Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De opificio hominis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἐξέτασις, ἐν τίνι τὸ ἡγεμονικὸν νομιστέον, ἐν ᾧ καὶ περὶ δακρύων καὶ περὶ γέλωτος φυσιολο γία, καὶ θεώρημά τι φυσικὸν περὶ τῆς κατὰ τὴν ὕλην, καὶ τὴν φύσιν, καὶ τὸν νοῦν κοινωνίας. Σιγάτω τοίνυν πᾶσα στοχαστικὴ ματαιολογία τῶν μορίοις τισὶ σωματικοῖς τὴν νοητὴν ἐναποκλειόντων ἐνέργειαν, ὧν οἱ μὲν ἐν καρδίᾳ τὸ ἡγεμονικὸν εἶναι τί θενται, οἱ δὲ τῷ ἐγκεφάλῳ τὸν νοῦν ἐνδιαιτᾶσθαί φα σιν, ἐπιπολαίοις τισὶ πιθανότησι τὰς τοιαύτας ἐπι νοίας κρατοῦντες. Ὁ μὲν γὰρ τῇ καρδίᾳ προστιθεὶς τὴν ἡγεμονίαν, τὴν κατὰ τόπον αὐτῆς θέσιν ποιεῖται τοῦ λόγου τεκμήριον, διὰ τὸ δοκεῖν πως τὴν μέσην τοῦ παντὸς σώματος ἐπέχειν χώραν αὐτὴν, ὡς τῆς προαιρετικῆς κινήσεως εὐκόλως ἐκ τοῦ μέσου πρὸς ἅπαν μεριζομένης σῶμα, καὶ οὕτως εἰς ἐνέργειαν προϊούσης. Καὶ μαρτύριον ποιεῖται τοῦ λόγου τὴν λυπηράν τε καὶ θυμώδη τοῦ ἀνθρώπου διάθεσιν, ὅτι δοκεῖ πως τὰ τοιαῦτα πάθη συγκινεῖν τὸ μέρος τοῦτο πρὸς τὴν συμπάθειαν. Οἱ δὲ τὸν ἐγκέφαλον ἀφιεροῦν τες τῷ λογισμῷ, ὥσπερ ἀκρόπολίν τινα τοῦ παντὸς σώματος τὴν κεφαλὴν δεδομῆσθαι παρὰ τῆς φύσεως λέγουσιν· ἐνοικεῖν δὲ ταύτῃ καθάπερ τινὰ βασιλέα τὸν νοῦν, οἷόν τισιν ἀγγελιαφόροις ἢ ὑπασπισταῖ, τοῖς αἰσθητηρίοις ἐν κύκλῳ δορυφορούμενον. Σημεῖον δὲ καὶ οὗτοι τῆς τοιαύτης ὑπονοίας ποιοῦνται, τὸ παράγεσθαι τοῦ καθεστῶτος τὸν λογισμὸν τῶν κεκα κωμένων τὰς μήνιγγας, καὶ τὸ ἐν ἀγνοίᾳ τοῦ πρέ 157 ποντος γίνεσθαι τοὺς ἐν μέθῃ καρηβαρήσαντας. Προστιθέασι δὲ καί τινας φυσικωτέρας αἰτίας τῆς τοιαύ της περὶ τὸ ἡγεμονικὸν ὑπονοίας ἑκάτερος τῶν ταύς ταῖς δόξαις παρισταμένων. Ὁ μὲν γὰρ πρὸς τὸ πυρῶδες συγγενῶς ἔχειν τὴν ἐκ τῆς διανοίας κίνησιν λέγει, διὰ τὸ ἀεικίνητον εἶναι καὶ τὸ πῦρ καὶ τὴν διάνοιαν. Καὶ ἐπειδὴ πηγάζειν ἐν τῷ μορίῳ τῆς καρδίας ἡ θερμότης ὁμολογεῖται· διὰ τοῦτο τῷ εὐ κινήτῳ τῆς θερμότητος τὴν τοῦ νοῦ κίνησιν ἀνακε κρᾶσθαι λέγων, δοχεῖον τῆς νοερᾶς φύσεως τὴν καρ δίαν εἶναί φησιν, ἐν ᾗ τὸ θερμὸν περιείληπται. Ὁ δὲ ἕτερος πᾶσι τοῖς αἰσθητηρίοις οἷον ὑποβάθραν τινὰ καὶ ῥίζαν εἶναι λέγει τὴν μήνιγγα (οὕτω γὰρ ὀνο μάζουσι τὸν περιεκτικὸν τοῦ ἐγκεφάλου ὑμένα)· καὶ τούτῳ πιστοῦνται τὸν ἴδιον λόγον, ὡς οὐχ ἑτέρωθι τῆς νοητικῆς ἐνεργείας καθιδρυμένης, εἰ μὴ κατ' ἐκεῖνο τὸ μέρος, ᾧ καὶ τὸ οὖς ἐφηρμοσμένον τὰς ἐμπιπτού σας αὐτῷ φωνὰς προσαράσσει. Καὶ ἡ ὄψις κατὰ τὸν πυθμένα τῆς τῶν ὀφθαλμῶν ἕδρας συμπεφυκυῖα, διὰ τῶν ἐμπιπτόντων ταῖς κόραις εἰδώλων πρὸς τὸ ἔσω ποιεῖται τὴν τύπωσιν. Καὶ τῶν ἀτμῶν αἱ ποιότητες διὰ τῆς τῶν ὀσφρήσεων ὁλκῆς ἐν αὐτῷ διακρίνονται. Καὶ ἡ κατὰ τὴν γεῦσιν αἴσθησις τῇ ἐπικρίσει τῆς μήνιγγος δοκιμάζεται, ἐκ τοῦ σύνεγγυς ἐκφύσεις τι νὰς νευρώδεις ἀφ' ἑαυτῆς αἰσθητικὰς διὰ τῶν αὐχε νίων σπονδύλων ἐπὶ τὸν ἠθμοειδῆ πόρον κατὰ τοὺς αὐτόθι μύας ἐγκαταμιξάσης. Ἐγὼ δὲ τὸ μὲν ἐπιτα ράσσεσθαι πολλάκις πρὸς τὰς τῶν παθημάτων ἐπι κρατήσεις τὸ διανοητικὸν τῆς ψυχῆς, καὶ ἀμβλύνε σθαι τῆς κατὰ φύσιν ἐνεργείας τὸν λογισμὸν ἔκ τινος σωματικῆς περιστάσεως, ἀληθὲς εἶναί φημι· καὶ πηγήν τινα τοῦ κατὰ τὸ σῶμα πυρώδους τὴν καρδίαν εἶναι, πρὸς τὰς θυμώδεις ὁρμὰς συγκινουμένην. Καὶ ἔτι πρὸς τούτοις, τὸ ὑποβεβλῆσθαι τοῖς αἰσθητη ρίοις τὴν μήνιγγα, κατὰ τὸν λόγον τῶν τὰ τοιαῦτα