Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catechesis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
16.1
[ 16] Ἀλλ' αὐτή, φησίν, ἡ τροπὴ τοῦ ἡμετέρου σώματος πάθος ἐστίν. ὁ δὲ ἐν τούτῳ γεγονὼς ἐν πάθει γίνεται: ἀπαθὲς δὲ τὸ θεῖον. οὐκοῦν ἀλλοτρία περὶ θεοῦ ἡ ὑπόληψις, εἴπερ τὸν ἀπαθῆ κατὰ τὴν φύσιν πρὸς κοινωνίαν πάθους ἐλθεῖν διορίζονται. ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν τῷ αὐτῷ λόγῳ χρησόμεθα, ὅτι τὸ πάθος τὸ μὲν κυρίως, τὸ δὲ ἐκ καταχρήσεως λέγεται. τὸ μὲν οὖν προαιρέσεως ἁπτόμενον καὶ πρὸς κακίαν ἀπὸ τῆς ἀρετῆς μεταστρέφον ἀληθῶς πάθος ἐστί, τὸ δ' ὅσον ἐν τῇ φύσει κατὰ τὸν ἴδιον εἱρμὸν πορευομένῃ διεξοδικῶς θεωρεῖται, τοῦτο κυριώτερον ἔργον ἂν μᾶλλον ἢ πάθος προσαγορεύοιτο, οἷον ἡ γέννησις, ἡ αὔξησις, ἡ διὰ τοῦ ἐπιρρύτου τε καὶ ἀπορρύτου τῆς τροφῆς τοῦ ὑποκειμένου διαμονή, ἡ τῶν στοιχείων περὶ τὸ σῶμα συνδρομή, ἡ τοῦ συντεθέντος πάλιν διάλυσίς τε καὶ πρὸς τὰ συγγενῆ μεταχώρησις. τίνος οὖν λέγει τὸ μυστήριον ἡμῶν ἧφθαι τὸ θεῖον; τοῦ κυρίως λεγομένου πάθους, ὅπερ κακία ἐστίν, ἢ τοῦ κατὰ τὴν φύσιν κινήματος; εἰ μὲν γὰρ ἐν τοῖς ἀπηγορευμένοις γεγενῆσθαι τὸ θεῖον ὁ λόγος διισχυρίζετο, φεύγειν ἔδει τὴν ἀτοπίαν τοῦ δόγματος, ὡς οὐδὲν ὑγιὲς περὶ τῆς θείας φύσεως διεξιόντος: εἰ δὲ τῆς φύσεως ἡμῶν αὐτὸν ἐφῆφθαι λέγει, ἧς καὶ ἡ πρώτη γένεσίς τε καὶ ὑπόστασις παρ' αὐτοῦ τὴν ἀρχὴν ἔσχε, ποῦ τῆς θεῷ πρεπούσης ἐννοίας διαμαρτάνει τὸ κήρυγμα, μηδεμιᾶς παθητικῆς διαθέσεως ἐν ταῖς περὶ θεοῦ ὑπολήψεσι τῇ πίστει συνεισιούσης; οὐδὲ γὰρ τὸν ἰατρὸν ἐν πάθει γίνεσθαι λέγομεν, ὅταν θεραπεύῃ τὸν ἐν πάθει γινόμενον: ἀλλὰ κἂν προσάψηται τοῦ ἀρρωστήματος, ἔξω πάθους ὁ θεραπευτὴς διαμένει. εἰ ἡ γένεσις αὐτὴ καθ' ἑαυτὴν πάθος οὐκ ἔστιν, οὐδ' ἂν τὴν ζωήν τις πάθος προσαγορεύσειεν, ἀλλὰ τὸ καθ' ἡδονὴν πάθος τῆς ἀνθρωπίνης καθηγεῖται γενέσεως, καὶ ἡ πρὸς κακίαν τῶν ζώντων ὁρμή, τοῦτο τῆς φύσεως ἡμῶν ἐστὶν ἀρρώστημα: ἀλλὰ μὴν ἀμφοτέρων αὐτὸν καθαρεύειν φησὶ τὸ μυστήριον: εἰ οὖν ἡδονῆς μὲν ἡ γένεσις ἠλλοτρίωται, κακίας δὲ ἡ ζωή, ποῖον ὑπολείπεται πάθος, οὗ τὸν θεὸν κεκοινωνηκέναι φησὶ τὸ τῆς εὐσεβείας μυστήριον; εἰ δὲ τὴν τοῦ σώματος καὶ τῆς ψυχῆς διάζευξιν πάθος προσαγορεύοι, πολὺ πρότερον δικαῖος ἂν εἴη τὴν συνδρομὴν ἀμφοτέρων οὕτω κατονομάσαι. εἰ γὰρ ὁ χωρισμὸς τῶν συνημμένων πάθος ἐστί, καὶ ἡ συνάφεια τῶν διεστώτων πάθος ἂν εἴη: κίνησις γάρ τίς ἐστιν ἔν τε τῇ συγκρίσει τῶν διεστώτων καὶ ἐν τῇ διακρίσει τῶν συμπεπλεγμένων ἢ ἡνωμένων. ὅπερ τοίνυν ἡ τελευταία κίνησις ὀνομάζεται, τοῦτο προσήκει καλεῖσθαι