Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De opificio hominis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖ. Οὕτω τοίνυν τοῦ νοῦ διὰ τῆς ὀργανικῆς ταύτης κατασκευῆς ἐν ἡμῖν μουσουργοῦντος τὸν λόγον, λογι κοὶ γεγόναμεν, οὐκ ἂν, ὡς οἶμαι, ἔχοντες τὴν τοῦ λό γου χάριν, εἰ τὸ βαρύ τε καὶ ἐπίπονον τῆς κατὰ τὴν βρῶσιν λατρείας τοῖς χείλεσι πρὸς τὴν χρείαν τοῦ σώματος ἐπορίζομεν. Νυνὶ δὲ τὴν τοιαύτην λειτουρ γίαν αἱ χεῖρες εἰς ἑαυτὰς μετενέγκασαι, εὔθετον τῇ ὑπηρεσίᾳ τοῦ λόγου τὸ στόμα κατέλιπον. Διπλῆ δὲ περὶ τὸ ὄργανον ἡ ἐνέργεια· ἡ μὲν πρὸς ἐργασίαν ἠχῆς, ἡ δὲ πρὸς ὑποδοχὴν τῶν ἔξωθεν νοημάτων, Καὶ οὐκ ἐπιμίγνυται πρὸς τὴν ἑτέραν ἡ ἄλλη, ἀλλὰ παρα μένει τῇ ἐνεργείᾳ, ἐφ' ᾗ ἐτάχθη παρὰ τῆς φύσεως, οὐκ ἐνοχλοῦσα τῇ γείτονι, οὔτε τῆς ἀκοῆς λαλούσης, οὔτε τῆς φωνῆς ἀκουούσης. Ἡ μὲν γὰρ ἀεί τι πάν τως προΐεται, ἡ δὲ ἀκοὴ δεχομένη διηνεκῶς οὐκ ἐμπίμ πλαται, καθώς φησί που Σολομών· ὅ μοι δοκεῖ καὶ μάλιστα τῶν ἐν ἡμῖν ἄξιον εἶναι καὶ θαυμάζεσθαι· τί τὸ πλάτος ἐκείνου τοῦ ἔνδοθεν χωρήματος, εἰς ὃ πάντα συῤῥεῖ τὰ διὰ τῆς ἀκοῆς εἰσχεόμενα; τίνες οἱ ὑπομνηματογράφοι τῶν εἰσαγομένων ἐν αὐτῇ λόγων; καὶ ποῖα δοχεῖα τῶν ἐντιθεμένων τῇ ἀκοῇ νοημάτων; καὶ πῶς, πολλῶν καὶ παντοδαπῶν ἀλλήλοις ἐπεμβαλλο μένων, σύγχυσις καὶ πλάνη κατὰ τὴν ἐπάλληλον θέσιν τῶν ἐγκειμένων οὐ γίνεται; Τὸ ἴσον δ' ἄν τις καὶ ἐπὶ τῆς τῶν ὄφεων ἐνεργείας θαυμάσειεν. Ὁμοίως γὰρ καὶ διὰ τούτων ὁ νοῦς τῶν ἔξω τοῦ σώματος ἐπιδράσσεται, καὶ πρὸς ἑαυτὸν ἕλκει τῶν φαινομένων τὰ εἴδωλα, τοὺς χαρα κτῆρας τῶν ὁρατῶν ἐν ἑαυτῷ καταγράφων. Καὶ ὥσπερ εἴ τις πολύχωρος εἴη πόλις ἐκ διαφόρων εἰσόδων τοὺς πρὸς αὐτὴν συμφοιτῶντας εἰσδεχομένη, οὐκ ἐπὶ τὸ αὐτὸ κατά τι τῶν ἐν τῇ πόλει συνδραμόντες οἱ πάντες, ἀλλ' οἱ μὲν κατὰ τὴν ἀγορὰν, οἱ δὲ κατὰ οἰκήσεις, ἄλλοι κατὰ τὰς ἐκκλησίας, ἢ τὰς πλατείας, ἢ τοὺς στεν ωποὺς, ἢ τὰ θέατρα, κατὰ τὴν ἰδίαν ἕκαστος γνώμην μεταχωροῦσι· τοιαύτην τινὰ βλέπω καὶ τὴν τοῦ νοῦ πόλιν τὴν ἔνδοθεν ἐν ἡμῖν συνῳκισμένην, ἢν διάφο ροι μὲν αἱ διὰ τῶν αἰσθήσεων εἴσοδοι καταπληροῦσιν· ἕκαστον δὲ τῶν εἰσιόντων φιλοκρινῶν τε καὶ δι εξετάζων ὁ νοῦς, τοῖς καταλλήλοις τῆς γνώσεως τό ποις ἐναποτίθεται. Καὶ ὥσπερ ἐπὶ τοῦ κατὰ τὴν πόλιν ὑποδείγματος, ἔστι πολλάκις ὁμοφύλους τινὰς ὄντας καὶ συγγενεῖς μηδὲ τῆς αὐτῆς πύλης ἐντὸς γενέσθαι, ἄλλου κατ' ἄλλην εἴσοδον κατὰ τὸ συμβὰν εἰσδραμόντος, οὐδὲν δὲ ἧττον ἐντὸς τῆς περιβολῆς τοῦ τείχους γενόμενοι, πάλιν μετ' ἀλλήλων εἰσὶ, 153 πρὸς ἀλλήλους οἰκείως ἔχοντες· καὶ τὸ ἔμπαλιν ἔστιν εὑρεῖν γινόμενον· οἱ γὰρ ἀπεξενωμένοι τε καὶ ἄγνωστοι ἀλλήλων μιᾷ χρῶνται πρὸς τὴν πόλιν εἰσ όδῳ πολλάκις, ἀλλ' οὐ συνάπτει τούτους ἀλλήλοις ἡ κατὰ τὴν εἴσοδον κοινωνία· δύνανται γὰρ καὶ ἐντὸς γενόμενοι διακριθῆναι πρὸς τὸ ὁμόφυλον· τοιοῦτόν τι βλέπω καὶ ἐπὶ τῆς κατὰ τὸν νοῦν εὐρυχωρίας. Πολ λάκις γὰρ καὶ ἐκ διαφόρων αἰσθητηρίων μία γνῶσις ἡμῖν συναγείρεται, τοῦ αὐτοῦ πράγματος πολυμερῶς πρὸς τὰς αἰσθήσεις μεριζομένου. Πάλιν δ' αὖ τὸ ἐν αντίον, ἔστιν ἐκ μιᾶς τινος τῶν αἰσθήσεων πολλὰ καὶ ποικίλα μαθεῖν, οὐδὲν ἀλλήλοις κατὰ τὴν φύσιν. συμβαίνοντα· οἷον (κρεῖττον γὰρ ἐν ὑποδείγματι διασαφηνίσαι τὸν λόγον), προκείσθω ζητεῖσθαί τι περὶ χυμῶν ἰδιότητος, τί μὲν ἡδὺ πρὸς τὴν αἴσθησιν, τί δὲ φευκτὸν τοῖς γευομένοις ἐστίν. Οὐκοῦν εὑρέθη διὰ τῆς πείρας ἤ τε τῆς χολῆς πικρότης, καὶ τὸ προσηνὲς τῆς κατὰ τὸ μέλι ποιότητος. Διαφόρων δὲ ὄντων τούτων, μίαν εἰσάγει γνῶσιν τὸ αὐτὸ πρᾶγμα, πολυμερῶς τῇ διανοίᾳ εἰσοικιζόμενον, ἢ γεύσει, ἢ ὀσφρήσει, ἢ ἀκοῇ, πολλάκις δὲ καὶ τῇ ἀφῇ, καὶ τῇ ὄψει. Καὶ γὰρ ἰδών τις τὸ μέλι, καὶ τοῦ ὀνόματος ἀκούσας, καὶ τῇ γεύσει λαβὼν, καὶ τὸν ἀτμὸν διὰ τῆς ὀσφρήσεως ἐπιγνοὺς, καὶ τῇ ἀφῇ δοκιμάσας, τὸ αὐτὸ πρᾶγμα δι' ἑκάστου τῶν αἰσθητηρίων ἐγνώ ρισε. Ποικίλα δὲ πάλιν καὶ πολυειδῆ διὰ μιᾶς τινος αἰσθήσεως διδασκόμεθα· τῆς τε ἀκοῆς παντοίας δε χομένης φωνὰς, τῆς τε διὰ τῶν ὀφθαλμῶν ἀντι λήψεως ἀδιάκριτον ἐχούσης τὴν ἐνέργειαν ἐπὶ τῆς τῶν ἑτερογενῶν θεωρίας. Ὁμοίως γὰρ λευκῷ τε προσπί πτει, καὶ μέλανι, καὶ πᾶσι τοῖς κατὰ τὸ ἐναντίον διεστῶσι τῷ χρώματι. Οὕτως ἡ γεῦσις, οὕτως ἡ ὄσφρησις, οὕτως ἡ διὰ τῆς ἁφῆς κατανόησις, παντο δαπῶν πραγμάτων ἑκάστη διὰ τῆς οἰκείας ἀντιλή ψεως τὴν γνῶσιν ἐντίθησιν.
10.2
Θεωρία τοῦ θείου ῥητοῦ εἰπόντος, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.» Ἐν ᾧ ἐξετάζεται, τίς ὁ τῆς εἰκόνος λόγος, καὶ εἰ ὁμοιοῦται τῷ μακαρίῳ τε καὶ ἀπαθεῖ τὸ ἐμ παθὲς καὶ ἐπίκηρον, καὶ πῶς ἐν τῇ εἰκόνι τὸ ἄῤῥεν καὶ τὸ θῆλυ, ἐν τῷ πρωτοτύπῳ τούτων οὐκ ὄντων. Ἀλλ' ἐπαναλάβωμεν πάλιν τὴν θείαν φωνὴν, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.» Ὡς μικρά τε καὶ ἀνάξια τῆς τοῦ ἀνθρώ που μεγαλοφυΐας τῶν ἔξωθέν τινες ἐφαντάσθησαν, τῇ πρὸς τὸν κόσμον τοῦτον συγκρίσει μεγαλύνοντες, ὡς ᾤοντο, τὸ ἀνθρώπινον. Φασὶ γὰρ μικρὸν εἶναι κόσμον τὸν ἄνθρωπον, ἐκ τῶν αὐτῶν τῷ παντὶ στοι χείων συνεστηκότα. Οἱ γὰρ τῷ κόμπῳ τοῦ ὀνόματος 180 τοιοῦτον ἔπαινον τῇ ἀνθρωπίνῃ χαριζόμενοι φύσει, λελήθασιν ἑαυτοὺς τοῖς περὶ τὸν κώνωπα καὶ τὸν μῦν ἰδιώμασι σεμνοποιοῦντες τὸν ἄνθρωπον. Καὶ γὰρ κἀκείνοις ἐκ τῶν τεσσάρων τούτων ἡ κρᾶσίς ἐστι, διότι πάντως ἑκάστου τῶν ὄντων ἢ πλείων ἢ ἐλάττων τις μοῖρα περὶ τὸ ἔμψυχον θεωρεῖται, ὧν ἄνευ συστῆναί τι τῶν αἰσθήσεως μετεχόντων, φύσιν οὐκ ἔχει. Τί οὖν μέγα, κόσμου χαρακτῆρα καὶ ὁμοίωμα νομισθῆναι τὸν ἄνθρωπον; οὐρανοῦ τοῦ πε ριερχομένου, γῆς τῆς ἀλλοιουμένης, πάντων τῶν ἐν τούτοις