Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De opificio hominis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
5.1
ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος. Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι, καὶ μορφῆς εὐμοιρίᾳ, διά τινος εὐχροίας ἀγλαΐζεται, ἀλλ' ἐν ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται. Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι, τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἀπαλείφοντες τῷ μιμήματι, ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα: οὕτω μοι νόει καὶ τὸν ἡμέτερον πλάστην, οἷόν τισι βαφαῖς τῇ τῶν ἀρετῶν ἐπιβολῇ πρὸς τὸ ἴδιον κάλλος τὴν εἰκόνα περιανθίσαντα, ἐν ἡμῖν δεῖξαι τὴν ἰδίαν ἀρχήν. Πολυειδῆ δὲ καὶ ποικίλα τὰ οἱονεὶ χρώματα τῆς εἰκόνος, δι' ὧν ἡ ἀληθινὴ ἀναζωγραφεῖται μορφὴ, οὐκ ἐρύθρημα καὶ λαμπρότης, καὶ ἡ ποιὰ τούτων πρὸς ἄλληλα μίξις, οὐδέ τινος μέλανος ὑπογραφὴ ὀφρύν τε καὶ ὀφθαλμοὺς ὑπαλείφουσα, καὶ κατά τινα κρᾶσιν τὰ κοῖλα τοῦ χαρακτῆρος ὑποσκιάζουσα, καὶ ὅσα τοιαῦτα ζωγράφων χεῖρες ἐπετεχνήσαντο: ἀλλ' ἀντὶ τούτων καθαρότης, ἀπάθεια, μακαριότης, κακοῦ παντὸς ἀλλοτρίωσις, καὶ ὅσα τοῦ τοιούτου γένους ἐστὶ, δι' ὧν μορφοῦται τοῖς ἀνθρώποις ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Τοιούτοις ἄνθεσιν ὁ δημιουργὸς τῆς ἰδίας εἰκόνος τὴν ἡμετέραν διεχάραξε φύσιν. Εἰ δὲ καὶ τὰ ἄλλα συνεξετάζοις, δι' ὧν τὸ θεῖον κάλλος χαρακτηρίζεται: εὑρήσεις καὶ πρὸς ἐκεῖνα δι' ἀκριβείας σωζομένην ἐν τῇ καθ' ἡμᾶς εἰκόνι τὴν ὁμοιότητα. Νοῦς καὶ λόγος ἡ θειότης ἐστίν: ἐν ἀρχῇ τε γὰρ ἦν ὁ Λόγος. Καὶ οἱ προφῆται κατὰ Παῦλον νοῦν Χριστοῦ ἔχουσι, τὸν ἐν αὐτοῖς λαλοῦντα. Οὐ πόῤῥω τούτων καὶ τὸ ἀνθρώπινον. Ὁρᾷς ἐν σεαυτῷ καὶ τὸν λόγον, καὶ διάνοιαν, μίμημα τοῦ ὄντως νοῦ τε καὶ λόγου. Ἀγάπη πάλιν ὁ Θεὸς, καὶ ἀγάπης πηγή. Τοῦτο γάρ φησιν Ἰωάννης ὁ μέγας, ὅτι« Ἀγάπη ἐκ τοῦ Θεοῦ;» καὶ,« Ὁ Θεὸς ἀγάπη ἐστί:» τοῦτο καὶ ἡμέτερον πεποίηται πρόσωπον ὁ τῆς φύσεως πλάστης.« Ἐν τούτῳ» γὰρ, φησὶ,« γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστὲ, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Οὐκοῦν μὴ παρούσης ταύτης, ἅπας ὁ χαρακτὴρ τῆς εἰκόνος μεταπεποίηται. Πάντα ἐπιβλέπει, καὶ πάντα ἐπακούει τὸ Θεῖον, καὶ πάντα διερευνᾶται. Ἔχεις καὶ σὺ τὴν δι' ὄψεως καὶ ἀκοῆς τῶν ὄντων ἀντίληψιν, καὶ τὴν ζητητικήν τε καὶ διερευνητικὴν τῶν ὄντων διάνοιαν.

Intertext edge

Open linked passage

Note