Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De spiritu sancto
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
1.1
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ. Πᾶσαν ἑορτῆς ὑπόθεσιν φαιδροτέραν ὁ∆ αβὶδ δι' ἑαυτοῦ ἀπεργάζεται, τὴν πολυαρµόνιον ἐκείνην κιθά ραν προσφόρως ἀεὶ τῇ χρείᾳ µεθαρµοζόµενος. Οὐκ οῦν καὶ τὴν µεγάλην τῆς Πεντηκοστῆς ἑορτὴν φαι δρυνέτω ἡµῖν ὁ αὐτὸς Προφήτης, τῷ πλήκτρῳ τοῦ Πνεύµατος ἐν ταῖς χορδαῖς τῆς σοφίας τὸ µέλος ἀνακρουόµενος. Εἰπάτω τοίνυν ἐκ τῆς ἐνθέου µελ ωδίας ἐκείνης, τὸ τῇ παρούσῃ χάριτι πρόσφορον, ὅτι∆ εῦτε, ἀγαλλιασώµεθα τῷ Κυρίῳ. Πρότερον χρὴ γνῶναι τὴν χάριν, ἥτις ἐστὶν, εἶθ' οὕτως τὴν κατάλληλον ἐκ τῆς προφητείας ἐφαρµόσαι τῇ ὑποθέ σει φωνήν· καί µοι δότε, καθὼς ἂν ᾖ δυνατὸν, διά τινος ἀκολούθου τάξεως διασαφῆσαι τὸν περὶ τούτων λόγον· Πεπλάνητο κατ' ἀρχὰς τὸ ἀνθρώπινον, πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, καὶ καταλιπόντες τὸν τῆς κτίσεως Κύριον, οἱ µὲν τοῖς τοῦ κόσµου στοιχείοις δι' ἀπάτην ὑπέκυπτον, ἄλλοι δὲ τὴν τῶν δαιµό νων φύσιν ἐποιοῦντο σεβάσµιον, πολλοῖς δὲ τὸ Θεῖον ἐδόκει καὶ ἡ χειροποίητος τῶν εἰδώλων µορφὴ, οἷς βωµοί τε, καὶ ναοὶ, καὶ τελεταὶ, καὶ θυσίαι, καὶ τε µένη, καὶ ἀφιδρύµατα, καὶ πάντα τὰ τοιαῦτα παρ' αὐτῶν ἀνετίθετο εἰς θεραπείαν τῶν ψευδωνύµων θεῶν. Εἶδε τοίνυν τῷ τῆς φιλανθρωπίας ὀφθαλµῷ τὴν τῆς φύσεως τῶν ἀνθρώπων διαφθορὰν ὁ∆ εσπότης τῆς φύσεως, καὶ διά τινος ἀκολουθίας ἀπὸ τῆς πλάνης ἐπανάγει τὴν ἀνθρωπίνην ζωὴν πρὸς τὴν τῆς ἀλη θείας ἐπίγνωσιν. Ὥσπερ γὰρ οἱ τοὺς ἐν λιµῷ χρονίῳ συντετηκότας, µετά τινος ἰατρικῆς ἐπιστήµης ἀνα λαµβάνοντες, οὐκ ἀθρόως ἐπὶ τὸν κόρον προάγου σι, φειδοῖ τῆς ἀσθενείας αὐτῶν· ἀλλὰ διὰ τῆς συµµέτρου τροφῆς ἀναληφθείσης αὐτοῖς τῆς δυνά µεως, τότε συγχωροῦσι κατ' ἐξουσίαν ἐµφορεῖσθαι τοῦ κόρου· κατὰ τὸν αὐτὸν τρόπον τῷ φοβερῷ λιµῷ τῆς ἀνθρωπίνης φύσεως δαπανηθείσης, τεταµιευµένη γίνεται αὐτοῖς παρὰ τῆς οἰκονοµίας ἡ τῆς τῶν µυστη ρίων τροφῆς µετουσία· ὥστε διά τινος ἀκολούθου τάξεως ἀεὶ τὸ τέλειον προσλαµβάνοντας, οὕτως ἐπὶ τὸ πέρας φθάσαι τῆς τελειότητος. Τὸ µὲν γὰρ σῶζον ἡµᾶς ἡ ζωοποιός ἐστι δύναµις, ἐν