περικρατουμένων τῇ παρόδῳ τοῦ περιέχοντος συμπαρερχομένων; Ἀλλ' ἐν τίνι κατὰ τὸν ἐκκλη σιαστικὸν λόγον τὸ ἀνθρώπινον μέγεθος; Οὐκ ἐν τῇ πρὸς τὸν κτιστὸν κόσμον ὁμοιότητι, ἀλλ' ἐν τῷ κατ' εἰκόνα γενέσθαι τῆς τοῦ κτίσαντος φύσεως. Τίς οὖν ὁ τῆς εἰκόνος λόγος; ἴσως ἐρεῖς· πῶς ὡμοίωται τῷ σώματι τὸ ἀσώματον; πῶς τῷ ἀϊδίῳ τὸ πρόσκαιρον; τῷ ἀναλλοιώτῳ τὸ διὰ τροπῆς ἀλλοιούμενον; τῷ ἀπαθεῖ τε καὶ ἀφθάρτῳ τὸ ἐμπαθὲς καὶ φθειρόμε νον; τῷ ἀμιγεῖ πάσης κακίας τὸ πάντοτε συνοικοῦν ταύτῃ καὶ συντρεφόμενον; Πολὺ γὰρ τὸ μέσον ἐστὶ, τοῦ τε κατὰ τὸ ἀρχέτυπον νοουμένου, καὶ τοῦ κατ' εἰκόνα γεγενημένου. Ἡ γὰρ εἰκὼν, εἰ μὲν ἔχει τὴν πρὸς τὸ πρωτότυπον ὁμοιότητα, κυρίως τοῦτο κατ ονομάζεται. Εἰ δὲ παρενεχθείη τοῦ προκειμένου ἡ μίμησις, ἄλλο τι, καὶ οὐκ εἰκὼν ἐκείνου τὸ τοιοῦτόν ἐστι. Πῶς οὖν ὁ ἄνθρωπος τὸ θνητὸν τοῦτο καὶ ἐμπαθὲς καὶ ὠκύμορον, τῆς ἀκηράτου καὶ καθαρᾶς καὶ ἀεὶ οὔσης φύσεώς ἐστιν εἰκών; Ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τούτου λόγον μόνη ἂν εἰδείη σαφῶς ἡ ὄντως Ἀλήθεια. Ἡμεῖς δὲ καθ' ὅσον χωροῦμεν, στοχασμοῖς τισι καὶ ὑπονοίαις τὸ ἀληθὲς ἀνιχνεύοντες, ταῦτα περὶ τῶν ζητουμένων ὑπολαμβάνομεν. Οὔτε ὁ θεῖος ψεύδεται λόγος, κατ' εἰκόνα Θεοῦ εἰπὼν γεγενῆσθαι τὸν ἄνθρωπον· οὔτε ἡ ἐλεεινὴ τῆς ἀνθρωπίνης φύσεως ταλαιπωρία τῇ μακαριότητι τῆς ἀπαθοῦς ζωῆς καθωμοίωται. Ἀνάγκη γὰρ τῶν δύο τὸ ἕτερον ὁμολογεῖσθαι, εἴ τις συγκρίνοι τῷ Θεῷ τὸ ἡμέτερον, ἢ παθητὸν εἶναι τὸ Θεῖον, ἢ ἀπαθὲς τὸ ἀνθρώπινον, ὡς ἂν διὰ τῶν ἴσων ὁ τῆς ὁμοιότητος λόγος ἐπ' ἀμ φοτέρους καταλαμβάνοιτο. Εἰ δὲ οὔτε τὸ Θεῖον ἐμπα θὲς, οὔτε τὸ καθ' ἡμᾶς ἔξω πάθους ἐστὶν, ἄρα τις ἕτερος ὑπολέλειπται λόγος, καθ' ὃν ἀληθεύειν φαμὲν τὴν θείαν φωνὴν, τὴν ἐν εἰκόνι Θεοῦ γεγενῆσθαι τὸν ἄνθρωπον λέγουσαν. Οὐκοῦν αὐτὴν ἐπαναληπτέον ἡμῖν τὴν θείαν Γραφὴν, εἴ τις ἄρα γένοιτο διὰ τῶν γε γραμμένων πρὸς τὸ ζητούμενον χειραγωγία. Μετὰ τὸ εἰπεῖν, ὅτι «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα,» καὶ ἐπὶ τίσι ποιήσωμεν, ἐπάγει τοῦτον τὸν λόγον, ὅτι καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. «Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» Εἴρηται μὲν οὖν ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν, ὅτι πρὸς καθαίρεσιν τῆς αἱρετικῆς ἀσεβείας ὁ τοιοῦτος προανα πεφώνηται λόγος, ἵνα διδαχθέντες ὅτι ἐποίησε τὸν ἄνθρωπον ὁ μονογενὴς Θεὸς κατ' εἰκόνα Θεοῦ, μηδενὶ λόγῳ τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ διακρί νωμεν, ἐπίσης τῆς ἁγίας Γραφῆς Θεὸν ἑκάτερον ὀνομαζούσης, τόν τε πεποιηκότα τὸν ἄνθρωπον, καὶ οὗ κατ' εἰκόνα ἐγένετο. 181 Ἀλλ' ὁ μὲν περὶ τούτων λόγος ἀφείσθω, πρὸς δὲ τὸ προκείμενον ἐπιστρεπτέον τὴν ζήτησιν· πῶς καὶ τὸ θεῖον μακάριον, καὶ ἐλεεινὸν τὸ ἀνθρώπινον, καὶ ὅμοιον ἐκείνῳ τοῦτο παρὰ τῆς Γραφῆς ὀνομάζεται. Οὐκοῦν ἐξεταστέον μετ' ἀκριβείας τὰ ῥήματα. Εὑρήσομεν γὰρ, ὅτι ἕτερον μέν τι τὸ κατ' εἰκόνα γενόμενον, ἕτερον δὲ τὸ νῦν ἐν ταλαιπωρίᾳ δεικνύμενον. «Ἐποίησεν ὁ Θεὸς,» φησὶ, «τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Τέλος ἔχει ἡ τοῦ κατ' εἰκόνα γεγενημένου κτίσις. Εἶτα ἐπανάληψιν ποιεῖται τοῦ κατὰ τὴν κατασκευὴν λόγου, καί φησιν. «Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» Παντὶ γὰρ οἶμαι γνώριμον εἶναι, ὅτι ἔξω τοῦτο τοῦ πρωτοτύπου νοεῖται· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ,» καθώς φησιν ὁ Ἀπόστολος, «οὔτεἄῤῥεν οὔτε θῆλύ ἐστιν.» Ἀλλὰ μὴν εἰς ταῦτα διῃ ρῆσθαι ὁ λόγος φησὶ τὸν ἄνθρωπον. Οὐκοῦν διπλῆ τίς ἐστιν ἡ τῆς φύσεως ἡμῶν κατασκευὴ, ἤ τε πρὸς τὸ Θεῖον ὡμοιωμένη, ἥ τε πρὸς τὴν διαφορὰν ταύτην διῃρημένη. Τοιοῦτον γάρ τι ὁ λόγος ἐκ τῆς συν τάξεως τῶν γεγραμμένων αἰνίττεται, πρῶτον μὲν εἰπὼν, ὅτι «Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·» πάλιν δὲ τοῖς εἰρημένοις ἐπαγαγὼν, ὅτι «Ἄρσεν καὶ θῆλυ ἐποί ησεν αὐτοὺς,» ὅπερ ἀλλότριον τῶν περὶ Θεοῦ νοουμένων ἐστίν. Οἶμαι γὰρ ἐγὼ δόγμα τι μέγα καὶ ὑψηλὸν διὰ τῶν εἰρημένων ὑπὸ τῆς θείας Γραφῆς παραδίδοσθαι. Τὸ δὲ δόγμα τοιοῦτόν ἐστι· Δύο τινῶν κατὰ τὸ ἀκρότατον πρὸς ἄλληλα διεστη κότων, μέσον ἐστὶ τὸ ἀνθρώπινον, τῆς τε θείας καὶ ἀσωμάτου φύσεως, καὶ τῆς ἀλόγου καὶ κτηνώδους ζωῆς. Ἔξεστι γὰρ ἑκατέρου τῶν εἰρημένων ἐν τῷ ἀνθρωπίνῳ συγκρίματι θεωρῆσαι τὴν μοῖραν; τοῦ μὲν θείου τὸ λογικόν τε καὶ διανοητικὸν, ὃ τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορὰν οὐ προσίεται· τοῦ δὲ ἀλόγου τὴν σωματικὴν κατασκευὴν καὶ διάπλασιν εἰς ἄῤῥεν τε καὶ θῆλυ μεμερισμένην. Ἑκάτερον γὰρ τούτων ἐστὶ πάντως ἐν παντὶ τῷ μετέχοντι τῆς ἀν θρωπίνης ζωῆς. Ἀλλὰ προτερεύειν τὸ νοερὸν, καθὼς παρὰ τοῦ τὴν ἀνθρωπογονίαν ἐν τάξει διεξελθόντος ἐμάθομεν, ἐπιγεννηματικὴν δὲ εἶναι τῷ ἀνθρώπῳ τὴν πρὸς τὸ ἄλογον κοινωνίαν τε καὶ συγγένειαν. Πρῶτον μὲν γάρ φησιν, ὅτι «Ἐποίησεν ὁ Θεὸς κατ' εἰκόνα τοῦ Θεοῦ τὸν ἄνθρωπον,» δεικνὺς διὰ τῶν εἰρημένων, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι ἐν τῷ τοιούτῳ ἄῤῥεν καὶ θῆλυ οὐκ ἔστιν. Εἶτα ἐπάγει τῆς ἀνθρωπίνης φύσεως τὰ ἰδιώματα, ὅτι «Ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» Τί οὖν διὰ τούτου μανθά νομεν; Καί μοι μηδεὶς νεμεσάτω πόῤῥωθεν προσ 184 άγοντι τὸν λόγον τῷ προκειμένῳ νοήματι. Θεὸς τῇ ἑαυτοῦ φύσει πᾶν ὅτι περ ἔστι κατ' ἔννοιαν λαβεῖν ἀγαθὸν, ἐκεῖνό ἐστι· μᾶλλον δὲ παντὸς ἀγαθοῦ τοῦ νοουμένου τε καὶ καταλαμβανομένου ἐπέκεινα ὢν, οὐ δι' ἄλλο τι κτίζει τὴν ἀνθρωπίνην ζωὴν, ἣ διὰ τὸ ἀγαθὸς εἶναι. Τοιοῦτος δὲ ὢν, καὶ διὰ τοῦτο πρὸς τὴν δημιουργίαν τῆς ἀνθρωπίνης