Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De opificio hominis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
23.1
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ὅτι ὁ τὴν ἀρχὴν τῆς τοῦ κόσμου συστάσεως ὁμολογῶν, ἀναγκαίως καὶ περὶ τοῦ τέλους συνθήσεται. Εἰ δέ τις τὴν νῦν τοῦ κόσμου φορὰν εἱρμῷ τινι διεξαγομένην βλέπων, δι' ἦς τὸ χρονικὸν θεωρεῖται διάστημα, μὴ ἐνδέχεσθαι λέγοι τὴν προαγγελθεῖσαν τῶν κινουμένων στάσιν γενήσεσθαι: δῆλος ὁ τοιοῦτός ἐστι, μηδὲ ἐν ἀρχῇ γεγενῆσθαι παρὰ τοῦ Θεοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν πιστεύων. Ὁ γὰρ ἀρχὴν τῇ κινήσει διδοὺς, οὐκ ἀμφιβάλλει πάντως καὶ περὶ τέλους; καὶ ὁ τὸ τέλος μὴ προσδεχόμενος, οὐδὲ τὴν ἀρχὴν παρεδέξατο. Ἀλλ' ὥσπερ κατηρτίσθαι τοὺς αἰῶνας τῷ ῥήματι νοοῦμεν τοῦ Θεοῦ, πιστεύοντες, καθώς φησιν ὁ Ἀπόστολος, ἐκ τῶν μὴ φαινομένων τὰ βλεπόμενα γεγονέναι: τῇ αὐτῇ πίστει χρησόμεθα περὶ τὸ ῥῆμα τοῦ Θεοῦ, τοῦ τὴν ἀναγκαίαν τῶν ὄντων στάσιν προαγορεύσαντος. Τὸ δὲ πῶς, ἐξαιρετέον τῆς πολυπραγμοσύνης: καὶ γὰρ κἀκεῖ πίστει κατηρτίσθαι τὸ βλεπόμενον ἐκ τῶν μηδέπω φαινομένων κατεδεξάμεθα, παραδραμόντες τῶν ἀνεφίκτων τὴν ζήτησιν. Καίτοι περὶ πολλῶν ἡμῖν ὁ λόγος ἀπορεῖν ὑπετίθετο, οὐ μικρὰς παρέχων ἀφορμὰς πρὸς τὴν τῶν πεπιστευμένων ἀμφιβολίαν. Ἐξῆν γὰρ κἀκεῖ τοῖς ἐριστικοῖς ἐκ τῶν εὐλόγων κατὰ τὸ ἀκόλουθον ἀνατρέπειν τὴν πίστιν, πρὸς τὸ μὴ νομίζειν ἀληθῆ τὸν περὶ τῆς ὑλικῆς κτίσεως εἶναι λόγον, ὃν ἡ ἁγία πρεσβεύει Γραφὴ, πάντων τῶν ὄντων ἐκ τοῦ Θεοῦ εἶναι διαβεβαιουμένη τὴν γένεσιν. Οἱ γὰρ τῷ ἐναντίῳ παριστάμενοι λόγῳ, συναΐδιον εἶναι τῷ Θεῷ τὴν ὕλην κατασκευάζουσι, τοιούτοις ἐπιχειρήμασι πρὸς τὸ δόγμα χρώμενοι: Εἰ ἁπλοῦς ὁ Θεὸς τῇ φύσει, καὶ ἄϋλος, ἀποιός τε καὶ ἀμεγέθης, καὶ ἀσύνθετος, καὶ τῆς κατὰ τὸ σχῆμα περιγραφῆς ἀλλοτρίως ἔχων πᾶσα δὲ ὕλη ἐν διαστηματικῇ παρατάσει καταλαμβάνεται, καὶ τὰς διὰ τῶν αἰσθητηρίων καταλήψεις οὐ διαπέφευγεν, ἐν χρώματι, καὶ σχήματι, καὶ ὄγκῳ, καὶ πηλικότητι, καὶ ἀντιτυπίᾳ, καὶ τοῖς λοιποῖς τοῖς περὶ αὐτὴν