φυσιολογούντων, περιπτυσσομένην ἐν ἑαυτῇ τὸν ἐγκέφαλον, καὶ τοῖς ἐκεῖθεν ἀτμοῖς ὑπαλειφομέ νην, τῶν ταῖς ἀνατομικαῖς θεωρίαις ἐσχολακό των τὸ τοιοῦτον ἀκούων, οὐκ ἀθετῶ τὸ λεγόμενον. Οὐ μὴν ἀπόδειξιν ποιοῦμαι ταύτην τοῦ τοπικαῖς τισι περιγραφαῖς ἐμπεριειλῆφθαι τὴν ἀσώματον φύσιν. Τάς τε γὰρ παραφορὰς οὐκ ἐκ μόνης καρηβαρείας γίνεσθαι μεμαθήκαμεν, ἀλλὰ καὶ τῶν τὰς πλευρὰς ὑπεζωκότων ὑμένων ἐμπαθῶς διατεθέν των, ὁμοίως ἀῤῥωστεῖν τὸ διανοητικὸν διορίζονται οἱ τῆς ἰατρικῆς ἐπιστήμονες, φρενῖτιν τὸ πάθος καλοῦν τες, ἐπειδὴ φρένες τοῖς ὑμέσι τούτοις ἐστὶ τὸ ὄνομα. Καὶ ἡ ἀπὸ τῆς λύπης ἐπὶ τὴν καρδίαν γινομένη συναίσθησις ἐσφαλμένως ὑπονοεῖται. Οὐ γὰρ τῆς καρ δίας, ἀλλὰ τοῦ στόματος τῆς κοιλίας δριμυσσομένου, εἰς τὴν καρδίαν τὸ πάθος ὑπ' ἀπειρίας ἀνάγουσι. Τοιοῦτον δέ τί φασιν οἱ ἐπεσκεμμένοι δι' ἀκριβείας τὰ πάθη, ὅτι συμπτώσεως τῶν πόρων καὶ μύσεως ἐν ταῖς λυπηραῖς διαθέσεσι φυσικῶς περὶ ἅπαν γινομέ 160 νης τὸ σῶμα, πρὸς τὰς ἐν τῷ βάθει κοιλότητας συν ωθεῖται πᾶν τὸ πρὸς τὴν διαπνοὴν κωλυόμενον· ὅθεν καὶ τῶν ἀναπνευστικῶν σπλάγχνων στενοχωρουμέ νων τῷ περιέχοντι, βιαιοτέρα πολλάκις ἡ ὁλκὴ τοῦ πνεύματος ὑπὸ τῆς φύσεως γίνεται, πρὸς τὴν τῶν συμπεπτωκότων διαστολὴν τὸ στενωθὲν εὐρυνούσης. Τὸ δὲ τοιοῦτον ἆσθμα σύμπτωμα λύπης ποιούμεθα, στεναγμὸν αὐτὸ καὶ ἀναποτνιασμὸν ὀνομάζοντες. Ἀλλὰ καὶ τὸ δοκοῦν ὑποθλίβειν τὸ περικάρδιον μέρος, οὐ τῆς καρδίας, ἀλλὰ τοῦ στόματός ἐστι τῆς γαστρὸς ἀηδία, διὰ τῆς αὐτῆς αἰτίας, λέγω δὴ τῆς κατὰ τὴν σύμπτωσιν τῶν πόρων, τοῦ χοληδόχου ἀγγείου τὸν δριμὺν ἐκεῖνον καὶ δακνώδη χυμὸν ὑπὸ στενοχωρίας ἐπὶ τὸ στόμα τῆς γαστρὸς παρεγχέοντος. Ἀπόδειξις δὲ τούτου τὸ ὕπωχρον γίνεσθαι καὶ ἰκτερώδη τοῖς λυπουμένοις τὴν ἐπιφάνειαν, ἀπὸ τῆς ἄγαν συνοχῆς ἐπὶ τὰς φλέβας τὸν ἴδιον χυμὸν τῆς χολῆς ἐπισπει ρούσης· ἀλλὰ καὶ τὸ ἐξ ἐναντίου γινόμενον πάθος, τὸ κατὰ τὴν εὐφροσύνην φημὶ καὶ τὸν γέλωτα, μᾶλλον τὸν λόγον συνίστησι. Διαχέονται γάρ πως καὶ δια λύονται δι' ἡδονῆς οἱ τοῦ σώματος πόροι τῶν ἔκ τινος ἀκοῆς ἡδείας διαχεθέντων. Ὡς γὰρ ἐκεῖ διὰ τῆς λύπης μύουσιν αἱ λεπταί τε καὶ ἄδηλοι τῶν πόρων διαπνοαὶ, καὶ διασφίγ ξασαι τὴν ἔνδοθεν τῶν σπλάγχνων διάθεσιν, ἐπὶ τὴν κεφαλὴν καὶ τὰς μήνιγγας τὸν νοτερὸν ἀτμὸν ἀναθλίβουσιν, ὃς πολὺς ἐναποληφθεὶς ταῖς τοῦ ἐγ κεφάλου κοιλότησι, διὰ τῶν κατὰ τὴν βάσιν πόρων ἐπὶ τοὺς ὀφθαλμοὺς ἐξωθεῖται, τῆς τῶν ὀφρύων συμπτώσεως ἐξελκομένης διὰ σταγόνων τὴν ὑγρα σίαν (ἡ δὲ σταγὼν δάκρυον λέγεται)· οὕτω μοι νόη σον, ἐκ τῆς ἐναντίας διαθέσεως πλέον τοῦ συνήθους εὐρυνομένων τῶν πόρων, εἰσέλκεσθαί τι πνεῦμα δι' αὐτῶν ἐπὶ τὸ βάθος, κἀκεῖθεν πάλιν ἐξωθεῖσθαι παρὰ τῆς φύσεως διὰ τοῦ κατὰ τὸ στόμα πόρου, πάντων τῶν σπλάγχνων, καὶ μάλιστά γε τοῦ ἥπατος, ὤς φασι, διά τινος κλόνου καὶ βρασμώδους κινήσεως τὸ τοιοῦ τον πνεῦμα συνεξωθούντων. Ὅθεν εὐκολίαν τινὰ τῇ διεξόδῳ τοῦ πνεύματος μηχανωμένη ἡ φύσις, ἀνευρύ νει τὸν περὶ τὸ στόμα πόρον, ἑκατέρωθεν περὶ τὸ ἆσθμα τὰς παρειὰς διαστέλλουσα. Ὄνομα δὲ τῷ γινομένῳ γέλως ἐστίν. Οὔτε οὖν διὰ τοῦτο τῷ ἥπατι τὸ ἡγεμονικὸν λογιστέον, οὔτε διὰ τὴν περικάρδιον ζέσιν τοῦ αἵματος ἐν ταῖς θυμικαῖς διαθέσεσιν, ἐν καρδίᾳ νομιστέον εἶναι τοῦ νοῦ τὴν καθίδρυσιν; ἀλλὰ ταῦτα μὲν εἰς τὰς ποιὰς τῶν σωμάτων κατασκευὰς ἀνακτέον. Τὸν δὲ νοῦν ὁμοτίμως ἑκάστῳ τῶν μορίων, κατὰ τὸν ἄφραστον τῆς ἀνακράσεως λόγον ἐφάπτεσθαι νομιστέον. Κἂν τὴν Γραφήν τινες ἡμῖν πρὸς τοῦτο προτείνωνται, τῇ καρδίᾳ τὸ ἡγεμονικὸν μαρτυροῦ σαν, οὐκ ἀνεξετάστως τὸν λόγον δεξόμεθα. Ὁ γὰρ καρδίαν μνησθεὶς, καὶ νεφρῶν ἐμνημόνευσεν, εἰπών· «Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός·» ὥστε ἢ ἀμ φοτέροις, ἢ οὐδετέρῳ τὸ νοερὸν κατακλείουσιν. Ἀμ βλύνεσθαι δὲ τὰς νοητικὰς ἐνεργείας, ἢ καὶ παντάπα σιν ἀπρακτεῖν ἐν τῇ ποιᾷ διαθέσει τοῦ σώματος δι 161 δαχθεὶς, οὐχ ἱκανὸν ποιοῦμαι τοῦτο τεκμήριον, τοῦ τόπῳ τινὶ τὴν δύναμιν τοῦ νοῦ περιείργεσθαι, ὡς ταῖς ἐπιγινομέναις τοῖς μέρεσι φλεγμοναῖς τῆς οἰκείας εὐρυχωρίας ἐξειργομένης. Σωματικὴ γὰρ ἡ τοιαύτη δόξα, τὸ μὴ δύνασθαι προκατειλημμένου τοῦ ἀγγείου διά τινος τῶν ἐμβεβλημένων, ἕτερόν τι ἐν αὐτῷ χώραν εὑρεῖν. Ἡ γὰρ νοητὴ φύσις οὔτε ταῖς κενώσεσιν ἐμ φιλοχωρεῖ τῶν σωμάτων, οὔτε τῷ πλεονάζοντι τῆς σαρκὸς ἐξωθεῖται. Ἀλλ' ἐπειδὴ καθάπερ τι μουσικὸν ὄργανον ἅπαν τὸ σῶμα δεδημιούργηται, ὥσπερ συμ βαίνει πολλάκις ἐπὶ τῶν μελῳδεῖν μὲν ἐπισταμένων, ἀδυνατούντων δὲ δεῖξαι τὴν ἐπιστήμην, τῆς τῶν ὀργάνων ἀχρηστίας οὐ παραδεχομένης τὴν τέχνην (τὸ γὰρ ἢ χρόνῳ φθαρὲν, ἢ παρεῤῥηγμένον ἐκ καταπτώσεως, ἢ ὑπό τινος ἰοῦ καὶ εὐρῶτος ἠχρειω μένον, ἄφθογγον μένει καὶ ἀνενέργητον, κἂν ὑπὸ τοῦ προέχειν δοκοῦντος κατὰ τὴν αὐλητικὴν τέχνην ἐμπνέηται)· οὕτω καὶ ὁ νοῦς δι' ὅλου τοῦ ὀργάνου διήκων, καὶ καταλλήλως ταῖς νοητικαῖς ἐνεργείαις, καθὸ πέφυκεν, ἑκάστῳ τῶν μερῶν προσαπτόμενος, ἐπὶ μὲν τῶν κατὰ φύσιν διακειμένων τὸ οἰκεῖον ἐν ήργησεν, ἐπὶ δὲ τῶν ἀσθενούντων δέξασθαι τὴν τεχνι κὴν αὐτοῦ κίνησιν, ἄπρακτός τε καὶ ἀνενέργητος ἔμεινε. Πέφυκε γάρ πως ὁ νοῦς πρὸς μὲν τὸ κατὰ φύσιν διακείμενον οἰκείως ἔχειν, πρὸς δὲ τὸ παρενε χθὲν ἀπὸ ταύτης, ἀλλοτριοῦσθαι. Καί μοι δοκεῖ φυσικώτερον εἶναί τι κατὰ τὸ μέρος τοῦτο θεώρημα, δι' οὗ μαθεῖν ἔστι τι τῶν ἀστειοτέρων δογμάτων. Ἐπειδὴ γὰρ τὸ κάλλιστον πάντων καὶ ἐξ οχώτατον ἀγαθὸν αὐτὸ τὸ Θεῖόν ἐστι, πρὸς ὃ πάντα νέ νευκεν, ὅσα τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει, διὰ τοῦτό φα μεν καὶ τὸν νοῦν, ἅτε κατ' εἰκόνα τοῦ καλλίστου γε νόμενον, ἕως ἂν μετέχῃ τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιό τητος, καθόσον ἐνδέχεται, καὶ αὐτὸν ἐν τῷ καλῷ δια μένειν, εἰ δέ πως ἔξω γένοιτο τούτου, γυμνοῦσθαι τοῦ κάλλους ἐν ᾧ ἦν. Ὥσπερ δὲ ἔφαμεν τῇ ὁμοιώσει τοῦ πρωτοτύπου κάλλους κατακοσμεῖσθαι τὸν νοῦν, οἷόν τι κάτοπτρον τῷ χαρακτῆρι τοῦ ἐμφαινομένου μορ φούμενον· κατὰ τὴν αὐτὴν ἀναλογίαν, καὶ τὴν οἰκονο μουμένην ὑπ' αὐτοῦ φύσιν ἔχεσθαι τοῦ νοῦ λογιζόμεθα, καὶ τῷ παρακειμένῳ κάλλει καὶ αὐτὴν κοσμεῖσθαι οἷόν τι κατόπτρου κάτοπτρον γινομένην· κρατεῖσθαι δὲ ὑπὸ ταύτης καὶ συνέχεσθαι τὸ ὑλικὸν τῆς ὑποστάσεως, περὶ ἢν θεωρεῖται ἡ φύσις. Ἕως ἂν οὖν ἔχηται τοῦ ἑτέρου τὸ ἕτερον, διὰ πάντων ἀναλόγως ἡ τοῦ ὄντως κάλλους κοινωνία διέξεισι, διὰ τοῦ ὑπερκειμένου τὸ προσεχὲς καλλωπίζουσα. Ἐπειδὰν δέ τις γένηται τῆς ἀγαθῆς ταύτης συμφυΐας διασπασμὸς, ἢ καὶ πρὸς τὸ ἔμπαλιν, ἀντακολουθῇ τῷ ὑποβεβηκότι τὸ ὑπερέχον· τότε αὐτῆς τε τῆς ὕλης, ὅταν μονωθῇ τῆς φύσεως, διηνέχθη τὸ ἄσχημον (ἄμορφον γάρ τι καθ' ἑαυτὴν ἡ ὕλη καὶ ἀκατάσκευον) καὶ τῇ ἀμορφίᾳ ταύτης συνδιεφθάρη τὸ κάλλος τῆς φύσεως, ἢ διὰ τοῦ νοῦ καλλωπίζεται. Καὶ οὕτως ἐπ' αὐτὸν τὸν νοῦν τοῦ κατὰ τὴν ὕλην 164 αἴσχους διὰ τῆς φύσεως ἡ διάδοσις γίνεται, ὡς μη κέτι τοῦ Θεοῦ τὴν εἰκόνα ἐν τῷ χαρακτῆρι καθορᾶσθαι τοῦ πλάσματος. Οἷον γάρ τι κάτοπτρον κατὰ νώτου τὴν τῶν ἀγαθῶν ἰδέαν ὁ νοῦς ποιησάμενος, ἐκβάλλει μὲν τῆς ἐκλάμψεως τοῦ ἀγαθοῦ τὰς ἐμφάσεις, τῆς δὲ ὕλης τὴν ἀμορφίαν εἰς ἑαυτὸν ἀναμάσσεται· Καὶ τούτῳ γίνεται τῷ τρόπῳ τοῦ κακοῦ ἡ γένεσις, διὰ τῆς ὑπεξαιρέσεως τοῦ καλοῦ παρυφισταμένη· Καλὸν δὲ πᾶν, ὅπερ ἂν τύχῃ πρὸς τὸ πρῶτον ἀγαθὸν οἰκείως ἔχον· ὅ τι δ' ἂν ἔξω γένηται τῆς πρὸς τοῦτο σχέσεώς τε καὶ ὁμοιώσεως, ἄμοιρον τοῦ καλοῦ πάντως ἐστίν. Εἰ οὖν ἓν μὲν κατὰ τὸν θεωρηθέντα λόγον τὸ ὄντως ἀγαθόν· ὁ δὲ νοῦς τῷ κατ' εἰκόνα τοῦ καλοῦ γεγενῆ σθαι, καὶ αὐτὸς ἔχει τὸ καλὸς εἶναι· ἡ δὲ φύσις ἡ ὑπὸ τοῦ νοῦ συνεχομένη, καθάπερ τις εἰκὼν εἰκόνος ἐστί· δείκνυται διὰ τούτων, ὅτι τὸ ὑλικὸν ἡμῶν συνέστηκε μὲν καὶ περικρατεῖται, ὅταν οἰκονομῆται ὑπὸ τῆς φύσεως· λύεται δὲ, καὶ διαπίπτει πάλιν, ὅταν χωρι σθῇ τοῦ, περικρατοῦντός τε καὶ συνέχοντος, καὶ δια σπασθῇ τῆς πρὸς τὸ καλὸν συμφυΐας. Τὸ δὲ τοιοῦτον οὐκ ἄλλως γίνεται, ἢ ὅταν τῆς φύσεως πρὸς τὸ ἔμ παλιν γένηται ἡ ἐπιστροφὴ, μὴ πρὸς τὸ καλὸν τῆς ἐπιθυμίας νευούσης, ἀλλὰ πρὸς τὸ χρῇζον τοῦ καλλω πίζοντος. Ἀνάγκη γὰρ πᾶσα τῇ πτωχευούσῃ τῆς ἰδίας μορφῆς ὕλῃ κατὰ τὸ ἄσχημόν τε καὶ ἀκαλλὲς συμμε ταμορφοῦσθαι τὸ ὁμοιούμενον, ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐξ ἀκολουθίας τινὸς παρεξητάσθη, διὰ τῆς εἰς τὸ προ κείμενον θεωρίας ἐπεισελθόντα. Τὸ γὰρ ζητούμενον ἦν, εἰ ἐν μέρει τινὶ τῶν ἐν ἡμῖν ἡ νοερὰ καθίδρυται δύναμις, ἢ διὰ πάντων κατὰ τὸ ἴσον διήκει. Τῶν γὰρ τοπικοῖς μέρεσι περιειργόντων τὸν νοῦν, καὶ εἰς σύ στασιν τῆς τοιαύτης αὐτῶν ὑπολήψεως προφερόντων, τὸ μὴ εὐοδοῦσθαι τὴν διάνοιαν ἐπὶ τῶν παρὰ φύσιν διακειμένων τὰς μήνιγγας· ἀπέδειξεν ὁ λόγος, ὅτι κατὰ πᾶν μέρος τοῦ ἀνθρωπίνου συγκρίματος, καθ' ὃ πέφυκεν ἕκαστος ἐνεργεῖν, ἴσως ἡ τῆς ψυχῆς δύνα μις ἀνενέργητος μένει, μὴ διαμένοντος ἐν τῇ φύσει τοῦ μέρους. Καὶ διὰ τοῦτο ἐξ ἀκολουθίας τὸ προτεθὲν παρενέπεσε τῷ λόγῳ θεώρημα, δι' οὗ μανθάνομεν, ἐν τῷ ἀνθρωπίνῳ συγκρίματι ὑπὸ Θεοῦ μὲν διοικεῖσθαι τὸν νοῦν, ὑπ' ἐκείνου δὲ τὴν ὑλικὴν ἡμῶν ζωὴν, ὅταν ἐν τῇ φύσει μένῃ, εἰ δὲ παρατραπείη τῆς φύ σεως, καὶ τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἀλλοτριοῦ σθαι. Ἀλλ' ἐπανέλθωμεν πάλιν ὅθεν ἐξέβημεν, ὅτι ἐπὶ τῶν μὴ παρατραπέντων ἐκ πάθους τινὸς τῆς φυσικῆς καταστάσεως τὴν οἰκείαν δύναμιν ὁ νοῦς ἐνεργεῖ, καὶ ἔῤῥωται μὲν ἐπὶ τῶν συνεστώτων, ἀδυ νατεῖ δὲ πάλιν ἐπὶ τῶν μὴ χωρούντων αὐτοῦ τὴν ἐνέργειαν. Ἔστι γὰρ καὶ δι' ἑτέρων τὸ περὶ τούτων δόγμα πιστώσασθαι· καὶ εἰ μὴ βαρὺ τῇ ἀκοῇ τῶν προκεκμηκότων ἤδη τῷ λόγῳ, καὶ περὶ τούτων, ὡς ἂν οἷοί τε ὦμεν, δι' ὀλίγων διαληψώμεθα. 165
12.2