φύσεως ὁρμήσας, οὐκ ἂν ἡμιτελῆ τὴν τῆς ἀγαθότητος ἐνεδείξατο δύνα μιν, τὸ μέν τι δοὺς ἐκ τῶν προσόντων αὐτῷ, τοῦ δὲ φθονήσας τῆς μετουσίας· ἀλλὰ τὸ τέλειον τῆς ἀγα θότητος εἶδος ἐν τούτῳ ἐστὶν, ἐκ τοῦ καὶ παραγαγεῖν τὸν ἄνθρωπον ἐκ τοῦ μὴ ὄντος εἰς γένεσιν, καὶ ἀνεν δεῆ τῶν ἀγαθῶν ἀπεργάσασθαι. Ἐπεὶ δὲ πολὺς τῶν καθ' ἕκαστον ἀγαθῶν ὁ κατάλογος, οὐ μὲν οὖν ἔστιν ἀριθμῷ ῥᾳδίως τοῦτον διαλαβεῖν. Διὰ τοῦτο περι ληπτικῇ τῇ φωνῇ ἅπαντα συλλαβὼν ὁ λόγος ἐσήμα νεν, ἐν τῷ εἰπεῖν, κατ' εἰκόνα Θεοῦ γεγενῆσθαι τὸν ἄνθρωπον. Ἶσον γάρ ἐστι τοῦτο τῷ εἰπεῖν, ὅτι παν τὸς ἀγαθοῦ μέτοχον τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν. Εἰ γὰρ πλήρωμα μὲν ἀγαθῶν τὸ Θεῖον, ἐκείνου δὲ τοῦτο εἰκών· ἄρ' ἐν τῷ πλῆρες εἶναι παντὸς ἀγαθοῦ, πρὸς τὸ ἀρχέτυπον ἡ εἰκὼν ἔχει τὴν ὁμοιότητα. Οὐκοῦν ἐστιν ἐν ἡμῖν παντὸς μὲν καλοῦ ἰδέα, πᾶσα δὲ ἀρετὴ καὶ σοφία, καὶ πᾶν ὅτιπέρ ἐστι πρὸς τὸ κρεῖττον νοούμενον. Ἓν δὲ τῶν πάντων καὶ τὸ ἐλεύ θερον ἀνάγκης εἶναι, καὶ μὴ ὑπεζεῦχθαί τινι φυσικῇ δυναστείᾳ· ἀλλ' αὐτεξούσιον πρὸς τὸ δοκοῦν ἔχειν τὴν γνώμην. Ἀδέσποτον γάρ τι χρῆμα ἡ ἀρετὴ καὶ ἑκούσιον, τὸ δὲ κατηναγκασμένον καὶ βεβιασμένον ἀρετὴ εἶναι οὐ δύναται. Ἐν πᾶσι τοίνυν τῆς εἰκόνος τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα φερούσης, εἰ μὴ κατὰ τὶ τὴν διαφορὰν ἔχῃ, οὐκέτι ἂν εἴη πάν τως ὁμοίωμα, ἀλλὰ ταὐτὸν ἐκεῖνο διὰ πάντων ἀνα δειχθήσεται, τὸ ἐν παντὶ ἀπαράλλακτον. Τίνα τοίνυν αὐτοῦ τε τοῦ Θείου, καὶ τοῦ πρὸς τὸ Θεῖον ὡμοιω μένου τὴν διαφορὰν καθορῶμεν; Ἐν τῷ, τὸ μὲν ἀκτίστως εἶναι, τὸ δὲ διὰ κτίσεως ὑποστῆναι. Ἡ δὲ τῆς τοιαύτης ἰδιότητος διαφορὰ πάλιν ἑτέρων ἰδιωμά των ἀκολουθίαν ἐποίησε. Συνομολογεῖται γὰρ πάντη τε καὶ πάντως, τὴν μὲν ἄκτιστον φύσιν καὶ ἄτρε πτον εἶναι, καὶ ἀεὶ ὡσαύτως ἔχειν, τὴν δὲ κτιστὴν ἀδύνατον ἄνευ ἀλλοιώσεως συστῆναι. Αὐτὴ γὰρ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδος, κίνησίς τίς ἐστι, καὶ ἀλλοίωσις τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, κατὰ τὸ θεῖον βούλημα μεθισταμένου. Καὶ ὥσπερ τὸν ἐπὶ τοῦ χαλκοῦ χαρακτῆρα Καίσαρος εἰκόνα λέγει τὸ Εὐαγγέλιον, δι' οὗ μανθάνομεν κατὰ μὲν τὸ πρό σχημα τὴν ὁμοίωσιν εἶναι τοῦ μεμορφωμένου πρὸς Καίσαρα, ἐν δὲ τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἔχειν· οὕτω καὶ κατὰ τὸν παρόντα λόγον, ἀντὶ χαρακτήρων τὰ ἐπιθεωρούμενα τῇ τε θείᾳ φύσει καὶ τῇ ἀνθρω πίνῃ κατανοήσαντες, ἐν οἷς ἡ ὁμοιότης ἐστὶν, ἐν τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἐξευρίσκομεν, ἥτις ἐν τῷ ἀκτίστῳ καὶ τῷ κτιστῷ καθορᾶται. Ἐπειδὴ τοίνυν τὸ μὲν ὡσαύτως ἔχει, καὶ ἀεὶ, τὸ δὲ διὰ κτίσεως γε γενημένον ἀπ' ἀλλοιώσεως τοῦ εἶναι ἤρξατο, καὶ συγγενῶς πρὸς τὴν τοιαύτην ἔχει τροπήν· διὰ 185 τοῦτο ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, καθώς φησιν ἡ προφητεία, ἐπακολουθήσας, μᾶλλον δὲ προ κατανοήσας τῇ προγνωστικῇ δυνάμει, πρὸς ὅ τι ῥέ πει κατὰ τὸ αὐτοκρατές τε καὶ αὐτεξούσιον τῆς ἀν θρωπίνης προαιρέσεως ἡ κίνησις, ἐπειδὴ τὸ ἐσόμενον εἶδεν, ἐπιτεχνᾶται τῇ εἰκόνι τὴν περὶ τὸ ἄῤῥεν καὶ θῆλυν διαφορὰν, ἥτις οὐκέτι πρὸς τὸ θεῖον ἀρχέτυπον βλέπει, ἀλλὰ καθὼς εἴρηται, τῇ ἀλογωτέρᾳ προσ ωκείωται φύσει. Τὴν δὲ αἰτίαν τῆς τοιαύτης ἐπιτε χνήσεως μόνοι μὲν ἂν εἰδεῖεν οἱ τῆς ἀληθείας αὐτό πται, καὶ ὑπηρέται τοῦ λόγου. Ἡμεῖς δὲ, καθώς ἐστι δυνατὸν, διὰ στοχασμῶν τινων καὶ εἰκόνων φαντασθέν τες τὴν ἀλήθειαν, τὸ ἐπὶ νοῦν ἐλθὸν οὐκ ἀποφαντικῶς ἐκτιθέμεθα, ἀλλ' ὡς ἐν γυμνασίας εἴδει τοῖς εὐγνώ μοσι τῶν ἀκροωμένων προσθήσομεν. Τί τοίνυν ἐστὶν, ὃ περὶ τούτων διενοήθημεν; Εἰπὼν ὁ λόγος ὅτι ἐποί ησεν ὁ Θεὸς τὸν ἄνθρωπον, τῷ ἀορίστῳ τῆς σημασίας ἅπαν ἐνδείκνυται τὸ ἀνθρώπινον. Οὐ γὰρ συνωνομά σθη τῷ κτίσματι νῦν ὁ Ἀδὰμ, καθὼς ἐν τοῖς ἐφεξῆς ἡ ἱστορία φησίν· ἀλλ' ὄνομα τῷ κτισθέντι ἀνθρώπῳ οὐχ ὁ τὶς, ἀλλ' ὁ καθόλου ἐστίν. Οὐκοῦν τῇ καθολικῇ τῆς φύσεως κλήσει τοιοῦτόν τι ὑπονοεῖν ἐναγόμεθα, ὅτι τῇ θείᾳ προγνώσει τε καὶ δυνάμει πᾶσα ἡ ἀν θρωπότης ἐν τῇ πρώτῃ κατασκευῇ περιείληπται. Χρὴ γὰρ Θεῷ μηδὲν ἀόριστον ἐν τοῖς γεγενημένοις παρ' αὐτοῦ νομίζειν· ἀλλ' ἑκάστου τῶν ὄντων εἶναί τι πέρας καὶ μέτρον, τῇ τοῦ πεποιηκότος σοφίᾳ περιμετρούμενον. Ὥσπερ τοίνυν ὁ τὶς ἄνθρωπος τῷ κατὰ τὸ σῶμα ποσῷ περιείργεται, καὶ μέτρον αὐτῷ τῆς ὑποστάσεως ἡ πηλικότης ἐστὶν, ἡ συναπαρτιζο μένη τῇ ἐπιφανείᾳ τοῦ σώματος· οὕτως οἶμαι καθά περ ἐν ἐνὶ σώματι ὅλον τὸ τῆς ἀνθρωπότητος πλήρωμα τῇ προγνωστικῇ δυνάμει παρὰ τοῦ Θεοῦ τῶν ὄλων περισχεθῆναι, καὶ τοῦτο διδάσκειν τὸν λόγον τὸν εἰ πόντα, ὅτι καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Οὐ γὰρ ἐν μέρει τῆς φύσεως ἡ εἰκὼν, οὐδὲ ἕν τινι τῶν καθ' αὑτὸν θεωρουμένων ἡ χάρις· ἀλλ' ἐφ' ἅπαν τὸ γένος ἐπί σης ἡ τοιαύτη διήκει δύναμις. Σημεῖον δὲ, ὅτι πᾶ σιν ὡσαύτως ὁ νοῦς ἐγκαθίδρυται· πάντες τοῦ διανοεῖσθαι καὶ προβουλεύειν τὴν δύναμιν ἔχουσι, καὶ τὰ ἄλλα πάντα, δι' ὧν ἡ θεία φύσις ἐν τῷ κατ' αὐτὴν γεγονότι ἀπεικονίζεται. Ὁμοίως ἔχει ὅ τε τῇ πρώτῃ τοῦ κόσμου κατασκευῇ συναναδειχθεὶς ἄνθρωπος, καὶ ὁ κατὰ τὴν τοῦ παντὸς συντέλειαν γενησόμενος, ἐπίσης ἐφ' ἑαυτῶν φέρουσι τὴν θείαν εἰκόνα. Διὰ τοῦτο εἷς ἄνθρωπος κατωνομάσθη τὸ πᾶν, ὅτι τῇ δυ νάμει τοῦ Θεοῦ οὔτε τι παρῴχηκεν, οὔτε μέλλει, ἀλλὰ καὶ τὸ προσδοκώμενον ἐπίσης τῷ παρόντι τῇ περιεκτικῇ τοῦ παντὸς ἐνεργείᾳ περικρατεῖται. Πᾶσα τοίνυν ἡ φύσις ἡ ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων διήκουσα, μία τις τοῦ ὄντος ἐστὶν εἰκών· ἡ δὲ πρὸς τὸ ἄῤῥεν καὶ θῆλυ τοῦ γένους διαφορὰ προσκατεσκευάσθη τελευταῖον τῷ πλάσματι, διὰ τὴν αἰτίαν, ὡς οἶμαι, ταύτην. 