De opificio hominis
Gregory of Nyssa (gregory-of-nyssa)On Opificioh 7 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προ καλυμμάτων ὁ ἄνθρωπος. Ἀλλὰ τί βούλεται τὸ τοῦ σχήματος ὄρθιον; Τί δὲ οὐχὶ συμφυεῖς εἰσιν αἱ πρὸς τὸν βίον δυνάμεις τῷ σώματι; ἀλλὰ γυμνὸς μὲν τῶν φυσικῶν σκεπασμά των, ἄοπλος δέ τις καὶ πένης ὁ ἄνθρωπος, καὶ τῶν πρὸς τὴν χρείαν ἐνδεὴς ἁπάντων ἐπὶ τὸν βίον παρ άγεται, ἐλεεῖσθαι μᾶλλον ἢ μακαρίζεσθαι κατὰ τὸ φαι νόμενον ἄξιος, οὐ προβολαῖς κεράτων καθωπλισμένος, οὐκ ὀνύχων ἀκμαῖς, οὐχ ὁπλαῖς, ἢ ὀδοῦσιν, ἤ τινι κέντρῳ θανατηφόρον ἰὸν ἐκ φύσεως ἔχοντι, οἷα δὴ τὰ 141 πολλὰ τῶν ζώων ἐν ἑαυτοῖς πρὸς τὴν τῶν λυπούντων ἄμυναν κέκτηται· οὐ τῇ τῶν τριχῶν περιβολῇ τὸ σῶμα καλύπτεται· καίτοιγε ἴσως τὸν εἰς ἀρχὴν τῶν ἄλλων προτεταγμένον, οἰκείοις ὅπλοις ἔδει περιπεφράχθαι παρὰ τῆς φύσεως, ὡς ἂν μὴ τῆς παρ' ἑτέρων ἐπικου ρίας πρὸς τὴν ἰδίαν ἀσφάλειαν δέοιτο. Νυνὶ δὲ λέων μὲν, καὶ σῦς, καὶ τίγρις, καὶ πάρδαλις, καὶ εἴ τι τοιοῦτον ἕτερον, ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν τὴν ἐκ φύσεως δύναμιν. Καὶ τῷ ταύρῳ μὲν τὸ κέρας, καὶ τῷ λαγωῷ τὸ τάχος, καὶ τῇ δορκάδι τὸ πήδημα καὶ τὸ κατ' ὀφθαλμὸν ἀσφαλὲς, καὶ ἄλλῳ τινὶ ζώῳ τὸ μέγεθος, καὶ ἑτέροις ἡ προνομαία, καὶ τοῖς πετεινοῖς τὸ πτερὸν, καὶ τῇ μελίσσῃ τὸ κέντρον, καὶ πᾶσι πάν τως ἕν τι εἰς σωτηρίαν παρὰ τῆς φύσεως ἐμπέφυκε· μόνος δὲ πάντων ὁ ἄνθρωπος τῶν μὲν ταχυδρομούν των ἀργότερος, τῶν δὲ πολυσαρκούντων βραχύτερος, τῶν δὲ τοῖς συμφύτοις ὅπλοις ἠσφαλισμένων εὐαλω τότερος. Καὶ πῶς, ἐρεῖ τις, ὁ τοιοῦτος τὴν ἀρχὴν τὴν κατὰ πάντων κεκλήρωται; Ἀλλ' οὐδὲν οἶμαι χαλεπὸν δεῖξαι, ὅτι τὸ δοκοῦν ἐπιδεὲς τῆς φύσεως ἡμῶν, ἀφορμὴ πρὸς τὸ κρατεῖν τῶν ὑποχειρίων ἐστίν. Εἰ γὰρ οὕτω δυνάμεως εἶχεν ὁ ἄνθρωπος, ὡς τῇ μὲν ὠκύτητι παρατρέχειν τὸν ἵππον, ἄτριπτον δὲ ὑπὸ στεῤῥότητος ἔχειν τὸν πόδα, ὁπλαῖς τισιν ἢ χηλαῖς ἐρειδόμενον, κέρατα δὲ καὶ κέντρα καὶ ὄνυχας ἐν ἑαυτῷ φέρειν· πρῶτον μὲν θηριώδης τις ἂν ἦν, καὶ δυσάντητος, τοιούτων αὐτοῦ τῷ σώματι συμ πεφυκότων. Ἔπειτα δὲ παρεῖδεν ἂν τὴν