De opificio hominis
Gregory of Nyssa (gregory-of-nyssa)On Opificioh 29 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Κατασκευὴ τοῦ μίαν καὶ τὴν αὐτὴν ψυχῇ τε καὶ σώματι τὴν αἰτίαν τῆς ὑπάρξεως εἶναι. Ἀλλ' ἑνὸς ὄντος τοῦ ἀνθρώπου, τοῦ διὰ ψυχῆς τε καὶ σώματος συνεστηκότος, μίαν αὐτοῦ καὶ κοινὴν τῆς συστάσεως τὴν ἀρχὴν ὑποτίθεσθαι, ὡς ἂν μὴ αὐτὸς ἑαυτοῦ προγενέστερός τε καὶ νεώτερος γένοιτο, τοῦ μὲν σωματικοῦ προτερεύοντος ἐν αὐτῷ, τοῦ δὲ ἑτέρου ἐφυστερίζοντος. Ἀλλὰ τῇ μὲν προγνωστικῇ τοῦ Θεοῦ δυνάμει, κατὰ τὸν μικρῷ πρόσθεν ἀποδο θέντα λόγον, ἅπαν προϋφεστάναι τὸ ἀνθρώπινον πλή ρωμα λέγειν, συμμαρτυρούσης εἰς τοῦτο τῆς προφη τείας, τῆς λεγούσης εἰδέναι τὰ πάντα τὸν Θεὸν πρὶν γενέσεως αὐτῶν. Ἐν δὲ τῇ καθ' ἕκαστον δημιουργίᾳ μὴ προτιθέναι τοῦ ἑτέρου τὸ ἕτερον, μήτε πρὸ τοῦ σώ ματος τὴν ψυχὴν, μήτε τὸ ἔμπαλιν· ὡς ἂν μὴ στασιά ζοι πρὸς ἑαυτὸν ὁ ἄνθρωπος τῇ κατὰ τὸν χρόνον δια 236 φορᾷ μεριζόμενος. Διπλῆς γὰρ τῆς φύσεως ἡμῶν νοουμένης, κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, τοῦ τε φαινομένου ἀνθρώπου, καὶ τοῦ κεκρυμμένου· εἰ τὸ μὲν προϋπάρχοι, τὸ δὲ ἐπιγένοιτο, ἀτελής τις ἡ τοῦ δημιουργοῦντος ἀπελεγχθήσεται δύναμις, οὐ τῷ παντὶ κατὰ τὸ ἀθρόον ἐξαρκοῦσα, ἀλλὰ διαιρουμένη τὸ ἔργον, καὶ ἀνὰ μέρος περὶ ἑκάτερον τῶν ἡμισευ μάτων ἀσχολουμένη. Ἀλλ' ὥσπερ ἐν τῷ σίτῳ φαμὲν ἢ ἐν ἑτέρῳ τινὶ τῶν σπερμάτων, ἅπαν ἐμπεριει λῆφθαι τῇ δυνάμει τὸ κατὰ τὸν στάχυν εἶδος, τὸν χόρτον, τὴν καλάμην, τὰς διὰ μέσου ζώνας, τὸν καρ πὸν, τοὺς ἀνθέρικας, καὶ οὐδὲν τούτων ἐν τῷ τῆς φύσεως λόγῳ προϋπάρχειν, ἢ προγίνεσθαί φαμεν τῇ φύσει τοῦ σπέρματος, ἀλλὰ τάξει μέν τινι φυσικῇ τὴν ἐγκειμένην τῷ σπέρματι δύναμιν φανεροῦσθαι, οὐ μὴν ἑτέραν ἐπεισκρίνεσθαι φύσιν· κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν ἀνθρωπίνην σπορὰν ὑπειλήφαμεν ἔχειν ἐν τῇ πρώτῃ τῆς συστάσεως ἀφορμῇ συνεσπαρ μένην τὴν τῆς φύσεως δύναμιν. Ἐξαπλοῦσθαι δὲ καὶ φανεροῦσθαι