσῃ τῷ Ἀαρὼν, αὐτὸς δὲ τὰ πρὸς Θεὸν ἐκείνῳ γινόµενος· ὁ δὲ µετ' ἐκεῖνον µὲν εὐθὺς, πολὺ δὲ πρὸ τῶν ἄλλων ἀξίᾳ τε καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι. Ἀµφότεροι βασα νίζοντες Αἴγυπτον, θάλασσαν τέµνοντες, τὸν Ἰσραὴλ διεξάγοντες, τοὺς ἐχθροὺς βαπτίζοντες, ἄρτον ἄνωθεν ἕλκοντες, ὕδωρ ἄπιστονἐν ἐρήµῳ, τὸ µὲν ἐκδιδόντες, τὸ δὲ γλυκαίνοντες· ἀµφότεροι καταπολεµοῦντες τὸν Ἀµαλὴκ ἐκτάσει χειρῶν ἁγίᾳ, καὶ τύπῳ µυστη ρίου µείζονος· ἀµφότεροι πρὸς τὴν γῆν τῆς ἐπαγγε λίας, καὶ ὁδηγοῦντες καὶ σπεύδοντες. Μή τι γνωρι µώτερον τῆς εἰκόνος; Οὐ σαφῶς ὑµῖν τὸν ὁµώ νυµον ἐµοὶ καὶ ὁµόψυχον ὁ ζωγράφος λόγος ἀνετυπώσατο;
1.3
Τούτων ὁ µὲν ἔχρισεν ἡµᾶς, καὶ κρυπτοµένους εἰς µέσον ἤγαγεν· οὐκ οἶδ' ὅ τι παθὼν, ἢ πῶς κινη θεὶς ἀναξίως τοῦ ἐν αὐτῷ πνεύµατος· καὶ γὰρ εἰ τραχύτερος ὁ λόγος, ὅµως εἰρήσεται· πάντα οἴσει φιλία καὶ πάσχουσα καὶ ἀκούουσα. Ὁ δὲ παρα καλέσων ἥκει, καὶ συµβιβάσων, καὶ προσηµερώ σων τῷ Πνεύµατι. Μέγα µὲν, ὅτι καὶ νῦν, ἐµοί( πῶς δὲ οὐ µέγιστον; ὅς γε παντὸς ὑµᾶς τοῦ βίου προεστησάµην)· µέµφοµαι δὲ, ὅτι τῆς χρείας ὕστε ρος. Πῶς µετὰ τὴν ἧτταν καὶ καταδροµὴν ἡ συµµαχία, ὦ φίλων ἄριστε καὶ συµµάχων; καὶ µετὰ τὴν ζάλην ὁ κυβερνήτης, καὶ µετὰ τὴν οὐλὴν τὸ φάρ µακον; Πότερον ὡς φιλάδελφος ᾐσχύνθης τὴν τυραν νίδα; Ἢ καὶ αὐτὸς ὡς δυνάστης ἐδυσχέρανας τὴν ἀπει θείαν; Ποτέρῳ τῶν ἀδελφῶν ἐγκαλεῖς, καὶ πότερον Επιτρέπετα ἀφιεὶς τῆς µέµψεως; Φθέγξοµαί τι πρὸς σὲ τῶν τοῦ Ἰὼβ ῥηµάτων, καὶ αὐτὸς ἀλγῶν, καὶ πρὸς φίλον, εἰ καὶ µὴ τοιοῦτον, µηδὲ ἐφ' ὁµοίοις τοῖς πά θεσιν. Ποτέρῳ πρόσκεισαι; Ἢ τίνι µέλλεις βοηθεῖν; Ἆρ' οὐχ ᾧ πολλὴ ἰσχύς; Οὐχ ᾧ πολλὴ σοφία καὶ ἐπιστήµη; Τοῦτο γὰρ ὁρῶ πολλοὺς τῶν νῦν κριτῶν πάσχοντας, οἳ ῥᾷον ἂν τοῖς ὑψηλοῖς τὰ µέγιστα συγχωρήσαιεν ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Τοῦτο µὲν οὖν αὐτὸς ἂν εἰδείης· οὐ γὰρ ἐµοί τι θέµις περὶ σοῦ τῶν οὐ καλῶν ἀποφαίνεσθαι, ὅς σε καλοῦ παντὸς ὅρον καὶ κανόνα τίθεµαι· καὶ ἅµα µὴ ταχὺς εἶναι εἰς κρίσιν, ὑπὸ τῆς Γραφῆς νενουτέθηµαι. Ἐγὼ δὲ τὸν λόγον ὑποσχεῖν ἕτοιµος, καί σοι, καὶ παντὶ τῷ βουλοµένῳ διὰ φιλίαν, τῆς ἐµῆς, εἴτε ἀπειθείας, ὡς ἄν τινες ὀνοµάσαιεν, εἴτε προµηθείας, ὡς ἐµαυτὸν πείθω, καὶ ἀσφαλείας, ὡς ἂν εἰδείης µὴ πάντη ἀτόπῳ φίλῳ χρώµενος καὶ ἀµαθεῖ· ἀλλ' ἔστιν ἃ καὶ συνορᾷν δυναµένῳ τῶν πολλῶν ἄµεινον, καὶ θαῤῥοῦντι µὲν ἃ θαῤῥεῖν ἄξιον, φοβουµένῳ δὲ οὗ ἐστι φόβος, καὶ ἃ µηδὲ φοβεῖσθαι τοῖςνοῦν ἔχουσι φοβερώτερον.