ΙΓʹ. Περὶ ὕπνου, καὶ χάσμης, καὶ ὀνείρων, αἰτιολογία. Ἡ ὑλικὴ καὶ ῥοώδης αὕτη τῶν σωμάτων ζωὴ, πάντοτε διὰ κινήσεως προϊοῦσα, ἐν τούτῳ ἔχει τοῦ εἶναι τὴν δύναμιν, ἐν τῷ μὴ στῆναί ποτε τῆς κινή σεως. Καθάπερ δέ τις ποταμὸς κατὰ τὴν ἰδίαν ῥέων ὁρμὴν, πλήρη μὲν δείκνυσι τὴν κοιλότητα, δι' ἧς ἂν τύχῃ φερόμενος, οὐ μὴν ἐν τῷ αὐτῷ ὕδατι περὶ τὸν αὐτὸν ἀεὶ τόπον ὁρᾶται, ἀλλὰ τὸ μὲν ὑπέδραμεν αὐ τοῦ, τὸ δὲ ὑπεῤῥέει· οὕτω καὶ τὸ ὑλικὸν τῆς τῇδε ζωῆς διά τινος κινήσεως καὶ ῥοῆς τῇ συνεχείᾳ τῆς τῶν ἐναντίων διαδοχῆς ἀμείβεται, ὡς ἂν μηδέποτε στῆναι δύνασθαι τῆς μεταβολῆς, ἀλλὰ τῇ δυνάμει τοῦ ἀτρεμεῖν ἄπαυστον ἔχειν διὰ τῶν ὁμοίων ἐναμειβο μένην τὴν κίνησιν. Εἰ δέ ποτε κινούμενον παύσοιτο, καὶ τοῦ εἶναι πάντως τὴν παῦλαν ἕξει· οἷον, δι εδέξατο τὸ πλῆρες ἡ κένωσις, καὶ πάλιν ἀντεισῆλθεν ἡ πλήρωσις τῇ κενότητι. Ὕπνος τὸ σύντονον τῆς ἐγρηγόρσεως ὑπεχάλασεν, εἶτα ἐγρήγορσις τὸ ἀνει μένον ἐτόνωσε. Καὶ οὐδέτερον τούτων ἐν τῷ διηνεκεῖ συμμένει, ἀλλ' ὑποχωρεῖ ταῖς παρουσίαις ἀλλήλων ἀμφότερα, οὕτω τῆς φύσεως ἑαυτὴν ταῖς ὑπαλλαγαῖς ἀνακαινιζούσης, ὡς ἑκατέρων ἐν τῷ μέρει μεταλαγ χάνουσαν ἀδιασπάστως ἀπὸ τοῦ ἑτέρου μεταβαίνειν ἐπὶ τὸ ἕτερον. Τό τε γὰρ διαπαντὸς συντετάσθαι ταῖς ἐνεργείαις τὸ ζῶον, ῥῆξίν τινα καὶ διασπασμὸν τῶν ὑπερτεινομένων ποιεῖται μερῶν· ἥ τε διηνεκὴς τοῦ σώματος ἄνεσις διάπτωσίν τινα τοῦ συνεστῶτος καὶ λύσιν ἐργάζεται. Τὸ δὲ κατὰ καιρὸν μετρίως ἑκατέ ρων ἐπιτυγχάνειν, δύναμις πρὸς διαμονήν ἐστι τῆς φύσεως, διὰ τῆς διηνεκοῦς πρὸς τὰ ἀντικείμενα με ταβάσεως ἐν ἑκατέροις ἑαυτὴν ἀπὸ τῶν ἑτέρων ἀνα παυούσης. Οὕτω τοίνυν τετονωμένον διὰ τῆς ἐγρη γόρσεως τὸ σῶμα λαβοῦσα, λύσιν ἐμποιεῖ διὰ τοῦ ὕπνου τῷ τόνῳ, τὰς αἰσθητικὰς δυνάμεις πρὸς καιρὸν ἐκ τῶν ἐνεργειῶν ἀναπαύσασα, οἷόν τινας ἵππους μετὰ τοὺς ἀγῶνας τῶν ἁρμάτων ἐκλύσασα. Ἀναγκαία δὲ τῇ συστάσει τοῦ σώματος ἡ εὔκαιρος ἄνεσις, ὡς ἂν ἀκωλύτως ἐφ' ἅπαν τὸ σῶμα διὰ τῶν ἐν αὐτῷ πόρων ἡ τροφὴ διαχέοιτο, μηδενὸς τόνου τῇ διόδῳ παρεμ ποδίζοντος. Καθάπερ γὰρ ἐκ τῆς διαβρόχου γῆς, ὅταν ἐπιλάμψῃ θερμοτέραις ἀκτῖσιν ὁ ἥλιος, ἀτμοί τινες ὀμιχλώδεις ἀπὸ τοῦ βάθους ἀνέλκονται· ὅμοιόν τι γίνεται καὶ ἐν τῇ καθ' ἡμᾶς γῇ, τῆς τροφῆς ἔσω θεν ὑπὸ τῆς φυσικῆς θερμότητος ἀναζεούσης. Ἀνω φερεῖς δὲ ὄντες οἱ ἀτμοὶ κατὰ φύσιν, καὶ ἀερώδεις, καὶ πρὸς τὸ ὑπερκείμενον ἀναπνέοντες, ἐν τοῖς κατὰ τὴν κεφαλὴν γίνονται χωρίοις, οἷόν τις καπνὸς εἰς ἁρμονίαν τοίχου διαδυόμενος· εἶτα ἐντεῦθεν ἐπὶ τοὺς τῶν αἰσθητηρίων πόρους ἐξατμιζόμενοι διαφοροῦν, δι' ὧν ἀργεῖ κατ' ἀνάγκην ἡ αἴσθησις, τῇ παρ όδῳ τῶν ἀτμῶν ἐκείνων ὑπεξιοῦσα. Αἱ μὲν γὰρ ὄψεις τοῖς βλεφάροις ἐπιλαμβάνονται, οἷόν τινος μηχανῆς μολυβδίνης, τοῦ τοιούτου λέγω βάρους, τοῖς ὀφθαλ μοῖς ἐπιχαλώσης τὸ βλέφαρον. Παχυνθεῖσα δὲ τοῖς αὐτοῖς τούτοις ἀτμοῖς ἡ ἀκοὴ, καθάπερ θύρας τινὸς τοῖς ἀκουστικοῖς μορίοις ἐπιτεθείσης, ἡσυχίαν ἀπὸ τῆς κατὰ φύσιν ἐνεργείας ἄγει· καὶ τὸ τοιοῦτον πά θος ὕπνος ἐστὶν, ἀτρεμούσης ἐν τῷ σώματι τῆς αἰ 168 σθήσεως, καὶ παντάπασιν ἐκ τῆς κατὰ φύσιν κινήσεως ἀπρακτούσης, ὡς ἂν εὐπόρευτοι γένωνται τῆς τρο φῆς αἱ ἀναδόσεις, δι' ἑκάστου τῶν πόρων τοῖς ἀτμοῖς συνδιεξιούσης. Καὶ τούτου χάριν εἰ στενοχωροῖτο μὲν ὑπὸ τῆς ἔνδοθεν ἀναθυμιάσεως ἡ περὶ τὰ αἰσθητήρια δια σκευὴ, κωλύοιτο δὲ κατά τινα χρείαν ὁ ὕπνος· πλῆρες γενόμενον τῶν ἀτμῶν τὸ νευρῶδες, αὐτὸ ὑφ' ἑαυτοῦ φυσικῶς διατείνεται, ὡς διὰ τῆς ἐκτάσεως τὸ παχυνθὲν ὑπὸ τῶν ἀτμῶν μέρος ἐκλεπτυνθῆναι· οἷόν τι ποιοῦσιν οἱ διὰ τῆς σφοδροτέρας στρεβλώσεως τὸ ὕδωρ τῶν ἱματίων ἐκθλίβοντες. Καὶ ἐπειδὴ κυκλοτερῆ τὰ περὶ τὸν φάρυγγα μέρη, πλεονάζει δὲ τὸ νευρῶδες ἐν τούτοις· ὅταν καὶ ἀπὸ τούτων ἐξωσθῆναι δέοι τὴν τῶν ἀτμῶν παχυμέρειαν (ἐπειδὴ ἀμήχανόν ἐστι δι' εὐθείας ἀποτεῖναι τὸ κυκλοειδὲς μέρος, εἰ μὴ κατὰ τὸ περιφερὲς σχῆμα