188 ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Τί χρὴ λέγειν πρὸς τοὺς ἐπαποροῦντας, εἰ μετὰ τὴν ἁμαρτίαν ἡ παιδοποιΐα, πῶς ἂν ἐγένοντο αἱ ψυχαὶ, εἰ ἀναμάρτητοι διέμειναν οἱ ἐξ ἀρχῆς ἄνθρωποι. Μᾶλλον δὲ, πρὶν τὸ προκείμενον διερευνῆσαι, κρεῖτ τον ἴσως τοῦ προφερομένου παρὰ τῶν μαχομένων ἡμῖν ἐπιζητῆσαι τὴν λύσιν. Λέγουσι γὰρ πρὸ τῆς ἁμαρτίας μήτε τόκον ἱστορεῖσθαι, μήτε ὠδῖνα, μήτε τὴν πρὸς παιδοποιΐαν ὁρμήν· ἀποικισθέντων δὲ τοῦ παραδείσου μετὰ τὴν ἁμαρτίαν, καὶ τῆς γυναικὸς τῇ τιμωρίᾳ τῶν ὠδίνων κατακριθείσης, οὕτως ἐλθεῖν τὸν Ἀδὰμ εἰς τὸ γνῶναι γαμικῶς τὴν ὁμόζυγον, καὶ τότε τῆς παιδοποιΐας τὴν ἀρχὴν γενέσθαι. Εἰ οὖν γάμος ἐν τῷ παραδείσῳ οὐκ ἦν, οὔτε ὠδὶς, οὔτε τό κος, ἀνάγκην εἶναί φασιν ἐκ τοῦ ἀκολούθου λογίζε σθαι, μὴ ἂν ἐν πλήθει γενέσθαι τὰς τῶν ἀνθρώπων ψυχὰς, εἰ μὴ πρὸς τὸ θνητὸν ἡ τῆς ἀθανασίας χάρις μετέπεσε, καὶ ὁ γάμος διὰ τῶν ἐπιγινομένων συνε τήρει τὴν φύσιν, ἀντὶ τῶν ὑπεξιόντων τοὺς ἐξ αὐτῶν ἀντεισάγων, ὥστε λυσιτελῆσαι τρόπον τινὰ, τὴν ἁμαρ τίαν ἐπεισελθοῦσαν τῇ ζωῇ τῶν ἀνθρώπων. Ἔμεινε γὰρ ἂν ἐν τῇ τῶν πρωτοπλάστων δυάδι τὸ ἀνθρώπι νον γένος, μὴ τοῦ κατὰ τὸν θάνατον φόβου πρὸς δια δοχὴν τὴν φύσιν ἀνακινήσαντος. Ἀλλ' ἐν τούτοις πάλιν ὁ μὴν ἀληθὴς λόγος, ὅστις ποτὲ ὢν τυγχάνει, μόνοις ἂν εἴη δῆλος τοῖς κατὰ Παῦλον τὰ τοῦ παρα δείσου μυηθεῖσιν ἀπόῤῥητα. Ὁ δὲ ἡμέτερος τοιοῦτός ἐστιν· Ἀντιλεγόντων ποτὲ τῶν Σαδδουκαίων τῷ κατὰ τὴν ἀνάστασιν λόγῳ, καὶ τὴν πολύγαμον ἐκείνην γυναῖκα, τὴν τοῖς ἑπτὰ γενομένην ἀδελφοῖς, εἰς σύ στασιν τοῦ καθ' ἑαυτοὺς δόγματος προφερόντων, εἶτα τίνος μετὰ τὴν ἀνάστασιν ἔσται πυνθανομένων, ἀπο κρίνεται πρὸς τὸν λόγον ὁ Κύριος, οὐ μόνον τοὺς Σαδδουκαίους παιδεύων, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα τῆς ἐν τῇ ἀναστάσει ζωῆς φανερῶν τὸ μυστή ριον. «Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται·» οὔτε γὰρ ἀποθανεῖν ἔτι δύναν· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοὶ Θεοῦ εἰσι, τῆς ἀναστάσεως υἱοὶ ὄντες. Ἡ δὲ τῆς ἀναστάσεως χάρις οὐδὲν ἕτερον ἡμῖν ἐπαγγέλλεται, ἢ τὴν εἰς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατάστασιν. Ἐπάνοδος γάρ τίς ἐστιν ἐπὶ τὴν πρώτην ζωὴν ἡ προσδοκωμένη χάρις, τὸν ἀποβληθέντα τοῦ παραδείσου πάλιν εἰς αὐτὸν ἐπανάγουσα. Εἰ τοίνυν ἡ τῶν ἀποκαθισταμένων ζωὴ πρὸς τὴν τῶν ἀγγέλων οἰκείως ἔχει, δηλονότι ὁ πρὸ τῆς παραβάσεως βίος ἀγγελικός τις ἦν· διὸ καὶ ἡ πρὸς τὸ ἀρχαῖον τῆς ζωῆς ἡμῶν ἐπάνοδος τοῖς ἀγγέ λοις ὡμοίωται. Ἀλλὰ μὴν, καθὼς εἴρηται, γάμου 189 παρ' αὐτοῖς οὐκ ὄντος, ἐν μυριάσιν ἀπείροις αἱ στρα τιαὶ τῶν ἀγγέλων εἰσίν· οὕτω γὰρ ἐν ταῖς ὀπτασίαις ὁ Δανιὴλ διηγήσατο. Οὐκοῦν κατὰ τὸν αὐτὸν τρόπον, εἴπερ μηδεμία παρατροπή τε καὶ ἔκστασις ἀπὸ τῆς ἀγγελικῆς ὁμοτιμίας ἐξ ἁμαρτίας ἡμῖν ἐγένετο, οὐκ ἂν οὐδὲ ἡμεῖς τοῦ γάμου πρὸς τὸν πληθυσμὸν ἐδεή θημεν. Ἀλλ' ὅστις ἐστὶν ἐν τῇ φύσει τῶν ἀγγέλων τοῦ πλεονασμοῦ τρόπος, ἄῤῥητος μὲν καὶ ἀνεπινόη τος στοχασμοῖς ἀνθρωπίνοις, πλὴν ἀλλὰ πάντως ἐστίν· οὗτος ἂν καὶ ἐπὶ τῶν βραχύ τι παρ' ἀγγέλους ἠλατ τωμένων ἀνθρώπων ἐνήργησεν, εἰς τὸ ὡρισμένον ὑπὸ τῆς βουλῆς τοῦ πεποιηκότος μέτρον τὸ ἀνθρώπινον αὔξων. Εἰ δὲ στενοχωρεῖταί τις ἐπιζητῶν τὸν τῆς γενέσεως τῶν ἀνθρώπων τρόπον, εἰ μὴ προσεδεήθη τῆς διὰ τοῦ γάμου συνεργίας ὁ ἄνθρωπος, ἀντερωτή σομεν καὶ ἡμεῖς τὸν τῆς ἀγγελικῆς ὑποστάσεως τρό πον, πῶς ἐν ἀπείροις μυριάσιν ἐκεῖνοι. καὶ μία οὐ σία ὄντες, καὶ ἐν πολλοῖς ἀριθμούμενοι. Τοῦτο γὰρ προσφόρως ἀποκρινούμεθα τῷ προφέροντι, Πῶς ἂν ἦν δίχα τοῦ γάμου ὁ ἄνθρωπος; εἰπόντες, ὅτι κα θώς εἰσι γάμου χωρὶς οἱ ἄγγελοι· τὸ γὰρ ὅμοιον ἐκείνοις τὸν ἄνθρωπον εἶναι πρὸς τῆς παραβάσεως, δείκνυσιν ἡ εἰς ἐκεῖνο πάλιν ἀποκατάστασις. Τούτων οὖν ἡμῖν οὕτω διευκρινηθέντων, ἐπανιτέον ἐπὶ τὸν πρότερον λόγον· πῶς μετὰ τὴν κατασκευὴν τῆς εἰκόνος, τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορὰν ὁ Θεὸς ἐπιτεχνᾶται τῷ πλάσματι. Πρὸς τοῦτο γάρ φημι χρήσιμον εἶναι τὸ προδιηνυσμένον ἡμῖν θεώρημα. Ὁ γὰρ τὰ πάντα παραγαγὼν εἰς τὸ εἶναι, καὶ ὅλον ἐν τῷ ἰδίῳ θελή ματι τὸν ἄνθρωπον πρὸς τὴν θείαν εἰκόνα διαμορφώ σας, οὐ ταῖς κατ' ὀλίγον προσθήκαις τῶν ἐπιγινομέ νων ἀνέμεινεν ἰδεῖν ἐπὶ τὸ ἴδιον πλήρωμα τὸν ἀριθμὸν τῶν ψυχῶν τελειούμενον· ἀλλ' ἀθρόως αὐτῷ πληρώ ματι πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς προγνω στικῆς ἐνεργείας κατανοήσας, καὶ τῇ ὑψηλῇ τε καὶ ἰσαγγέλῳ λήξει τιμήσας, ἐπειδὴ προεῖδε τῇ ὁρατικῇ δυνάμει μὴ εὐθυποροῦσαν πρὸς τὸ καλὸν τὴν προαί ρεσιν, καὶ διὰ τοῦτο τῆς ἀγγελικῆς ζωῆς ἀποπίπτου σαν· ὡς ἂν μὴ κολοβωθείη τὸ τῶν ψυχῶν τῶν ἀνθρω πίνων πλῆθος, ἐκπεσὸν ἐκείνου τοῦ τρόπου, καθ' ὃν οἱ ἄγγελοι πρὸς τὸ πλῆθος ηὐξήθησαν· διὰ τοῦτο τὴν κατάλληλον τοῖς εἰς ἁμαρτίαν κατολισθήσασι τῆς αὐξήσεως ἐπίνοιαν ἐγκατασκευάζει τῇ φύσει, ἀντὶ τῆς ἀγγελικῆς μεγαλοφυῖας τὸν κτηνώδη τε καὶ ἄλο γον τῆς ἐξ ἀλλήλων διαδοχῆς τρόπον ἐμφυτεύσας τῇ ἀνθρωπότητι. Ἐντεῦθέν μοι δοκεῖ καὶ ὁ μέγας Δα βὶδ κατοικτιζόμενος τοῦ ἀνθρώπου τὴν ἀθλιότητα, τοιούτοις λόγοις καταθρηνῆσαι τὴν φύσιν· ὅτι «Ἄνθρω πος ἐν τιμῇ ὢν οὐ συνῆκε·» τιμὴν λέγων, τὴν πρὸς τοὺς ἀγγέλους ὁμοτιμίαν. Διὰ τοῦτο, φησὶ, παρασυν εβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὄντως γὰρ κτηνώδης ἐγένετο ὁ τὴν ῥοώδη 192 ταύτην γένεσιν τῇ φύσει παραδεξάμενος, διὰ τὴν πρὸς τὸ ὑλῶδες ῥοπήν.

Intertext edge

Open linked passage

Note