Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1.1
Ζητῶν τι προσφυὲς καὶ οἰκεῖον τῷ γράμματι δοῦναι προοίμιον, ἀπὸ μὲν τῶν ἐμοὶ συνήθων, λέγω δὴ τῶν γραφικῶν ἀναγνωσμάτων, οὐκ εἶχον ὅτῳ καὶ χρήσομαι, οὐ τῷ μὴ εὑρίσκειν τὸ συμβαῖνον, ἀλλὰ τῷ περιττὸν κρίνειν πρὸς οὐκ εἰδότας τοιαῦτα γράφειν· ἡ γὰρ περὶ τοὺς ἔξωθεν λόγους σπουδὴ τοῦ μηδεμίαν τῶν θείων μαθημάτων ἐπιμέλειαν ἔχειν ἀπόδειξις ἡμῖν γέγονεν. οὐκοῦν ἐκεῖνα μὲν σιωπήσομαι, ἐκ δὲ τῶν σῶν πρὸς τὴν λογιότητά σου προ
11.2.1
οιμιάσομαι. πεποίηταί τις παρὰ τῷ διδασκάλῳ τῆς ὑμετέρας παιδεύσεως πρεσβυτικῶς εὐφραινόμενος, μετὰ τὴν χρονίαν αὐτοῦ κακοπάθειαν ἐν ὀφθαλμοῖς ἔχων τὸν ἑαυτοῦ παῖδα καὶ τοῦ παιδὸς ἅμα τὸν παῖδα· ὑπόθεσις δὲ αὐτῷ τῆς εὐφροσύνης ἡ περὶ τῶν πρωτείων τῆς ἀρετῆς Ὀδυσσεῖ
11.3.1
πρὸς τὸν Τηλέμαχον μάχη. [εἰς] τί οὖν ἡ μνήμη τῶν Κεφαλλήνων πρὸς τὸν σκοπὸν τοῦ λόγου συμβάλλεται; ὅτι με διαλαβόντες μέσον ὑμεῖς, σύ τε καὶ ὁ τὰ πάντα θαυμάσιος ὁ πατὴρ ὁ σός, ὥσπερ τὸν Λαέρτην ἐκεῖνοι, φιλοτίμως πρὸς ἀλλήλους ἐν τῇ πρὸς ἡμᾶς τιμῇ τε καὶ φιλοφροσύνῃ περὶ τῶν πρωτείων διαγωνίζεσθε, ὁ μὲν ἐκ τοῦ Πόντου,
11.4.1
σὺ δὲ ἀπὸ Καππαδοκίας τοῖς γράμμασι βάλλοντες. τί οὖν ὁ γέρων ἐγώ; μακαριστὴν τίθεμαι τὴν ἡμέραν, ἐν ᾗ βλέπω τοι
11.5.1
αύτην παιδὶ πρὸς πατέρα τὴν ἅμιλλαν. μή ποτε οὖν παύσαιο χρηστοῦ καὶ θαυμαστοῦ πατρὸς εὐχὴν δικαίαν ἀποπληρῶν καὶ τοῖς ἀγαθοῖς προτερήμασι τὴν πατρικὴν δόξαν ὑπερβαλλόμενος· οὕτω παρ' ἀμφοτέροις ὑμῖν ἔσομαι κεχαρισμένος κριτής, σοὶ μὲν τὰ πρωτεῖα πρὸς τὸν πατέρα νέμων, τῷ πατρὶ δὲ
11.6.1
πρὸς σέ. ἡμεῖς δὲ οἴσομεν τὴν τραχεῖαν Ἰθάκην, οὐ λίθοις τοσοῦτον ὅσον τοῖς ἤθεσι τῶν οἰκητόρων τραχυνομένην, ἐν ᾗ πολλοὶ μνηστῆρες καὶ τῶν κτημάτων τῆς μνηστευομένης βρωτῆρες, οἱ καὶ αὐτῷ τούτῳ τὴν νύμφην ὑβρίζοντες, τῷ ἐπαπειλεῖν τὸν γάμον τῇ σωφρονούσῃ, Μελανθοῦς, οἶμαι, τινὸς ἢ ἄλλης τοιαύτης ἀξίως πράττοντες, οὐδαμοῦ δὲ ὁ σωφρονίζων
11.7.1
τῷ τόξῳ. ὁρᾷς ὅσον πρεσβυτικῶς ἐπὶ τὰ μηδὲν προσήκοντα ἡμῖν παρεληρήσαμεν; ἀλλά μοι πρόχειρος ἔστω διὰ τὴν πολιὰν ἡ συγγνώμη· ἴδιον γὰρ αὐτῆς, ὥσπερ τὸ κορυζοῦσθαι τὰ ὄμματα καὶ τὰ μέλη πάντα ὑπὸ τῆς τοῦ γήρως ἀτονίας
11.8.1
βαρύνεσθαι, οὕτω καὶ τὸ ἀδολεσχεῖν ἐν τῷ λόγῳ. σὺ δὲ ἡμᾶς τοῖς τροχαλοῖς τε καὶ διεγηγερμένοις τῶν λόγων νεανικῶς δεξιούμενος ἀνανεώσῃ τὸ γῆρας, τῇ καλῇ καὶ πρεπούσῃ γηροκομίᾳ ταύτῃ τὸ κεκμηκὸς τῆς ἡλικίας ἐπανορθούμενος.

Intertext edge

Open linked passage

Note