τῶν ἄλλων ἀρχὴν, οὐδὲν τῆς συνεργίας τῶν ὑποχειρίων δεό μενος. Νυνὶ δὲ τούτου χάριν ἐφ' ἕκαστον τῶν ὑπ εζευγμένων ἡμῖν αἱ τοῦ βίου χρεῖαι κατεμερίσθησαν, ὡς ἀναγκαίαν ποιεῖν τὴν κατ' ἐκείνων ἀρχήν. Τὸ μὲν βραδὺ τοῦ σώματος δυσκίνητον, τὸν ἵππον τῇ χρείᾳ προσήγαγέ τε καὶ ἐδαμάσατο. Ἡ δὲ τῆς σαρκὸς γυμνότης ἀναγκαίαν τὴν τῶν προβάτων ἐπιστασίαν ἐποίησεν, ἐκ τῆς ἐτησίου τῶν ἐρίων φορᾶς τῆς ἡμε τέρας φύσεως ἀναπληροῦσαν τὸ λεῖπον. Τὸ δὲ τὰς ἀφορμὰς ἡμῖν τὰς πρὸς τὸν βίον καὶ ἐξ ἑτέρων εἰσ άγεσθαι, τὰ ἀχθοφόρα τῶν ζώων ταῖς τοιαύταις ὑπ ηρεσίαις ὑπέζευξεν. Ἀλλὰ μὴν τὸ μὴ δύνασθαι καθ' ὁμοιότητα τῶν βοσκημάτων ποηφαγεῖν, ὑποχείριον τῷ βίῳ τὸν βοῦν ἀπειργάσατο, τοῖς ἰδίοις πόνοις τὴν ζωὴν ἡμῖν ἐξευμαρίζοντα. Ἐπεὶ δὲ καὶ ὀδόντων καὶ δήγματος ἦν χρεία πρὸς τὸ καταγωνίζεσθαί τινα τῶν ἄλλων ζώων, διὰ τῆς τῶν ὀδόντων βλάβης, παρέσχεν ὁ κύων μετὰ τοῦ τάχους τὴν ἰδίαν γένυν τῇ ἡμετέρᾳ χρείᾳ, οἷόν τις ἔμψυχος μάχαιρα τῷ ἀνθρώπῳ γενό μενος. Κεράτων δὲ προβολῆς καὶ ὀνύχων ἀκμῆς ἰσχυρότερός τε καὶ τομώτερος ἐπινενόηται τοῖς ἀν θρώποις ὁ σίδηρος, οὐκ ἀεὶ συμπεφυκὼς ἡμῖν, ὥσπερ τοῖς θηρίοις ἐκεῖνα, ἀλλ' ἐπὶ καιροῦ συμμαχήσας, τὸ λοιπὸν ἐφ' ἑαυτοῦ μένει. Καὶ ἀντὶ τῆς τοῦ κροκοδεί λου φωλίδος, ἔστι μὲν καὶ αὐτὸν ἐκεῖνον ὅπλον ποιήσασθαι, κατὰ καιρὸν τὴν δορὰν περιθέμενον. Εἰ δὲ μὴ, σχηματίζεται καὶ πρὸς τοῦτο παρὰ τῆς τέχνης ὁ σίδηρος, ὃς ἐπὶ καιροῦ πρὸς τὸν πόλεμον ὑπηρετή σας, πάλιν ἐλεύθερον τοῦ ἄχθους ἐπ' εἰρήνης τὸν ὁπλίτην κατέλιπεν. Ὑπηρετεῖ δὲ τῷ βίῳ καὶ τὸ πτερὸν τῶν ὀρνέων, ὡς μηδὲ τοῦ πτηνοῦ τάχους δι' ἐπινοίας 144 ἡμᾶς ἀπολείπεσθαι. Τὰ μὲν γὰρ ἐξ αὐτῶν τιθασσὰ γίνεται, καὶ συνεργεῖ τοῖς θηρεύουσι· τὰ δὲ δι' ἐκεί νων ταῖς χρείαις ἡμῶν δι' ἐπινοίας ὑπάγεται. Ἀλλὰ καὶ πτερόεντας ἡμῖν τοὺς ὀϊστοὺς ἡ τέχνη δι' ἐπινοίας ποιησαμένη, τὸ πτηνὸν τάχος ταῖς ἡμετέραις χρείαις διὰ τοῦ τόξου χαρίζεται. Τὸ δὲ εὐπαθεῖς καὶ εὐτρί πτους ἡμῖν πρὸς τὴν πορείαν εἶναι τὰς βάσεις, ἀναγ καίαν ποιεῖ τὴν ἐκ τῶν ὑποχειρίων συνεργίαν. Ἐκεῖ θεν γάρ ἐστι τοῖς ποσὶ περιαρμόσαι τὰ πέδιλα.