διά τινος φυσικῆς ἀκολουθίας πρὸς τὸ τέλειον προϊοῦσαν, οὐ προσλαμβάνουσάν τι τῶν ἔξωθεν εἰς ἀφορμὴν τελειώσεως· ἀλλ' ἑαυτὴν εἰς τὸ τέλειον δι' ἀκολουθίας προάγουσαν. Ὡς μήτε ψυχὴν πρὸ τοῦ σώματος, μήτε χωρῖς ψυχῆς τὸ σῶμα ἀληθὲς εἶναι λέγειν, ἀλλὰ μίαν ἀμφοτέρων ἀρχὴν, κατὰ μὲν τὸν ὑψηλότερον λόγον, ἐν τῷ πρώτῳ τοῦ Θεοῦ βουλή ματι καταβληθεῖσαν, κατὰ δὲ τὸν ἕτερον, ἐν ταῖς τῆς γενέσεως ἀφορμαῖς συνισταμένην. Ὡς γὰρ οὐκ ἔστι τὴν κατὰ μέλη διάρθρωσιν ἐνιδεῖν τῷ πρὸς τὴν σύλληψιν τοῦ σώματος ἐντιθεμένῳ πρὸ τῆς διαπλά σεως· οὕτως οὐδὲ τὰς τῆς ψυχῆς ἰδιότητας ἐν τῷ αὐτῷ δυνατόν ἐστι κατανοῆσαι, πρὶν προελθεῖν εἰς ἐνέργειαν. Καὶ ὥσπερ οὐκ ἄν τις ἀμφιβάλοι πρὸς τὰς τῶν ἄρθρων τε καὶ σπλάγχνων διαφορὰς ἐκεῖνο τὸ ἐντεθὲν σχηματίζεσθαι, οὐκ ἄλλης τινὸς δυνάμεως ἐπεισερχομένης, ἀλλὰ τῆς ἐγκειμένης φυσικῶς πρὸς τὴν ἐνέργειαν αὐτῆς μεθισταμένης· οὕτω καὶ περὶ ψυχῆς ἀναλόγως ἔστι τὸ ἶσον ὑπονοῆσαι, ὅτι κἂν μὴ διά τινων ἐνεργειῶν ἐν τῷ φαινομένῳ γνωρίζηται, οὐδὲν ἧττόν ἐστιν ἐν ἐκείνῳ. Καὶ γὰρ καὶ τὸ εἶδος τοῦ μέλλοντος συνίστασθαι ἀνθρώπου ἐν ἐκείνῳ ἐστὶ τῇ δυνάμει, λανθάνει δὲ διὰ τὸ μὴ εἶναι δυνατὸν πρὸς τῆς ἀναγκαίας ἀκολουθίας ἀναφανῆναι. Οὕτω καὶ ἡ ψυχή ἐστι μὲν ἐν ἐκείνῳ καὶ μὴ φαινομένη, φανή σεται δὲ διὰ τῆς οἰκείας ἑαυτῆς καὶ κατὰ φύσιν ἐνερ γείας, τῇ σωματικῇ αὐξήσει συμπροϊοῦσα. Ἐπειδὴ γὰρ οὐκ ἀπὸ νεκροῦ σώματος ἡ πρὸς τὴν σύλληψιν δύναμις ἀποκρίνεται, ἀλλ' ἐξ ἐμψύχου καὶ ζῶντος· διὰ τοῦτό φαμεν εὔλογον εἶναι μὴ νεκρὸν καὶ ἄψυχον οἴεσθαι τὸ ἀπὸ ζῶντος εἰς ζωῆς ἀφορμὴν προϊέμενον. Τὸ γὰρ ἐν σαρκὶ ἄψυχον, καὶ νεκρόν ἐστι πάντως. Ἡ δὲ νεκρότης κατὰ στέρησιν ψυχῆς γίνεται. Οὐκ ἂν δέ τις ἐπὶ τούτου πρεσβυτέραν τῆς ἕξεως εἴποι τὴν στέρησιν, εἴπερ τὸ ἄψυχον, ὅπερ νεκρότης ἐστὶ, τῆς ψυχῆς εἶναί τις κατασκευάζει πρεσβύτερον. 237 Εἰ δέ τις καὶ ἐναργέστερον ζητοίη τεκμήριον τοῦ ζῇν ἐκεῖνο τὸ μέρος, ὅπερ ἀρχὴ τοῦ κατασκευαζομέ νου γίνεται ζώου, δυνατόν ἐστι καὶ δι' ἄλλων ση μείων, δι' ὧν τὸ ἔμψυχον ἐκ τοῦ νεκροῦ διακρίνεται, καὶ περὶ τούτου κατανοῆσαι. Τεκμήριον γὰρ τοῦ ζῇν ἐπὶ τῶν ἀνθρώπων ποιούμεθα, τὸ θερμὸν εἶναί τινα καὶ ἐνεργὸν καὶ κινούμενον. Τὸ δὲ κατεψυγμένον τε καὶ ἀκίνητον ἐπὶ τῶν σωμάτων, οὐδὲν ἕτερον εἰ μὴ νεκρότης ἐστίν. Ἐπειδὴ τοίνυν ἔνθερμόν τε καὶ ἐνερ γὸν θεωροῦμεν τοῦτο, περὶ οὗ τὸν λόγον ποιούμεθα, τὸ μηδὲ ἄψυχον εἶναι διὰ τούτων συντεκμαιρόμεθα. Ἀλλ' ὥσπερ κατὰ τὸ σωματικὸν αὐτοῦ μέρος οὐ σάρκα φαμὲν αὐτὸ, καὶ ὀστέα, καὶ τρίχας, καὶ ὅσα περὶ τὸ ἀνθρώπινον καθορᾶται, ἀλλὰ τῇ δυνάμει μὲν τούτων ἕκαστον εἶναι, οὔπω δὲ κατὰ τὸ ὁρώμενον φαίνεσθαι· οὕτω καὶ ἐπὶ τοῦ ψυχικοῦ μέρους οὔπω μὲν τὸ λογικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδὲς, καὶ ὅσα περὶ ψυχὴν καθορᾶται, καὶ ἐν ἐκείνῳ χώραν ἔχειν φαμὲν, ἀναλόγως δὲ τῆς τοῦ σώματος κατα σκευῆς τε καὶ τελειώσεως, καὶ τὰς τῆς ψυχῆς ἐνερ γείας τῷ ὑποκειμένῳ συναύξεσθαι. Ὥσπερ γὰρ τε λειωθεὶς ὁ ἄνθρωπος ἐν τοῖς μείζοσιν, ἔχει διαφαι νομένην τῆς ψυχῆς τὴν ἐνέργειαν· οὕτως ἐν ἀρχῇ τῆς συστάσεως τὴν κατάλληλόν τε καὶ σύμμετρον τῇ παρούσῃ χρείᾳ συνέργειαν τῆς ψυχῆς ἐφ' ἑαυτοῦ διαδείκνυσιν, ἐν τῷ κατασκευάζειν αὐτὴν ἑαυτῇ διὰ τῆς ἐντεθείσης ὕλης τὸ προσφυὲς οἰκητήριον. Οὐδὲ γὰρ εἶναι δυνατὸν λογιζόμεθα, ἀλλοτρίαις οἰκοδομαῖς τὴν ψυχὴν ἐναρμόζεσθαι, ὡς οὐκ ἔστι τὴν ἐν τῷ κηρῷ σφραγίδα πρὸς ἀλλοτρίαν ἁρμοσθῆναι γλυφήν. Καθάπερ γὰρ τὸ σῶμα ἐκ βραχυτάτου πρὸς τὸ τέλειον πρόεισιν, οὕτω καὶ ἡ τῆς ψυχῆς ἐνέργεια καταλλήλως ἐμφυομένη τῷ ὑποκειμένῳ, συνεπιδίδωσι καὶ συναύξεται. Προηγεῖται μὲν γὰρ αὐτῆς ἐν τῇ πρώτῃ κατασκευῇ οἶον ῥίζης τινὸς ἐν τῇ γῇ κατα κρυφθείσης ἡ αὐξητική τε καὶ θρεπτικὴ δύναμις μόνη. Οὐ γὰρ χωρεῖ τὸ περισσότερον ἡ τοῦ δεχομέ νου βραχύτης. Εἶτα προελθόντος εἰς φῶς τοῦ φυτοῦ, καὶ ἡλίῳ τὴν βλάστην δείξαντος, ἡ αἰσθητικὴ χάρις ἐπήνθησεν. Ἁδρυνθέντος δὲ ἤδη καὶ εἰς σύμμετρον μῆκος ἀναδραμόντος, καθάπερ τις καρπὸς διαλάμπειν ἡ λογικὴ δύναμις ἄρχεται, οὐ πᾶσα ἀθρόως ἐκφαι νομένη· ἀλλὰ τῇ τοῦ ὀργάνου τελειώσει δι' ἐπιμε λείας συναύξουσα, τοσοῦτον ἀεὶ καρποφοροῦσα, ὅσον χωρεῖ τοῦ ὑποκειμένου ἡ δύναμις. Εἰ δὲ ζητεῖς ἐν τῇ τοῦ σώματος πλάσει τὰς ψυχικὰς ἐνεργείας, πρόσεχε σεαυτῷ, φησὶ Μωσῆς, καὶ ἀναγνώσῃ καθά περ ἐν βίβλῳ τῶν τῆς ψυχῆς ἔργων τὴν ἱστορίαν. Αὐτὴ γάρ σοι διηγείται ἡ φύσις, λόγου παντὸς ἐναρ γέστερον, τὰς ποικίλας ἐν τῷ σώματι τῆς ψυχῆς ἀσχολίας, ἔν τε ταῖς καθόλου καὶ ἐν ταῖς ἐπὶ μέρους διασκευαῖς. Ἀλλὰ περιττὸν οἶμαι λόγῳ τὰ καθ' ἡμᾶς αὐτοὺς διεξιέναι, καθάπερ τι τῶν ὑπερορίων διηγουμένους θαυμάτων. Τίς γὰρ ἑαυτὸν βλέπων, 240 λόγῳ δεῖται τὴν οἰκείαν φύσιν διδάσκεσθαι; δυνατὸν γάρ ἐστι τὸν τῆς ζωῆς τρόπον κατανοήσαντα, καὶ ὡς πρὸς πᾶσαν ζωτικὴν ἐνέργειαν ἐπιτηδείως ἔχει τὸ σῶμα καταμαθόντα, γνῶναι περὶ τί κατησχολήθη τὸ φυσικὸν τῆς ψυχῆς παρὰ τὴν πρώτην τοῦ γινομένον διάπλασιν. Ὥστε καὶ διὰ τούτου φανερὸν εἶναι τοῖς οὐκ ἀνεπισκέπτοις, τὸ μὴ νεκρόν τε καὶ ἄψυχον ἐν τῷ ἐργαστηρίῳ γενέσθαι τῆς φύσεως, ὃ πρὸς τὴν τοῦ ζώου φυτείαν ἐκ τοῦ ζῶντος σώματος ἀποσπα σθὲν ἐνετέθη. Καὶ γὰρ καὶ τῶν καρπῶν τὰς ἐντε ριώνας, καὶ τὰς τῶν ῥιζῶν ἀποσπάδας οὐ νεκρωθεί σας τῆς ἐγκειμένης τῇ φύσει ζωτικῆς δυνάμεως τῇ γῇ καταβάλλομεν, ἀλλὰ συντηρούσας ἐν ἑαυταῖς κε κρυμμένην μὲν, ζῶσαν δὲ πάντως τοῦ πρωτοτύπου τὴν ἰδιότητα. Τὴν δὲ τοιαύτην δύναμιν οὐκ ἐντίθη σιν ἡ περιέχουσα γῆ ἔξωθεν παρ' ἑαυτῆς ἐπεισκρί νουσα· ἦ γὰρ ἂν καὶ τὰ νεκρὰ τῶν ξύλων εἰς βλάστην προήγετο· ἀλλὰ τὴν ἐπικειμένην ἔκδηλον ἀπεργά ζεται, διὰ τῆς οἰκείας ἰκμάδος τιθηνουμένη εἰς ῥί ζαν, καὶ φλοιὸν, καὶ ἐντεριώνην, καὶ τὰς τῶν κλά δων ἐκφύσεις τὸ φυτὸν τελειοῦσα. Ὅπερ οὐχ οἷόν τε ἦν γίνεσθαι, μή τινος φυσικῆς δυνάμεως συνεν τεθείσης, ἥτις τὴν συγγενῆ καὶ κατάλληλον ἐκ τῶν παρακειμένων τροφὴν εἰς ἑαυτὴν ἕλκουσα, θάμνος, ἢ δένδρον, ἢ στάχυς, ἤ τι τῶν φρυγανικῶν βλαστημάτων ἐγένετο.