ὀνόµατι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύµατος πιστευοµένη. Οἱ δὲ τοῦ παντὸς ἀχώρητοι διὰ τὴν γεγενηµένην αὐτοῖς ἐκ τοῦ λιµοῦ τῶν ψυχῶν ἀσθένειαν, πρότερον ἐκ τῆς πολυθεΐας ὑπὸ τῶν προφητῶν τε, καὶ τοῦ νόµου µε τατεθέντες, εἰς µίαν θεότητα βλέπειν ἐθίζονται, καὶ ἐν τῇ µιᾷ θεότητι µόνην τὴν τοῦ Πατρὸς δύναµιν κα τανοοῦσιν, ἀχώρητοι, καθὼς εἶπον, ὄντες τῆς τελείας τροφῆς. Εἶτα διὰ τοῦ Εὐαγγελίου καὶ ὁ µονογενὴς Υἱὸς τοῖς διὰ τοῦ νόµου προτετελειωµένοις ἀπο καλύπτεται, µετὰ τοῦτο παραγίνεται ἡµῖν ἡ τελεία τῆς φύσεως ἡµῶν τροφὴ, τὸ Πνεῦµα τὸ ἅγιον, ἐν ᾧ ἐστιν ἡ ζωή. Αὕτη τῆς ἑορτῆς ἡ ὑπόθεσις· διὰ ταῦτα καλῶς ἔχει, χορευτὰς ἡµᾶς γενοµένους τοῦ Πνεύµα τος, πείθεσθαι τῷ κορυφαίῳ τῆς πνευµατικῆς ταύ της χοροστασίας∆ αβὶδ τῷ λέγοντι·∆ εῦτε, ἀγαλλιασώµεθα τῷ Κυρίῳ· Ὁ δὲ Κύριος τὸ πνεῦµά ἐστι, καθώς φησιν ὁ Ἀπόστολος. Σήµερον γὰρ κατὰ τὴν ἐτήσιον τοῦ ἔτους περίοδον τῆς πεντηκοστῆς συµπληρουµένης, κατὰ τὴν ὥραν ταύτην, εἴγε περὶ τὴν τρίτην ὥραν τῆς ἡµέρας ἐσµὲν, ἐγένετο ἡ ἀνεκδιήγητος χάρις. Κατεµίχθη γὰρ πάλιν τοῖς ἀνθρώποις τὸ Πνεῦµα, ὅπερ πρότερον διὰ τὸ γενέσθαι σάρκα τὸν ἄνθρωπον τῆς φύσεως ἡµῶν ἀπεφοίτησε· καὶ διὰ τῆς βιαίας ἐκείνης πνοῆς, τῶν πνευµατικῶν τῆς πονηρίας δυνάµεων, καὶ πάντων τῶν ῥυπαρῶν δαιµονίων ἀποσκεδασθέντων ἀπὸ τοῦ ἀέρος, ἐν τῇ καθόδῳ τοῦ Πνεύµατος, πλήρεις τῆς θείας δυνάµεως, ἐν εἴδει πυρὸς, οἱ ἐν τῷ Επιτρέπετα ὑπερῴῳ καταλειφθέντες ἐγένοντο· οὐδὲ γάρ ἐστι δυνατὸν ἄλλως µέτοχον Πνεύµατος ἁγίου γενέσθαι τινὰ, µὴ τῷ ὑπερῴῳ τῆς ζωῆς ταύτης ἐνδιαιτώµενον. Ὅσοι γὰρ τὰ ἄνω φρονοῦσι, µεταθέντες ἑαυτῶν ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευµα, τοῦ ὑπερῴου τῆς ὑψηλῆς πολιτείας ὄντες οἰκήτορες, ἐν µετουσίᾳ τοῦ ἁγίου Πνεύµατος γίνονται. Οὕτω γάρ φησιν ἡ ἱστορία τῶν Πράξεων, ὅτι συνηγµένων αὐτῶν ἐν τῷ ὑπερῴῳ, τὸ καθαρὸν ἐκεῖνο καὶ ἄϋλον πῦρ εἰς εἴδη γλωσσῶν, κατὰ τὸν ἀριθµὸν τῶν µαθητῶν, διασχίζεται. Ἐκεῖνοι µὲν οὖν Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαµίταις, καὶ τοῖς λοιποῖς ἔθνεσι διελέγοντο, κατ' ἐξουσίαν πρὸς πᾶσαν ἐθνικὴν γλῶσσαν τὰς ἑαυτῶν φωνὰς µεθαρµόζοντες· Ἐγὼ δὲ, καθώς φησιν ὁ Ἀπόστολος, θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ τῷ νοΐ µου λαλῆσαι, ἵνα καὶ ἄλλους ὠφελήσω, ἢ µυρίους λόγους ἐν γλώσσῃ. Τότε µὲν χρήσιµον τὸ ὁµόφωνον γίνεσθαι τοῖς ἀλλογλώσσοις, ὡς ἂν µὴ ἀνενέργητον εἴη τὸ κήρυγµα τοῖς ἀγνοοῦσι, τῇ φωνῇ τῶν κηρυσσόντων ἐµποδιζόµενον· νῦν µέντοι τῆς κατὰ τὴν γλῶσσαν ὁµοφωνίας οὔσης, ἐπιζητῆσαι χρὴ τὴν πυρίνην γλῶσσαν τοῦ Πνεύµατος εἰς φωτισµὸν τῶν δι' ἀπάτης ἐσκοτισµένων. Οὐκοῦν καὶ πρὸς τοῦτο ἡµᾶς ὁδηγησάτω∆ αβὶδ, συγχορεύοντα λαβὼν ἑαυτῷ τὸν Ἀπόστολον. Ἐν γὰρ τῇ ψαλµῳδίᾳ ταύτῃ, ἧς ἡ ἀρχὴ τὸ ἀγαλλίαµα ἡµῖν τὸ ἐπὶ τῷ Κυρίῳ χαρίζεται, λέγουσα·∆ εῦτε, ἀγαλλιασώµεθα τῷ Κυρίῳ, οὐ διὰ τούτου πρὸς τὴν τοῦ ἁγίου Πνεύµατος ὁδηγούµεθα δοξολογίαν· ἀλλὰ πολὺ µᾶλλον ἐν τοῖς ὑπολοίποις τὰ περὶ τῆς θεότητος αὐτοῦ διδασκόµεθα. Λέξω δὲ ὑµῖν αὐτὰ τοῦ Προφήτου τὰ ῥήµατα, οἷς συντίθεται καὶ ὁ µέγας Ἀπόστολος· ἔχει δὲ ἡ ῥῆσις οὕτως· Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ κατὰ τὴν ἡµέραν τοῦ πειρασµοῦ ἐν τῇ ἐρήµῳ, οὗ ἐπείρασάν µε οἱ πατέρες ὑµῶν. Τούτων µεµνηµένος ὁ θεῖος Ἀπόστολος, οὕτω φησί·∆ ιὸ καθὼς λέγει τὸ Πνεῦµα τὸ ἅγιον· καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ Προφήτου τὰς ῥήσεις ἐπήγαγεν, ἐφαρµόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύµατος. Τίς οὖν ἐστιν, ὃν ἐπείρασαν οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήµῳ; τίς, ὃν παρώργισαν; Μάθε παρ' αὐτοῦ τοῦ Προφήτου, ὅς φησιν, ὅτι· Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον. Ἀλλὰ µὴν ὁ Ἀπόστολος προτάξας τὸ πρόσωπον τοῦ ἁγίου Πνεύµατος, ἐκείνῳ ταύτας τὰς φωνὰς ἀνατίθησι, λέγων·∆ ιὸ, καθὼς λέγει τὸ Πνεῦµα τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡµέραν τοῦ πειρασµοῦ ἐν τῇ ἐρήµῳ, οὗ ἐπείρασάν µε οἱ πατέρες ὑµῶν. Οὐκοῦν ὃν ὕψιστον Θεὸν ὁ Προφήτης κατωνόµασε, τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦµα τὸ ἅγιον εἶναι λέγει. Εἰ δὲ ἀπιστεῖς, πάλιν τὸ εἰρηµένον ἐπίσκεψαι·∆ ιὸ, καθὼς λέγει τὸ Πνεῦµα τὸ ἅγιον· Μὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ κατὰ τὴν ἡµέραν τοῦ πειρασµοῦ ἐν τῇ ἐρήµῳ, οὗ ἐπείρασάν µε οἱ πατέρες ὑµῶν. Εἰ οὖν τὸ Πνεῦµα τὸ ἅγιον