1.∆
Τί οὖν δοκεῖ, καὶ τί βέλτιον; Νῦν ὑπόσχωµεν τὰς εὐθύνας ὑµῖν, τοῦτο κελεύετε, καὶ οὐκ ἀποδοκι µάζετε τὸν καιρόν;( Ὃ δέ ἐστι πανήγυρις, ἀλλ' οὐ δικαστήριον.) Ἢ τοῦτο µὲν εἰς ἄλλον καιρὸν καὶ σύλ λογον ἀποθώµεθα; Καὶ γάρ ἐστι µακρότερος, ἢ κατὰ τὸν παρόντα καιρὸν ὁ λόγος. Ἡµεῖς δὲ τί φθεγξόµεθα πρὸς ὑµᾶς τῆς πανηγύρεως ἄξιον, ἵνα µὴ νήστεις ὑµᾶς ἀπολύσωµεν αὐτοὶ, καὶ ταῦτα ὄντες οἱ ἑστιάτορες; Ἁγνίσωµεν ἡµᾶς αὐτοὺς, ἀδελφοὶ, τοῖς µάρτυσι· µᾶλλον δὲ, ᾧ κἀκεῖνοι δι' αἵµατος καὶ τῆς ἀληθείας ἡγνίσθησαν. Ἐλευθερωθῶµεν παν τὸς µολυσµοῦ σαρκὸς καὶ πνεύµατος· νιψώµεθα, κα θαροὶ γενώµεθα· παραστήσωµεν καὶ αὐτοὶ τὰ σώµατα ἡµῶν καὶ τὰς ψυχὰς, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ταύτην ἡµῶν καὶ ἔντευξιν. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ τίµιον, ὡς καθαρότης ἢ κάθαρσις. Ἀθλήσωµεν διὰ τοὺς ἀθλη τάς· νικήσωµεν διὰ τοὺς νικητάς· µαρτυρήσωµεν τῇ ἀληθείᾳ διὰ τοὺς µάρτυρας. Τοῦτο τοῖς ἄθλοις αὐ τῶν χαρισώµεθα, τὸ καὶ αὐτοὶ στεφανῖται γενέσθαι, καὶ τῆς αὐτῆς κληρονόµοι δόξης, τῆς τε παρ' ἡµῶν ὑπαρχούσης αὐτοῖςκαὶ τῆς ἐν οὐρανοῖς ἀποκειµένης, ἧς ὑποµνήµατα καὶ χαρακτῆρες µικροί τινες τὰ ὁρώµενα. Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξου σίας ἀγωνισώµεθα, πρὸς τοὺς ἀφανεῖς διώκτας τε καὶ τυράννους, πρὸς τοὺς κοσµοκράτορας τοῦ σκότους τοῦ αἰῶνοςτούτου, πρὸς τὰ πνευµατικὰ τῆς πο νηρίας ἐν τοῖς ἐπουρανίοις, καὶ περὶ τὰ οὐράνια πρὸς τὸν ἔνδον καὶ ἐν ἡµῖν αὐτοῖς τὸν ἐν τοῖς πάθεσι πόλε µον, πρὸς τὰςκαθ' ἑκάστην ἡµέραν τῶν ἔξωθεν συµ πιπτόντων ἐπαναστάσεις.