καὶ τὴν προάγουσαν. εἰ δὲ ἡ πρώτη κίνησις, ἣν γένεσιν ὀνομάζομεν, πάθος οὐκ ἔστιν, οὐδ' ἂν ἡ δευτέρα κίνησις, ἣν θάνατον ὀνομάζομεν, πάθος ἂν κατὰ τὸ ἀκόλουθον λέγοιτο, καθ' ἣν ἡ συνδρομὴ τοῦ σώματος καὶ τῆς ψυχῆς διακρίνεται. τὸν δὲ θεόν φαμεν ἐν ἑκατέρᾳ γεγενῆσθαι τῇ τῆς φύσεως ἡμῶν κινήσει, δι' ἧς ἥ τε ψυχὴ πρὸς τὸ σῶμα συντρέχει, τό τε σῶμα τῆς ψυχῆς διακρίνεται: καταμιχθέντα δὲ πρὸς ἑκάτερον τούτων, πρός τε τὸ αἰσθητόν φημι καὶ τὸ νοερὸν τοῦ ἀνθρωπίνου συγκρίματος, διὰ τῆς ἀρρήτου ἐκείνης καὶ ἀνεκφράστου συνανακράσεως τοῦτο οἰκονομήσασθαι, τὸ τῶν ἅπαξ ἑνωθέντων, ψυχῆς λέγω καὶ σώματος, καὶ εἰς ἀεὶ διαμεῖναι τὴν ἕνωσιν. τῆς γὰρ φύσεως ἡμῶν διὰ τῆς ἰδίας ἀκολουθίας καὶ ἐν ἐκείνῳ πρὸς διάκρισιν τοῦ σώματος καὶ τῆς ψυχῆς κινηθείσης, πάλιν συνῆψε τὰ διακριθέντα, καθάπερ τινὶ κόλλῃ, τῇ θείᾳ λέγω δυνάμει, πρὸς τὴν ἄρρηκτον ἕνωσιν τὸ διασχισθὲν συναρμόσας. καὶ τοῦτό ἐστιν ἡ ἀνάστασις, ἡ τῶν συνεζευγμένων μετὰ τὴν διάλυσιν ἐπάνοδος εἰς ἀδιάλυτον ἕνωσιν, ἀλλήλοις συμφυομένων, ὡς ἂν ἡ πρώτη περὶ τὸ ἀνθρώπινον χάρις ἀνακληθείη, καὶ πάλιν ἐπὶ τὴν ἀίδιον ἐπανέλθοιμεν ζωήν, τῆς ἐμμιχθείσης τῇ φύσει κακίας διὰ τῆς διαλύσεως ἡμῶν ἐκρυείσης, οἷον ἐπὶ τοῦ ὑγροῦ συμβαίνει, περιτρυφθέντος αὐτῷ τοῦ ἀγγείου, σκεδαννυμένου τε καὶ ἀφανιζομένου, μηδενὸς ὄντος τοῦ περιστέγοντος. καθάπερ δὲ ἡ ἀρχὴ τοῦ θανάτου ἐν ἑνὶ γενομένη πάσῃ συνδιεξῆλθε τῇ ἀνθρωπίνῃ φύσει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀρχὴ τῆς ἀναστάσεως δι' ἑνὸς ἐπὶ πᾶσαν διατείνει τὴν ἀνθρωπότητα. ὁ γὰρ τὴν ἀναληφθεῖσαν παρ' ἑαυτοῦ ψυχὴν πάλιν ἑνώσας τῷ οἰκείῳ σώματι διὰ τῆς δυνάμεως ἑαυτοῦ τῆς ἑκατέρῳ τούτων παρὰ τὴν πρώτην σύστασιν ἐμμιχθείσης οὕτω γενικωτέρῳ τινὶ λόγῳ τὴν νοερὰν οὐσίαν τῇ αἰσθητῇ συγκατέμιξεν, τῆς ἀρχῆς κατὰ τὸ ἀκόλουθον ἐπὶ τὸ πέρας εὐοδουμένης. ἐν γὰρ τῷ ἀναληφθέντι παρ' αὐτοῦ ἀνθρώπῳ πάλιν μετὰ τὴν διάλυσιν πρὸς τὸ σῶμα τῆς ψυχῆς ἐπανελθούσης, οἷον ἀπό τινος ἀρχῆς εἰς πᾶσαν τὴν ἀνθρωπίνην φύσιν τῇ δυνάμει κατὰ τὸ ἴσον ἡ τοῦ διακριθέντος ἕνωσις διαβαίνει. καὶ τοῦτό ἐστι τὸ μυστήριον τῆς τοῦ θεοῦ περὶ τὸν θάνατον οἰκονομίας καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, τὸ διαλυθῆναι μὲν τῷ θανάτῳ τοῦ σώματος τὴν ψυχὴν κατὰ τὴν ἀναγκαίαν τῆς φύσεως ἀκολουθίαν μὴ κωλῦσαι, εἰς ἄλληλα δὲ πάλιν ἐπαναγαγεῖν διὰ τῆς ἀναστάσεως, ὡς ἂν αὐτὸς γένοιτο μεθόριον ἀμφοτέρων, θανάτου τε καὶ ζωῆς, ἐν ἑαυτῷ μὲν στήσας διαιρουμένην τῷ θανάτῳ τὴν φύσιν, αὐτὸς δὲ γενόμενος ἀρχὴ τῆς τῶν διῃρημένων ἑνώσεως.

Intertext edge

Open linked passage

Note