θεωρουμένοις γινωσκομένη, ὧν οὐδὲν ἐν τῇ θεία φύσει δυνατόν ἐστι κατανοῆσαι: τίς μηχανὴ ἐκ τοῦ ἀῦλον τὴν ὕλην ἀποτεχθῆναι; ἐκ τοῦ ἀδιαστάτου τὴν διαστηματικὴν φύσιν; Εἰ γὰρ ἐκεῖθεν ὑποστῆναι ταῦτα πεπίστευται, δηλονότι ἐν αὐτῷ ὄντα κατὰ τὸν ἄῤῥητον λόγον οὕτω προῆλθεν εἰς γένεσιν. Εἰ δὲ ἐν ἐκείνῳ τὸ ὑλῶδες ἦν, πῶς ἄϋλος ὁ ἐν αὑτῷ τὴν ὕλην ἔχων; Ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα, δι' ὧν ἡ ὑλικὴ φύσις χαρακτηρίζεται: εἰ ἐν τῷ Θεῷ ἡ ποσότης, πῶς ἄποσος ὁ Θεός; εἰ ἐν ἐκείνῳ τὸ σύνθετον, πῶς ἀπλοῦς καὶ ἀμερὴς καὶ ἀσύνθετος; ὥστε ἢ ὑλικὸν εἶναι κατ' ἀνάγκην αὐτὸν, διὰ τὸ ἐκεῖθεν ὑποστῆναι τὴν ὕλην, ὁ λόγος βιάζεται: ἢ εἰ τοῦτό τις φεύγοι, ἔξωθεν ἐπεισενεχθῆναι τὴν ὕλην αὐτῷ πρὸς τὴν κατασκευὴν τοῦ παντὸς ὑπολαμβάνειν ἐπάναγκες. Εἰ οὖν ἔξω τοῦ Θεοῦ ἦν, ἄλλο τι παρὰ τὸν Θεὸν πάντως ἦν συνεπινοούμενον κατὰ τὸν τῆς ἀϊδιότητος λόγον τῷ ἀγεννήτως ὄντι: ὥστε δύο ἄναρχα καὶ ἀγέννητα κατὰ ταὐτὸν ἀλλήλοις τῷ λόγῳ συγκαταλαμβάνεσθαι, τοῦ τεχνικῶς ἐνεργοῦντος, καὶ τοῦ δεχομένου τὴν ἐπιστημονικὴν ταύτην ἐνέργειαν. Καὶ εἴ τις ἐκ τῆς ἀνάγκης ταύτης ἀΐδιον ὑποτίθοιτο τῷ Δημιουργῷ τῶν ἁπάντων ὑποκεῖσθαι τὴν ὕλην, ὅσην ὁ Μανιχαῖος εὑρήσει τῶν ἰδίων δογμάτων τὴν συνηγορίαν, ὃς τὴν ὑλικὴν αἰτίαν κατὰ τὸ ἀγέννητον ἀντιπαρεξάγει τῇ ἀγαθῇ φύσει! Ἀλλὰ μὴν καὶ ἐκ τοῦ Θεοῦ τὰ πάντα, τῆς Γραφῆς λεγούσης ἀκούοντες, πεπιστεύκαμεν: καὶ τὸ ὅπως ἦν ἐν τῷ Θεῷ, τὸ ὑπὲρ τὸν ἡμέτερον λόγον, οὐκ ἀξιοῦμεν περιεργάζεσθαι, πάντα τῇ θείᾳ δυνάμει χωρητὰ πεπιστευκότες: καὶ τὸ μὴ ὂν ὑποστήσασθαι, καὶ τῷ ὄντι πρὸς τὸ δοκοῦν ἐπιβαλεῖν τὰς ποιότητας. Οὐκοῦν ἀκολούθως, ὡς ἀρκεῖν ἡγούμεθα τοῖς οὖσι πρὸς τὴν ἐκ τοῦ μὴ ὄντος ὑπόστασιν, τὴν τοῦ θείου θελήματος δύναμιν: οὕτω καὶ τὴν ἀναστοιχείωσιν τῶν συνεστώτων εἰς τὴν αὐτὴν ἀνάγοντες δύναμιν, εἰς οὐδὲν ἔξω τοῦ εἰκότος τὴν πίστιν παραληψόμεθα. Καίτοι γε δυνατὸν ἴσως ἦν, εὑρεσιλογίᾳ τινὶ τοὺς περὶ τῆς ὕλης ἐρεσχελοῦντας πεῖσαι, μὴ δοκεῖν ἐρήμην κατατρέχειν τοῦ λόγου.

Intertext edge

Open linked passage

Note