1.Ε
Ἐνέγκωµεν θυµὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τοµὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσω µεν. Θώµεθα ταῖς ἀκοαῖς θύρας, καλῶς ἀνοιγοµένας καὶ κλειοµένας· καὶ τὸν ὀφθαλµὸν σωφρονίσωµεν· παιδαγωγήσωµεν ἁφὴν λυσσῶσαν, καὶ γεῦσιν σπα ράττουσαν, µὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡµῶν· οὕτω γὰρ ἡγοῦµαι καλεῖσθαι τὰ αἰσθητήρια· καὶ γέλωτος ἀµετρίας καταγελάσωµεν. Μὴ κάµψω µεν γόνυ τῇ Βαὰλ διὰ τὴν χρείαν, µηδὲ διὰ φόβον τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσωµεν. Ἓν φοβηθῶµεν µόνον, τὸ φοβηθῆναί τι Θεοῦ πλέον, καὶ καθυβρίσαι τὴν εἰκόνα διὰ κακίας. Ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωµεν, καὶ πάντα τὰ βέλη τοῦ πονη ροῦ διαφύγωµεν. Καὶ οὗτος δεινὸς ὁ πόλε µος, καὶ αὕτη παράταξις µεγάλη, καὶ τοῦτο µέγα τρόπαιον. Εἰ οὕτως συνεληλύθαµεν, ἢ συντρέχοµεν, ὄντως κατὰ Χριστὸν ἡ πανήγυρις, ὄντως τοὺς µάρτυρας τετιµήκαµεν, ἢ τιµήσοµεν, ὄντως χορεύοµεν ἐπινίκια. Εἰ δὲ γαστρὸς ἡδοναῖς χαριούµενοι, καὶ τρυφήσοντες πρόσκαιρα, καὶ εἰσοί σοντες τὰ κενούµενα, καὶ κραιπάλης χωρία ταῦτα, οὐσωφροσύνης ὑπολαµβάνοντες, καὶ πρα γµατειῶν καιροὺς καὶ πραγµάτων, ἀλλ' οὐκ ἀναβά σεως ἢ θεώσεως, ἵν' οὕτως εἰπεῖν τολµήσω, ἧς οἱ µάρτυρες µεσιτεύουσι, Επιτρέπετα πρῶτον µὲν οὐδὲ τὸν καιρὸν ἐπιγινώσκω. Τί γὰρ τὰ ἄχυρα πρὸς τὸν σῖτον; Τί δὲ θρύψις σαρκὸς πρὸς µαρτύρων παλαίσµα τα; Ἐκεῖνα τῶν θεάτρων, ταῦτα τῶν ἐµῶν συλλό γων· ἐκεῖνα τῶν ἀκολάστων, ταῦτα τῶν σωφρονούν των· ἐκεῖνα τῶν φιλοσάρκων, ταῦτα τῶν λυοµένων ἀπὸ τοῦ σώµατος. Ἔπειτα βούλοµαι µὲν εἰπεῖν τι καὶ τολµηρότερον, φείδοµαι δὲ τῆς βλασφηµίας αἰδοῖ τῆς ἡµέρας· πλὴν οὐ ταῦτα ἀπαιτοῦσι παρ' ἡµῶν οἱ µάρτυρες· οὕτω γὰρ εἰπεῖν µετριώ τερον.