διαταθείη)· τούτου χάριν ἀπολη φθέντος ἐν τῇ χάσμῃ τοῦ πνεύματος, ὅτε ὁ ἀνθερεὼν ἐπὶ τὸ κάτω τοῖς γαργαρεῶσιν ὑποκοιλαίνεται, καὶ τῶν ἐντὸς πάντων εἰς κύκλου σχῆμα διαταθέντων, ἡ λιγνυώδης ἐκείνη παχύτης ἡ ἐναπειλημμένη τοῖς μέρεσι συνδιαπνεῖται τῇ διεξόδῳ τοῦ πνεύματος. Πολλάκις δὲ, καὶ μετὰ τὸν ὕπνον οἶδε τὸ τοιοῦτον συμ βαίνειν, ὅταν τι τῶν ἀτμῶν ἐκείνων περιλειφθείη τοῖς τόποις ἄπεμπτόν τε καὶ ἀδιάπνευστον. Ἐκ τού των τοίνυν ὁ ἀνθρώπινος νοῦς δείκνυσιν ἐναργῶς, ὅτι τῆς φύσεως ἔχεται, συνεστώσης μὲν καὶ ἐγρηγορυίας, καὶ αὐτὸς συνεργῶν καὶ κινούμενος· παρεθείσης δὲ τῷ ὕπνῳ, μένων ἀκίνητος, εἰ μή τις ἄρα τὴν ὀνει ρώδη φαντασίαν νοῦ κίνησιν ὑπολάβοι κατὰ τὸν ὕπνον ἐνεργουμένην. Ἡμεῖς δέ φαμεν μόνην δεῖν τὴν ἔμ φρονά τε καὶ συνεστῶσαν τῆς διανοίας ἐνέργειαν ἐπὶ τὸν νοῦν ἀναφέρειν· τὰς δὲ κατὰ τὸν ὕπνον φαντα σιώδεις φλυαρίας ἰνδάλματά τινα τῆς κατὰ τὸν νοῦν ἐνεργείας οἰόμεθα τῷ ἀλογωτέρῳ τῆς ψυχῆς εἴδει κατὰ τὸ συμβὰν διαπλάττεσθαι. Τῶν γὰρ αἰσθήσεων τὴν ψυχὴν ἀπολυθεῖσαν διὰ τοῦ ὕπνου, καὶ τῶν κατὰ νοῦν ἐνεργειῶν ἐκτὸς εἶναι κατ' ἀνάγκην συμβαίνει. Διὰ γὰρ τούτων πρὸς τὸν ἄνθρωπον ἡ τοῦ νοῦ συν ανάκρασις γίνεται· τῶν οὖν αἰσθήσεων παυσαμένων, ἀργεῖν ἀνάγκη καὶ τὴν διάνοιαν. Τεκμήριον δὲ τὸ καὶ ἐν ἀτόποις καὶ ἐν ἀμηχάνοις πολλάκις δοκεῖν εἶναι τὸν φανταζόμενον· ὅπερ οὐκ ἂν ἐγένετο, λογισμῷ καὶ διανοίᾳ τῆς ψυχῆς τηνικαῦτα διοικουμένης. Ἀλλά μοι δοκεῖ ταῖς προτιμοτέραις τῶν δυνάμεων τῆς ψυ χῆς ἠρεμούσης (φημὶ δὲ ταῖς κατὰ τὸν νοῦν καὶ τὴν αἴσθησιν ἐνεργείαις) μόνον τὸ θρεπτικὸν αὐτῆς μέρος ἐνεργὸν κατὰ τὸν ὕπνον εἶναι, ἐν δὲ τούτῳ τῶν καθ' ὕπαρ γενομένων εἴδωλά τινα, καὶ ἀπηχήματα τῶν τε κατ' αἴσθησιν, καὶ τῶν κατὰ διάνοιαν ἐνεργουμέ νων, ἅπερ αὐτῷ διὰ τοῦ μνημονευτικοῦ τῆς ψυχῆς εἴδους ἐνετυπώθη· ταῦτα καθὼς ἔτυχεν ἀναζωγρα φεῖσθαι, ἀπηχήματός τινος μνημονικοῦ τῷ τοιούτῳ εἴδει τῆς ψυχῆς παραμείναντος. Ἐν τούτοις οὖν φαντασιοῦται ὁ ἄνθρωπος, οὐχ εἱρμῷ τινι πρὸς τὴν τῶν φαινομένων ὁμιλίαν ἀγόμενος, ἀλλὰ πεφυρμέναις τισὶ καὶ ἀνακολούθοις ἀπάταις περιπλα νώμενος. Καθάπερ δὲ κατὰ τὰς σωματικὰς ἐνεργείας, 169 τῶν μερῶν ἰδιαζόντως τι κατὰ τὴν ἐγκειμένην αὐτῷ φυσικῶς δύναμιν ἐνεργοῦντος, γίνεταί τις καὶ τοῦ ἠρεμοῦντος μέρους πρὸς τὸ κινούμενον συνδιάθεσις· ἀναλόγως καὶ ἐπὶ τῆς ψυχῆς, κἂν τὸ μὲν αὐτῆς ἠρε μοῦν, τὸ δὲ κινούμενον τύχῃ, τὸ ὅλον τῷ μέρει συν διατίθεται. Οὐδὲ γὰρ ἐνδέχεται συνδιασπασθῆναι πάντη τὴν κατὰ φύσιν ἑνότητα, κρατούσης ἐν μέρει τινὸς τῶν κατ' αὐτὴν δυνάμεων διὰ τῆς ἐνεργείας. Ἀλλ' ὥσπερ ἐγρηγορότων τε καὶ σπουδαζόντων ἐπικρατεῖ μὲν ὁ νοῦς, ὑπηρετεῖ δὲ ἡ αἴσθησις, οὐκ ἀπολείπεται δὲ τούτων ἡ διοικητικὴ τοῦ σώματος δύναμις (ὁ μὲν γὰρ νοῦς πορίζει τὴν τροφὴν τῇ χρείᾳ, ἡ δὲ αἴσθη σις τὸ πορισθὲν ὑπεδέξατο, ἡ δὲ θρεπτικὴ τοῦ σώμα τος δύναμις ἑαυτῇ τὸ δοθὲν προσῳκείωσεν)· οὕτω καὶ κατὰ τὸν ὕπνον ἀντιμεθίσταταί πως ἐν ἡμῖν ἡ τῶν δυνάμεων τούτων ἡγεμονία· καὶ κρατοῦντος τοῦ ἀλογωτέρου, παύεται μὲν ἡ τῶν ἑτέρων ἐνέργεια, οὐ μὴν παντελῶς ἀποσβέννυται. Ἐπειγομένης δὲ τηνι καῦτα διὰ τοῦ ὕπνου πρὸς τὴν πέψιν τῆς θρεπτικῆς δυνάμεως, καὶ πᾶσαν τὴν φύσιν πρὸς ἑαυτὴν ἀσχο λούσης, οὔτε παντελῶς διασπᾶται ταύτης ἡ κατ' αἴσθησιν δύναμις (οὐ γὰρ ἐνδέχεται τὸ ἅπαξ συμ πεφυκὸς διατέμνεσθαι), οὔτε