λέγει, ὅτι· Ἐπείρασάν µε οἱ πατέρες ὑµῶν ἐν τῇ ἐρήµῳ· ὁ δὲ Προφήτης διαµαρτύρεται, ὅτι ὁ ἐν τῇ ἐρήµῳ πειρασθεὶς, ὕψιστός ἐστι Θεός· ἐνεφράγη τὰ στόµατα τῶν Πνευµατοµάχων, τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ ἀδικίαν, σαφῶς τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρηµένων τὴν θεότητα κηρυσσόντων τοῦ Πνεύµατος· τοῦ µὲν εἰπόντος, ὅτι, Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον, καὶ ὡς παρὰ τοῦ Θεοῦ τοῖς Ἰσραηλίταις προφέροντος τὴν ῥῆσιν ἐκείνην, ὅτι, Ἐν τῇ ἐρήµῳ ἐπείρασάν µε οἱ πατέρες ὑµῶν· τοῦ δὲ µεγάλου Παύλου τῷ ἁγίῳ Πνεύµατι ταύτας τὰς φωνὰς ἐφαρµόσαντος, ὡς διὰ τούτων ἐναργῶς ἀποδειχθῆναι, ὅτι Θεὸς ὕψιστος τὸ Πνεῦµά ἐστι τὸ ἅγιον. Ἆρα βλέπουσιν οἱ ἐχθροὶ τῆς δόξης τοῦ Πνεύµατος τὴν πυρίνην γλῶσσαν τῶν θείων λογίων τὴν τὰ κεκρυµ µένα φωτίζουσαν, ἢ ὡς πεπληρωµένων τοῦ γλεύκους καταγελάσουσιν; Ἐγὼ δὲ κἂν ταῦτα λέγωσι καθ' ἡµῶν, συµβουλεύω ὑµῖν, ἀδελφοὶ, µὴ φοβηθῆναι τὸν ὀνειδισµὸν τῶν τοιούτων, µηδὲ τῷ φαυλισµῷ αὐτῶν ἡττηθῆναι. Επιτρέπετα Εἴθε γὰρ γένοιτό ποτε καὶ ἐκείνοις τὸ γλεῦκος τοῦτο, ὁ νεοθλιβὴς οὗτος οἶνος, ὁ ἐκ τῆς ληνοῦ προχεθεὶς, ἣν ἐπάτησε διὰ τοῦ Εὐαγγελίου ὁ Κύριος, ἵνα σοι πότιµον τοῦ ἰδίου βότρυος τὸ αἷµα ποιήσῃ. Εἴθε γὰρ ἐπληρώθησαν κἀκεῖνοι τοῦ νέου τούτου οἴνου, ὃν γλεῦκος ὠνόµασαν, ὃς τὴν διὰ τοῦ αἱρετικοῦ ὕδατος ἐπιµιξίαν παρὰ τῶν καπήλων οὐκ ἔπαθε· πάντως γὰρ καὶ τοῦ Πνεύµατος πλήρεις ἐγένοντο, δι' οὗ τὸ παχύ τε καὶ ἰλυῶδες τῆς ἀπιστίας οἱ Πνεύµατι ζέοντες ἀφ' ἑαυτῶν ἐξαφρίζουσιν. Ἀλλ' οὐ δύνανται οἱ τοιοῦτοι ἐν ἑαυτοῖς τὸ γλεῦκος δέξασθαι, ἔτι τὸν παλαιὸν ἀσκὸν περιφέροντες, ὃς περικρατεῖν τὸν τοιοῦτον µὴ δυνάµενος οἶνον, αἱρετικῶς ἀποῤῥήγνυται. Ἀλλ' ἡµεῖς, ἀδελφοὶ, καθώς φησιν ὁ Προφήτης,∆ εῦτε, ἀγαλλιασώµεθα τῷ Κυρίῳ, πίνοντες, καὶ τὰ τῆς εὐσεβείας γλυκάσµατα, καθὼς ὁ Ἔσδρας διακελεύεται, καὶ ταῖς τῶν ἀποστόλων τε καὶ προφητῶν χοροστασίαις ἐµφαιδρυνόµενοι, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύµατος ἀγαλλιασώµεθα καὶ εὐφρανθῶµεν ἐπὶ τῇ ἡµέρᾳ ταύτῃ, ἣν ἐποίησεν ὁ Κύριος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀµήν.

Intertext edge

Open linked passage

Note