1.ὰ
Μὴ τοίνυν ἀνάγνως τελῶµεν, ἀδελφοὶ, τὰ ἅγια, µηδὲ τὰ ὑψηλὰ ταπεινῶς, µηδ' ἀτίµως τὰ τίµια, µηδὲ, συνελόντα εἰπεῖν, χοϊκῶς τὰ τοῦ πνεύµατος. Πανηγυρίζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράµµα· ἑορτάζει καὶ Ἕλλην, ἀλλ' ὡς ἀρέσκει τοῖς δαίµοσιν. Ἡµῖν δὲ, ὡς πάντα πνευµατικὰ, πρᾶξις, κίνηµα, βούληµα, λόγος, ἄχρι καὶ βαδίσµατος καὶ ἐνδύµατος, ἄχρι καὶ νεύµατος, εἰς πάντα τοῦ λόγου φθάνοντοςκαὶ ῥυθµίζοντος τὸν κατὰ Θεὸν ἄνθρωπον· οὕτω καὶ τὸ πανηγυρίζειν, καὶ τὸ φαιδρύνεσθαι. Οὐ γὰρ κωλύω τὴν ἄνεσιν, ἀλλὰ κολάζω τὴν ἀµετρίαν. Ἂν οὕτω συνιῶµεν, καὶ οὕτω πανηγυρίζωµεν, µέγα µὲν, ὅτι καὶ αὐτοὶ τευξόµεθα τῶν αὐτῶν ἄθλων, εἰπεῖν, καὶ τῆς αὐτῆς δόξης κληρονοµήσοµεν· ἃ γὰρ οὔτε ὀφθαλµὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρώπινός ποτε νοῦς ἀνετυπώσατο, κατ' ἐξουσίαν πλάττων µακαριότητα, ταῦτα νοµίζοµενἀποκεῖσθαι τοῖς καθῃραµένοις δι' αἵµατος, καὶ τὴν Χριστοῦ θυσίαν µιµησαµένοις· ἀλλὰ τήν γε λαµπρότητα τῶν ἁγίων µαρτύρων ὀψόµεθα, οὐδὲ γὰρ τοῦτο µικρὸν, ὡς ὁ ἐµὸς λόγος, καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόµεθα, καὶτῷ φωτὶ τῆς µακαρίας καὶ ἀρχικῆς Τριάδος, εὖ οἶδ', ὅτι ἐλλαµφθησόµεθα τρανότερόν τε καὶ καθαρώτερον, εἰς ἣν πεπιστεύκαµεν, καὶ ᾗ λατρεύοµεν, καὶἣν ὁµολογοῦµεν ἔµπροσθεν Θεοῦ καὶ ἀνθρώπων, µηδὲν δεδοικότες, µηδὲν αἰσχυνόµενοι, µὴ τοὺς ἔξωθεν ἐχθροὺς, µὴ τοὺς ἐν ἡµῖν αὐτοῖς ψευδοχρίστουςκαὶ πολεµίους τοῦ Πνεύµατος. Καὶ ὁµολογοίηµεν µέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων, τῶν ἐγγυτέρω Χριστοῦ, καὶ τῆςπρώτης πίστεως, τὴν σύντροφον ἡµῖν ἐκ παίδων ὁµολογίαν, ἣν πρώτην ἐφθεγξάµεθα, καὶ ᾗ τελευταῖον συναπέλθοιµεν, τοῦτο, εἰ µή τι ἄλλο, ἐντεῦθενἀποφερόµενοι, τὴν εὐσέβειαν.
1.Ζ
Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡµᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, διὰ τῆς ἁµαρτίας πολεµωθέντας· ὁ εὐαγγελισάµενος εἰρήνην τοῖς ἐγγὺς, καὶ τοῖς µακρὰν, τοῖς τε ὑπὸ νόµον καὶ τοῖς ἔξω νόµου· ὁ τῆς ἀγάπης πατὴρ, ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούµενος, ἵνα νοµοθετήσῃ καὶ τοῖς ὀνόµασι τὸ φιλάδελφον, ὁ τὴν καινὴν ἐντολὴν δοὺς ἐν τῷ τοσοῦτονἀγαπᾷν ἀλλήλους, ὅσον καὶ ἠγαπήµεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς, καὶ τυραννεῖσθαι διὰ τὸν φόβον, καὶ ἀναδύεσθαι σὺν λόγῳ, καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ µεγάλα ποίµνια καταρτίζων, καὶ τὰ µικρὰ µεγαλύνων διὰ τῆς χάριτος, αὐτὸς, κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρηστότητος, ἡµᾶς µὲνπαρακαλέσαι παρακλήσει πολλῇ, καὶ εἰς τὰ ἔµπροσθεν ἄγοι συµποιµαίνων καὶ διασώζων τὸ ποίµνιον· ὑµᾶς δὲ καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ πνευµατικῶς πανηγυρίζειν τοῖς µάρτυσι πείσειε, καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώσειεν, ἔνθαπάντων εὐφραινοµένων ἡ κατοικία, καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέσειεν, ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιµὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Επιτρέπετα