ἀναλάμπειν ἡ αὐτῆς ἐνέργεια δύναται, τῇ τῶν αἰσθητηρίων ἀργίᾳ κατὰ τὸν ὕπνον ἐμπεδηθεῖσα. Κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ τοῦ νοῦ πρὸς τὸ αἰσθητικὸν εἶδος τῆς ψυ χῆς οἰκειουμένου, ἀκόλουθον ἂν εἴη καὶ κινουμένου τούτου, συγκινεῖσθαι λέγειν αὐτὸν, καὶ ἠρεμοῦντος συγκαταπαύεσθαι. Οἷον δέ τι περὶ τὸ πῦρ γίνεσθαι πέφυκεν, ὅταν μὲν ὑποκρυφθῇ τοῖς ἀχύροις ἁπανταχόθεν, μηδεμιᾶς ἀναπνοῆς ἀναῤῥιπιζούσης τὴν φλόγα, οὔτε τὰ προσπαρακείμενα νέμεται, οὔτε παντελῶς κατασβέννυται, ἀλλ' ἀντὶ φλογὸς ἀτμός τις διὰ τῶν ἀχύρων ἐπὶ τὸν ἀέρα διέξεισιν, εἰ δέ τινος λάβοιτο διαπνοῆς, φλόγα τὸν καπνὸν ἀπεργάζεται· τὸν αὐ τὸν τρόπον καὶ ὁ νοῦς τῇ ἀπραξίᾳ τῶν αἰσθήσεων κατὰ τὸν ὕπνον συγκαλυφθεὶς, οὔτε ἐκλάμπειν δι' αὐτῶν δυνατῶς ἔχει, οὔτε μὴν παντελῶς κατασβέν νυται· ἀλλ' οἷον καπνοειδῶς κινεῖται, τὸ μέν τι ἐνερ γῶν, τὸ δὲ οὐ δυνάμενος. Καὶ ὥσπερ τις μουσικὸς κεχαλασμέναις ταῖς χορδαῖς τῆς λύρας ἐμβαλὼν τὸ πλῆκτρον, οὐ κατὰ ῥυθμὸν προάγει τὸ μέλος· οὐ γὰρ ἂν τὸ μὴ συντεταμένον ἠχήσειεν· ἀλλ' ἡ μὲν χεὶρ τεχνικῶς πολλάκις κινεῖται, πρὸς τὴν τοπικὴν θέσιν τῶν τόνων τὸ πλῆκτρον ἄγουσα, τὸ δὲ ἠχοῦν οὐκ ἔστιν, εἰ μὴ ὅσον ἄσημόν τινα καὶ ἀσύντακτον ἐν τῇ κινήσει τῶν χορδῶν ὑπηχεῖ τὸν βόμβον· οὕτω διὰ τοῦ ὕπνου τῆς ὀργανικῆς τῶν αἰσθητηρίων κατασκευῆς χαλασθείσης, ἢ καθόλου ἠρεμεῖ ὁ τεχνίτης, εἴπερ τελείαν λύσιν ἐκ πληθώρας τινὸς καὶ βάρους πάθοι τὸ ὄργανον, ἢ ἀτόνως τε καὶ ἀμυδρῶς ἐνεργήσει, οὐχ ὑποδεχομένου τοῦ αἰσθητικοῦ ὀργάνου δι' ἀκριβείας τὴν τέχνην. Διὰ τοῦτο ἤ τε μνήμη συγκεχυμένη, καὶ ἡ πρόγνωσις προκαλύμμασί τισιν ἀμφιβόλοις ἐπι νυστάζουσα, ἐν εἰδώλοις τῶν καθ' ὕπαρ σπουδαζομέ νων φαντασιοῦται, καί τι τῶν ἐκβαινόντων πολλάκις ἐμήνυσε. Τῷ γὰρ λεπτῷ τῆς φύσεως, ἔχει τι πλέον παρὰ τὴν σωματικὴν παχυμέρειαν εἰς τὸ καθορᾷν τι τῶν ὄντων δύνασθαι. Οὐ μὴν δι' εὐθείας τινὸς δύνα 172 διασαφεῖν τὸ λεγόμενον, ὡς τηλαυγῆ τε καὶ πρό δηλον εἶναι τὴν τῶν προκειμένων διδασκαλίαν· ἀλλὰ λοξὴ καὶ ἀμφίβολος τοῦ μέλλοντος ἡ δήλωσις γίνεται, ὅπερ αἴνιγμα λέγουσιν οἱ τὰ τοιαῦτα ὑποκρινόμενοι. Οὕτως ὁ οἰνοχόος ἐκθλίβει τὴν βότρυν τῇ κύλικι τοῦ Φαραώ· οὕτω κανηφορεῖν ὁ σιτοποιὸς ἐφαντάσθη, ἐν οἷς καθ' ὕπαρ ἑκάτερος τὴν σπουδὴν εἶχεν, ἐν τούτοις εἶναι καὶ διὰ τῶν ὀνείρων οἰόμενος. Τῶν γὰρ συνήθων αὐτοῖς ἐπιτηδευμάτων τὰ εἴδωλα τῷ προγνωστικῷ τῆς ψυχῆς ἐντυπωθέντα, παρέσχεν ἐπὶ καιροῦ τῶν ἐκ βησομένων διὰ τῆς τοιαύτης τοῦ νοῦ προφητείας καταμαντεύσασθαι. Εἰ δὲ Δανιὴλ καὶ Ἰωσὴφ, καὶ οἱ κατ' ἐκείνους θείᾳ δυνάμει, μηδεμιᾶς αὐτοὺς ἐπιθολούσης αἰσθήσεως, τὴν τῶν μελλόντων γνῶσιν προεπαιδεύοντο, οὐδὲν τοῦτο πρὸς τὸν προκείμενον λόγον. Οὐδὲ γὰρ ἄν τις ταῦτα τῇ δυνάμει τῶν ἐνυπνίων λογίσαιτο, ἐπεὶ πάντως ἐκ τοῦ ἀκολούθου καὶ τὰς καθ' ὕπαρ γινομένας θεοφανείας οὐκ ὀπτασίαν, ἀλλὰ φύσεως ἀκολουθίαν κατὰ τὸ αὐτόματον ἐνεργουμένην οἰήσεται. Ὥσπερ τοίνυν πάντων ἀνθρώ πων κατὰ τὸν ἴδιον νοῦν διοικουμένων, ὀλίγοι τινές εἰ σιν οἱ τῆς θείας ὁμιλίας ἐκ τοῦ ἐμφανοῦς ἀξιούμενοι· οὕτω κοινῶς πᾶσι καὶ ὁμοτίμως τῆς ἐν ὕπνοις φαν τασίας κατὰ φύσιν ἐγγινομένης, μετέχουσί τινες, οὐχὶ πάντες, θειοτέρας τινὸς διὰ τῶν ὀνείρων τῆς ἐμφανείας. Τοῖς δ' ἄλλοις πᾶσι κἂν γένηταί τις ἐξ ἐνυπνίων περί τι πρόγνωσις, κατὰ τὸν εἰρημένον γίνεται τρόπον. Εἰ δὲ καὶ ὁ Αἰγύπτιος καὶ ὁ Ἀσσύριος τύραννος θεόθεν πρὸς τὴν τῶν μελλόντων ὡδη γοῦντο γνῶσιν, ἑτερόν ἐστι τὸ διὰ τούτων οἰκονομού μενον· φανερωθῆναι γὰρ ἔδει κεκρυμμένην τὴν τῶν ἁγίων σοφίαν, ὡς ἂν μὴ ἄχρηστος τῷ κοινῷ παρα δράμῃ τὸν βίον. Πῶς γὰρ ἐγνώσθη τοιοῦτος ὢν Δανιὴλ, μὴ τῶν ἐπαοιδῶν καὶ μάγων πρὸς τὴν εὕρε σιν τῆς φαντασίας ἀτονησάντων, Πῶς δ' ἂν περι εσώθη τὸ Αἰγύπτιον ἔθνος, ἐν δεσμωτηρίῳ καθειργμέ νου τοῦ Ἰωσὴφ, εἰ μὴ παρήγαγεν εἰς μέσους αὐτὸν ἡ τοῦ ἐνυπνίου κρίσις; Οὐκοῦν ἄλλο τι ταῦτα, καὶ οὐχὶ κατὰ τὰς κοινὰς φαντασίας λογίζεσθαι χρή. Ἡ δὲ συνήθης αὕτη τῶν ὀνείρων ὄψις κοινὴ πάντων ἐστὶ, πολυτρόπως καὶ πολυειδῶς ταῖς φαντασίαις ἐγγινομένη. Ἢ γὰρ παραμένει, καθὼς εἴρηται, τῷ μνημονικῷ τῆς ψυχῆς τῶν μεθημερινῶν ἐπιτηδευ μάτων τὰ ἀπηχήματα· ἡ πολλάκις καὶ πρὸς τὰς ποιὰς τοῦ σώματος διαθέσεις ἡ τῶν ἐνυπνίων κατά στασις ἀνατυποῦται. Οὕτω γὰρ ὁ διψώδης ἐν πηγαῖς εἶναι δοκεῖ, καὶ ἐν εὐωχίαις ὁ τροφῆς προσδεόμενος, καὶ ὁ νέος, σφριγώσης αὐτῷ τῆς ἡλικίας, καταλλήλῳ τῷ πάθει φαντασιοῦται. Ἔγνων δὲ καὶ ἄλλην ἐγὼ τῶν καθ' ὕπνου γενομένων αἰτίαν, θεραπεύων τινὰ τῶν ἐπιτηδείων ἑαλωκότα φρενίτιδι, ὃς βαρούμενος τῇ τροφῇ πλείονι τῆς δυνάμεως αὐτοῦ προσενεχθείσῃ, ἐβόα, τοὺς περιεστῶτας μεμφόμενος, ὅτι ἔντερα κόπρου πληρώσαντες εἶεν ἐπιτεθεικότες αὐτῷ. 173 Καὶ ἤδη τοῦ σώματος αὐτῷ πρὸς ἱδρῶτα σπεύ δοντος, ᾐτιᾶτο τοὺς παρόντας ὕδωρ ἔχειν ἡτοιμα σμένον, ἐφ' ᾧ τε καταβρέξαι κείμενον, καὶ οὐκ ἐνεδί δου βοῶν, ἕως ἡ ἔκβασις τῶν τοιούτων μέμψεων τὰς αἰ τίας ἡρμήνευσεν. Ἀθρόως γὰρ ἱδρώς τε πολὺς ἐπεῤῥύη τῷ σώματι, καὶ ἡ γαστὴρ ὑποφθαρεῖσα τὴν ἐν τοῖς ἐν τέροις βαρύτητα διεσήμανεν. Ὅπερ τοίνυν, ἀμβλυν θείσης ὑπὸ τῆς νόσου τῆς νήψεως, ἔπασχεν ἡ φύσις συνδιατιθεμένη τῷ πάθει τοῦ σώματος, τοῦ μὲν ὀχλοῦντος οὐκ ἀναισθήτως ἔχουσα, διασαφῆναι δὲ τὸ λυποῦν ἐναργῶς, διὰ τὴν ἐκ τῆς νόσου παραφορὰν, οὐκ ἰσχύουσα· τοῦτο κατὰ τὸ εἰκὸς, εἰ μὴ ἐξ ἀῤῥω στίας, ἀλλὰ τῷ κατὰ φύσιν ὕπνῳ τὸ διανοητικὸν τῆς ψυχῆς κατηυνάσθη, ἐνύπνιον ἂν τῷ οὕτως διακει μένῳ ἐγίνετο, ὕδατι μὲν τῆς τοῦ ἱδρῶτος ἐπιῤῥοῆς, ἐντέρων δὲ βάρει τῆς κατὰ τὴν τροφὴν ἀχθηδόνος σημαινομένης. Τοῦτο καὶ πολλοῖς τῶν τὴν ἰατρικὴν πεπαιδευμένων δοκεῖ, παρὰ τὰς τῶν παθημάτων διαφορὰς, καὶ τὰς τῶν ἐνυπνίων ὄψεις τοῖς κάμνουσι γίνεσθαι; ἄλλας μὲν τῶν στομαχούντων, ἑτέρας δὲ τῶν κεκακωμένων τὰς μήνιγγας, καὶ τῶν ἐν πυρε τοῖς πάλιν ἑτέρας, τῶν τε κατὰ χολὴν, καὶ τῶν ἐν φλέγματι κακουμένων οὐ τὰς αὐτὰς, καὶ τῶν πλη θωρικῶν, καὶ τῶν ἐκτετηκότων πάλιν ἄλλας. Ἐξ ὧν ἔστιν ἰδεῖν, ὅτι ἡ θρεπτική τε καὶ αὐξητικὴ δύναμις τῆς ψυχῆς ἔχῃ τι καὶ τοῦ νοεροῦ συγκατεσπαρμένον αὐτῇ διὰ τῆς ἀνακράσεως, ὁ τῇ ποιᾷ διαθέσει τοῦ σώματος τρόπον τινὰ ἐξομοιοῦται, καὶ τὸ ἐπικρα τοῦν πάθος ταῖς φαντασίαις μεθαρμοζόμενον. Ἔτι δὲ καὶ πρὸς τὰς τῶν ἠθῶν καταστάσεις τυποῦται πολλοῖς τὰ ἐνύπνια. Ἄλλα τοῦ ἀνδρείου, καὶ ἄλλα τοῦ δειλοῦ τὰ φαντάσματα· ἄλλοι τοῦ ἀκολάστου ὄνειροι, καὶ ἄλλοι τοῦ σώφρονος· ἐν ἑτέροις ὁ μεταδοτικὸς, καὶ ἐν ἑτέροις φαντασιοῦται ὁ ἄπληστος, οὐδαμοῦ τῆς διανοίας, ἀλλὰ τῆς ἀλογωτέρας διαθέσεως ἐν τῇ ψυχῇ τὰς τοιαύτας φαντασίας ἀνατυπούσης οἷς προ ειθίσθη διὰ τῆς καθ' ὕπαρ μελέτης, τούτων τὰς εἰ κόνας καὶ ἐν τοῖς ἐνυπνίοις ἀναπλαττούσης.

Intertext edge

Open linked passage

Note