De opificio hominis
Gregory of Nyssa (gregory-of-nyssa)On Opificioh 27 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
27.1
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Ὅτι δυνατόν ἐστιν, εἰς τὰ τοῦ παντὸς στοιχεῖα τοῦ ἀνθρωπίνου σώματος ἀναλυθέντος, πάλιν ἐκ τοῦ κοινοῦ ἑκάστῳ τὸ ἴδιον ἀποσωθῆναι. Ἀλλὰ τυχὸν πρὸς τὰ στοιχεῖα τοῦ παντὸς βλέπων, δύσκολον οἴει τοῦ ἐν ἡμῖν ἀέρος πρὸς τὸ συγγενὲς στοιχεῖον ἀναχεθέντος, καὶ τοῦ θερμοῦ τε καὶ ὑγροῦ, καὶ τοῦ γεώδους ὡσαύτως τοῖς ὁμοφύλοις ἐγκαταμιχθέντων, πάλιν ἐκ τοῦ κοινοῦ τὸ οἰκεῖον ἐπὶ τὸ ἴδιον ἀναδραμεῖν. Εἶτα οὐ λογίζῃ διὰ τῶν ἀνθρωπίνων ὑποδειγμάτων, τὸ μηδὲ τοῦτο τῆς θείας δυνάμεως ὑπερβαίνειν τοὺς ὅρους; Εἶδές που πάντως ἐν ταῖς ἀνθρωπίναις οἰκήσεσι κοινὴν ἀγέλην ζώων τινῶν, ἐκ κοινοῦ συνισταμένην. Ἀλλ' ὅταν πάλιν πρὸς τοὺς κεκτημένους αὐτὴ καταμερίζηται, ἤ τε πρὸς τοὺς οἴκους συνήθεια, καὶ τὰ ἐπικείμενα σημεῖα τὸ ἴδιον ἑκάστῳ ἀποκαθίστησι. Τοιοῦτόν τι καὶ περὶ σεαυτὸν ἐννοῶν, οὐχ ἁμαρτήσεις τοῦ πρέποντος. Φυσικῇ γάρ τινι σχέσει καὶ στοργῇ πρὸς τὸ συνοικῆσαν σῶμα τῆς ψυχῆς διακειμένης, ἔστι τις κατὰ τὸ λεληθὸς αὐτῇ διὰ τῆς συνανακράσεως τοῦ οἰκείου σχέσις τε καὶ ἐπίγνωσις, οἷον σημείων τινῶν παρὰ τῆς φύσεως ἐπικειμένων, δι' ὧν ἡ κοινότης ἀσύγχυτος μένει διακρινομένη τοῖς ἰδιάζουσι. Τῆς τοίνυν ψυχῆς τὸ συγγενές τε καὶ ἴδιον ἐφ' ἑαυτὴν πάλιν ἑλκούσης, τίς πόνος, εἰπέ μοι, τῇ θείᾳ δυνάμει κωλῦσαι τῶν οἰκείων τὴν συνδρομὴν, ἀῤῥήτῳ τινὶ τῇ τῆς φύσεως ὁλκῇ πρὸς τὸ ἴδιον ἐπειγομένων; Τὸ γὰρ ἐπιδιαμένειν τινὰ τῇ ψυχῇ, καὶ μετὰ τὴν διάλυσιν, σημεῖα τοῦ ἡμετέρου συγκρίματος, δείκνυσιν ὁ κατὰ τὸν ᾅδην διάλογος, τῶν μὲν σωμάτων τῷ τάφῳ παραδοθέντων, γνωρίσματος δέ τινος σωματικοῦ ταῖς ψυχαῖς παραμείναντος, δι' οὗ καὶ ὁ Λάζαρος ἐγνωρίζετο, καὶ οὐκ ἠγνοεῖτο ὁ πλούσιος. Οὐκοῦν οὐδὲν ἕξω τοῦ εἰκότος ἐστὶ, πάλιν πιστεύειν ἐκ τοῦ κοινοῦ πρὸς τὸ ἴδιον τὴν ἀνάλυσιν γίνεσθαι τῶν ἀνισταμένων σωμάτων, καὶ μάλιστά γε τῷ φιλοπονώτερον τὴν φύσιν ἡμῶν κατεξετάζοντι. Οὔτε γὰρ δι' ὅλου ἐν ῥύσει καὶ μεταβολῇ τὸ ἡμέτερον. Ἦ γὰρ ἂν ἄληπτον ἦν καθόλου τῷ μηδεμίαν στάσιν ἔχειν ἐκ φύσεως: ἀλλὰ κατὰ τὸν ἀκριβέστερον λόγον, τὸ μέν τι ἔστηκε τῶν ἐν ἡμῖν, τὸ δὲ δι' ἀλλοιώσεως πρόεισιν. Ἀλλοιοῦται μὲν γὰρ δι' αὐξήσεώς τε καὶ μειώσεως τὸ σῶμα, οἷον ἱμάτιά τινα, τὰς καθεξῆς ἡλικίας μετενδυόμενον. Ἕστηκε δὲ διὰ πάσης τροπῆς ἀμετάβλητον ἐφ' ἑαυτοῦ τὸ εἶδος, τῶν ἅπαξ ἐπιβληθέντων αὐτῷ παρὰ τῆς φύσεως σημείων οὐκ ἐξιστάμενον, ἀλλὰ πάσαις ταῖς κατὰ τὸ σῶμα τροπαῖς μετὰ τῶν ἰδίων ἐμφαινόμενον γνωρισμάτων. Ὑπεξαιρείσθω δὲ τοῦ λόγου ἡ ἐκ πάθους ἀλλοίωσις, ἡ τῷ εἴδει ἐπισυμβαίνουσα: οἶον γάρ τι προσωπεῖον ἀλλότριον ἡ κατὰ τὴν νόσον ἀμορφία διαλαμβάνει τὸ εἶδος, ἧς τῷ λόγῳ περιαιρεθείσης. καθάπερ ἐπὶ Νεεμὰν τοῦ Σύρου, ἢ ἐπὶ τῶν κατὰ τὸ Εὐαγγέλιον ἱστορηθέντων, πάλιν τὸ κεκρυμμένον ὑπὸ τοῦ πάθους εἶδος, διὰ τῆς ὑγείας ἐν τοῖς ἰδίοις ἀνεφάνη γνωρίσμασι. Τῷ τοίνυν θεοειδεῖ τῆς ψυχῆς οὐ τὸ ῥέον ἐν τῇ ἀλλοιώσει καὶ μεθιστάμενον, ἀλλὰ τὸ μόνιμόν τε καὶ ὡσαύτως ἔχον ἐν τῷ καθ' ἡμᾶς συγκρίματι, τούτῳ προσφύεται. Καὶ ἐπειδὴ τὰς κατὰ τὸ εἶδος διαφορὰς αἱ ποιαὶ τῆς κράσεως παραλλαγαὶ μεταμορφοῦσιν, ἡ δὲ κρᾶσις οὐκ ἄλλη τις παρὰ τὴν τῶν στοιχείων μίξιν ἐστὶ, στοιχεῖα δέ φαμεν τὰ τῇ κατασκευῇ τοῦ παντὸς ὑποκείμενα, δι' ὧν καὶ τὸ ἀνθρώπινον συνέστηκε σῶμα, ἀναγκαίως τοῦ εἴδους οἷον ἐκμαγείῳ σφραγίδος τῇ ψυχῇ παραμείναντος, οὐδὲ τὰ ἐναπομαξάμενα τῇ σφραγῖδι τὸν τύπον ὑπ' αὐτῆς ἀγνοεῖται, ἀλλ' ἐν τῷ καιρῷ τῆς ἀναστοιχειώσεως ἐκεῖνα δέχεται πάλιν πρὸς ἑαυτὴν, ἅπερ ἂν ἐναρμόσῃ τῷ τύπῳ τοῦ εἴδους: ἐναρμόσειε δὲ πάντως ἐκεῖνα, ὅσα κατ' ἀρχὰς ἐνετυπώθη τῷ εἴδει. Οὐκοῦν οὐδὲν ἔξω τοῦ εἰκότος ἐστὶ, πάλιν ἐκ τοῦ κοινοῦ πρὸς τὸ καθέκαστον ἐπαναλύειν τὸ ἴδιον. Λέγεται δὲ καὶ τὴν ὑδράργυρον προχεθεῖσαν τοῦ περιέχοντος, καθ' ὑπτίου τινὸς καὶ κονιορτώδους χωρίου. εἰς λεπτὰ σφαιρωθεῖσαν, κατὰ τὴν γῆν διασκίδνασθαι, πρὸς οὐδὲν τῶν ἐπιτυχόντων ἐμμιγνυμένην. Εἰ δέ τις πάλιν τὸ πολλαχῆ κατεσπαρμένον εἰς ἒν συναγείρειεν, αὐτομάτως ἀναχεῖσθαι πρὸς τὸ ὁμόφυλον, οὐδενὶ μέσῳ πρὸς τὴν οἰκείαν μίξιν διειργομένην. Τοιοῦτόν τι χρῆναι νομίζω καὶ περὶ τὸ ἀνθρώπινον σύγκριμα διανοεῖσθαι: εἰ μόνον γένοιτο παρὰ τοῦ Θεοῦ τὸ ἐνδόσιμον, αὐτομάτως τὰ κατάλληλα μέρη τοῖς οἰκείοις ἐπανακίρνασθαι, μηδεμιᾶς ἐργωδίας τῷ ἀναστοιχειοῦντι τὴν φύσιν διὰ τούτων ἐγγινομένης. Καὶ γὰρ ἐπὶ τῶν ἐν τῇ γῇ φυομένων, οὐδένα πόνον ὁρῶμεν τῆς φύσεως ἐπὶ τὸν πυρὸν, ἢ τὴν κέγχρον, ἢ ἄλλο τι τῶν σιτηρῶν ἢ χεδροπῶν σπερμάτων, ἐν τῷ μεταβάλλειν εἰς καλάμην καὶ ἀθέρικας καὶ ἀστάχυας. Ἀπραγματεύτως γὰρ κατὰ τὸ αὐτόματον ἡ κατάλληλος τροφὴ ἐκ τοῦ κοινοῦ πρὸς τὴν ἑκάστου τῶν σπερμάτων ἰδιότητα μεταβαίνει. Εἰ οὖν κοινῆς πᾶσι τοῖς φυομένοις τῆς ἰκμάδος ὑποκειμένης, ἕκαστον τῶν δι' αὐτῆς τρεφομένων τὸ κατάλληλον ἔσπασεν εἰς τὴν τοῦ οἰκείου προσθήκην: τί καινὸν, εἰ καὶ ἐν τῷ τῆς ἀναστάσεως λόγῳ παρ' ἑκάστου τῶν ἀνισταμένων, καθὼς ἐπὶ τῶν σπερμάτων, συμβαίνει οὕτως γίνεσθαι τὴν τοῦ οἰκείου ὁλκήν; Ὥστε ἐξ ἁπάντων δυνατὸν εἶναι μαθεῖν, μηδὲν ἔξω τῶν τῇ πείρᾳ γνωριζομένων τὸ κήρυγμα περιέχειν τῆς ἀναστάσεως. Καίτοιγε τὸ γνωριμώτατον τῶν ἡμετέρων ἐσιωπήσαμεν, αὐτὴν λέγω τὴν πρώτην τῆς συστάσεως ἡμῶν ἀφορμήν. Τίς γὰρ οὐκ οἶδε τὴν θαυματοποιίαν τῆς φύσεως, τί λαβοῦσα ἡ μητρῴα νηδὺς, τί ἀπεργάζεται; Ἢ οὐχ ὁρᾷς ὅπως ἀπλοῦν τρόπον τινὰ, καὶ ὁμοιομερές ἐστι τὸ εἰς ἀφορμὴν τῆς συστάσεως τοῦ σώματος τοῖς σπλάγχνοις καταβαλλόμενον; τὴν δὲ ποικιλίαν τοῦ κατασκευαζομένου συγκρίματος τίς λόγος ἐκδιηγήσεται; Τίς δ' ἂν μὴ τῇ κοινῇ φύσει τὸ τοιοῦτον μαθὼν, δυνατὸν ἡγήσαιτο τὸ γινόμενον, ὅτι τὸ βραχύ τε καὶ ἀντ' οὐδενὸς ἐκεῖνο τοῦ τοσούτου πράγματός ἐστιν ἀρχή; μέγα δέ φημι, οὐ μόνον εἰς τὴν κατὰ τὸ σῶμα βλέπων διάπλασιν, ἀλλ' ὃ πρὸ τούτου θαυμάζειν ἄξιον, αὐτὴν λέγω τὴν ψυχὴν, καὶ τὰ περὶ αὐτὴν θεωρούμενα.