De opificio hominis
Gregory of Nyssa (gregory-of-nyssa)On Opificioh 20 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
20.1
ΚΕΦΑΛΑΙΟΝ Κʹ. Τίς ἡ ἐν τῷ παραδείσῳ ζωὴ, καὶ τί τὸ ἀπηγορευμένον ξύλον. Τί οὖν ἐκεῖνό ἐστιν, ὃ καλοῦ τε καὶ κακοῦ συγκεκραμένην ἔχει τὴν γνῶσιν, ταῖς δι' αἰσθήσεως ἡδοναῖς ἐπηνθισμένον; Ἄρα μὴ πόῤῥω τῆς ἀληθείας παραστοχάσομαι, τῇ τοῦ γνωστοῦ διανοίᾳ εἰς ἀφορμὴν τῆς θεωρίας συγχρώμενος. Οἶμαι γὰρ οὐκ ἐπιστήμην ἐνταῦθα παρὰ τῆς Γραφῆς νοεῖσθαι τὴν γνῶσιν, ἀλλά τινα διαφορὰν ἐκ τῆς γραφικῆς συνηθείας εὑρίσκω, γνώσεώς τε καὶ διακρίσεως. Τὸ μὲν γὰρ διακρίνειν ἐπιστημόνως τὸ καλὸν ἐκ τοῦ κακοῦ, τελειοτέρας ἕξεως εἶναί φησιν ὁ Ἀπόστολος, καὶ γεγυμνασμένων αἰσθητηρίων: διὸ καὶ πρόσταγμα ποιεῖται πάντα δοκιμάζειν, καὶ τοῦ πνευματικοῦ τὸ διακρίνειν ἴδιον εἶναί φησιν. Ἡ δὲ γνῶσις οὐ πανταχοῦ τὴν ἐπιστήμην τε καὶ τὴν εἴδησιν ὑφηγεῖται κατὰ τὸ σημαινόμενον, ἀλλὰ τὴν πρὸς τὸ κεχαρισμένον διάθεσιν: ὡς,« Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ:» καὶ πρὸς τὸν Μωϋσέα φησὶν, ὅτι« Ἔγνων σε παρὰ πάντας:» περὶ δὲ τῶν ἐν κακίᾳ κατεγνωσμένων λέγει ὁ τὰ πάντα εἰδὼς, ὅτι« Οὐδέποτε ἔγνων ὑμᾶς.» Οὐκοῦν τὸ ξύλον, ἀφ' οὗ ἡ σύμμικτος γνῶσις καρποφορεῖται, τῶν ἀπηγορευμένων ἐστί. Μέμικται δὲ διὰ τῶν ἐναντίων ὁ καρπὸς ἐκεῖνος, ὁ συνήγορον ἔχων ἑαυτοῦ τὸν ὄφιν, τάχα κατὰ τὸν λόγον τοῦτον, ὅτι οὐ γυμνὸν πρόκειται τὸ κακὸν αὐτὸ ἐφ' ἑαυτοῦ κατὰ τὴν ἰδίαν φύσιν φαινόμενον. Ἦ γὰρ ἂν ἄπρακτος ἦν ἡ κακία, μηδενὶ προσκεχρωσμένη καλῷ τῷ πρὸς ἐπιθυμίαν αὐτῆς ἐφελκομένῳ τὸν ἀπατώμενον. Νυνὶ δὲ σύμμικτός πώς ἐστιν ἡ τοῦ κακοῦ φύσις, ἐν μὲν τῷ βάθει τὸν ὄλεθρον, οἷόν τινα δόλον ἐγκεκρυμμένον ἔχουσα, ἐν δὲ τῇ κατὰ τὸ φαινόμενον ἀπάτῃ καλοῦ τινα φαντασίαν παραδεικνύουσα. Καλὸν δοκεῖ τοῖς φιλαργύροις ἡ τῆς ὕλης εὔχροια: ἀλλὰ ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία γίνεται. Τίς δ' ἂν ἐπὶ τὸν δυσώδη βόρβορον τῆς ἀκολασίας κατώλισθεν, εἰ μὴ τὴν ἡδονὴν καλόν τι καὶ αἱρετὸν ᾤετο ὁ τῷ δελέατι τούτῳ πρὸς τὸ πάθος κατασυρόμενος; Οὕτω καὶ τὰ λοιπὰ τῶν ἁμαρτημάτων ἐγκεκρυμμένην ἔχοντα τὴν διαφθορὰν, αἱρετὰ παρὰ τὴν πρώτην δοκεῖ, διά τινος ἀπάτης τοῖς ἀνεπισκέπτοις ἀντ' ἀγαθοῦ σπουδαζόμενα. Ἐπειδὴ τοίνυν οἱ πολλοὶ τὸ καλὸν ἐν τῷ τὰς αἰσθήσεις εὐφραίνοντι κρίνουσι, καί τίς ἐστιν ὁμωνυμία τοῦ τε ὄντος καὶ τοῦ δοκοῦντος εἶναι καλοῦ: τούτου χάριν ἡ πρὸς τὸ κακὸν ὡς πρὸς τὸ ἀγαθὸν γινομένη ἐπιθυμία, καλοῦ καὶ κακοῦ γνῶσις ὑπὸ τῆς Γραφῆς ὠνομάσθη, συνδιάθεσίν τινα καὶ ἀνάκρασιν ἑρμηνευούσης τῆς γνώσεως. Οὔτε ἀπολύτως κακὸν, διότι περιήνθισται τῷ καλῷ, οὔτε καθαρῶς ἀγαθὸν, διότι ὑποκέκρυπται τὸ κακόν: ἀλλὰ σύμμικτον δι' ἑκατέρων τοῦ ἀπηγορευμένου ξύλου τὸν καρπὸν εἶναί φησιν, οὗ τὴν γεῦσιν εἰς θάνατον ἄγειν εἶπε τοὺς ἁψαμένους, μονονουχὶ φανερῶς τὸ δόγμα βοῶν, ὅτι τὸ ὄντως ἀγαθὸν ἁπλοῦν καὶ μονοειδές ἐστι τῇ φύσει, πάσης διπλόης καὶ τῆς πρὸς τὸ ἐναντίον συζυγίας ἀλλότριον. Τὸ δὲ κακὸν ποικίλον τε καὶ κατεσχηματισμένον ἐστὶν, ἄλλο τι νομιζόμενον, καὶ ἕτερον διὰ τῆς πείρας ἀνακρινόμενον, οὐ τὴν γνῶσιν, τουτέστι, τὴν διὰ τῆς πείρας ἀνάληψιν, θανάτου καὶ διαφθορᾶς ἀρχήν τε καὶ ὑπόθεσιν γίνεσθαι. Διὰ τοῦτο προδείκνυσιν ὁ ὄφις τὸν πονηρὸν τῆς ἁμαρτίας καρπὸν, οὐχ ὡς εἶχε φύσεως τὸ κακὸν ἐκ τοῦ προφανοῦς ἐπιδείξας: οὐ γὰρ ἂν ἠπατήθη ὁ ἄνθρωπος τῷ προδήλῳ κακῷ: ἀλλὰ διά τινος ὥρας τὸ φαινόμενον ἀγλαΐσας, καί τινα κατὰ τὴν αἴσθησιν ἡδονὴν ἐγγοητεύσας τῇ γεύσει, πιθανὸς ἐφάνη τῇ γυναικὶ, καθώς φησιν ἡ Γραφή:« Καὶ εἶδε γὰρ ἡ γυνή, φησὶν, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι:» καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν. Ἡ δὲ βρῶσις ἐκείνη θανάτου μήτηρ τοῖς ἀνθρώποις γέγονεν. Αὕτη τοίνυν ἡ σύμμικτός ἐστι καρποφορία, σαφῶς τοῦ λόγου τὸν νοῦν ἑρμηνεύοντος, καθ' ὃν καλοῦ τε καὶ κακοῦ γνωστὸν ὠνομάσθη τὸ ξύλον ἐκεῖνο, ὅτι κατὰ τὴν τῶν δηλητηρίων κακίαν τῶν παραρτυθέντων τῷ μέλιτι, καθὸ μὲν καταγλυκαίνει τὴν αἴσθησιν, καλὸν εἶναι δοκεῖ, καθὸ δὲ φθείρει τὸν προσαπτόμενον, κακοῦ παντὸς ἔσχατον γίνεται. Ἐπεὶ οὖν ἐνήργησε κατὰ τῆς τοῦ ἀνθρώπου ζωῆς τὸ πονηρὸν δηλητήριον: τότε ὁ ἄνθρωπος, τὸ μέγα καὶ πρᾶγμα καὶ ὄνομα, τὸ τῆς θείας φύσεως ἀπεικόνισμα, τῇ ματαιότητι, καθώς φησιν ὁ Προφήτης, ὡμοιώθη. Οὐκοῦν ἡ μὲν εἰκὼν πρὸς τὸ κρεῖττον τῶν ἐν ἡμῖν νοουμένων ᾠκείωται: τὰ δὲ, ὅσα περὶ τὸν βίον λυπηρά τε καὶ ἄθλια, πόῤῥω τῆς πρὸς τὸ Θεῖόν ἐστιν ὁμοιώσεως.