Epistulae
Gregory of Nyssa (gregory-of-nyssa)Epis 12 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Οὐδὲ τοῦ ἔαρος ἡ χάρις διαλάμπειν κατὰ τὸ ἀθρόον πέφυκεν, ἀλλὰ προοίμια τῆς ὥρας γίνεται ἀκτίς τε προσηνῶς τὸ πεπηγὸς τῆς γῆς ἐπιθάλπουσα καὶ ἄνθος ἡμιφανῶς τῇ βώλῳ ὑποκρυπτόμενον καὶ αὖραι τὴν γῆν ἐπιπνέουσαι, ὡς διὰ βάθους τὸ ἐκ τοῦ ἀέρος γόνιμόν τε καὶ ζώφυτον εἰς αὐτὴν διαδύεσθαι. ἔστι καὶ νεοθαλῆ πόαν θεάσασθαι καὶ ὀρνίθων ἐπάνοδον, οὓς ὁ χειμὼν ἀπεξένωσε, καὶ πολλὰ τοιαῦτα, ἃ σημεῖα μᾶλλόν ἐστι τοῦ ἔαρος, οὐκ αὐτὸ τὸ ἔαρ· πλὴν ἀλλ' ἡδέα καὶ ταῦτα, διότι καὶ τῶν ἡδίστων
12.2.1
μηνύματα γίνεται. τί οὖν ὁ λόγος μοι βούλεται; ἐπειδὴ πρόδρομος τῶν ἐν σοὶ θησαυρῶν ἡ διὰ τῶν γραμμάτων σου φιλοφροσύνη πρὸς ἡμᾶς ἐλθοῦσα, καλῷ προοιμίῳ τὸ παρὰ σοῦ προσδοκώμενον ἡμῖν εὐαγγελίζεται, καὶ τὴν ἐν τούτοις χάριν δεχόμεθα ὥς τι πρωτοφανὲς ἄνθος τοῦ ἔαρος, καὶ ὅλης ἀπολαῦσαι τῆς ὥρας ἐν σοὶ διὰ τάχους εὐχόμεθα.
12.3.1
σφόδρα γάρ, εὖ ἴσθι, σφόδρα τῷ κρυμῷ καὶ τῇ πικρίᾳ τῶν ἐπιχωρίων ἠθῶν πεπονήκαμεν. καὶ ὥσπερ τοῖς δωματίοις ἐκ τῶν ἐπεισρεόντων ὑδάτων ὑποτρέφεται κρύσταλλος (χρήσομαι γὰρ ἐκ τῶν ἡμετέρων τῷ ὑποδείγματι), καὶ ἡ καταρρέουσα νοτίς, εἰ τῷ πεπηγότι ἐπιπολάσειε, λιθοῦται περὶ τὸν κρύσταλλον καὶ προσθήκη τοῦ ὄγκου γίνεται, τοιοῦτόν τι βλέπω τοῖς πολλοῖς τῶν κατὰ τὸν τόπον ἐπιχωριαζόντων τὸ ἦθος· ἀεί τι προσεπινοεῖται παρ' αὐτῶν εἰς πικρίαν καὶ ἐφευρίσκεται, καὶ τῷ προκατειργασμένῳ ἕτερον κακὸν ἐπιπήγνυται, κἀκείνῳ ἄλλο, καὶ πάλιν ἕτερον καὶ τούτῳ συνεχῶς ὑπαντᾷ, καὶ οὐδεὶς αὐτοῖς ὅρος τοῦ μίσους καὶ τῆς τῶν κακῶν ἐπαυξήσεως· ὥστε πολλῶν ἡμῖν εὐχῶν εἶναι χρείαν, ἐπιπνεῦσαι διὰ τάχους τὴν χάριν τοῦ πνεύματος καὶ διαχέαι τὴν πικρίαν τοῦ μίσους καὶ διαθρύψαι
12.4.1
τὸν ἐκ τῆς πονηρίας αὐτοῖς πηγνύμενον κρύσταλλον. διὰ ταῦτα γλυκὺ τὸ ἔαρ καὶ κατὰ φύσιν ὑπάρχον, ἑαυτοῦ ποθεινότερον γίνεται τοῖς ἀπὸ τοιούτων σε προσδεχομένοις
12.5.1
χειμώνων. μὴ οὖν βραδυνέτω ἡ χάρις, ἄλλως τε καὶ τῆς ἁγίας ἡμῖν ἡμέρας πλησιαζούσης εὐλογώτερον ἂν εἴη τὴν ἐνεγκοῦσαν τοῖς ἰδίοις μᾶλλον ἢ τὸν Πόντον τοῖς ἡμετέροις σεμνύνεσθαι. ἐλθὲ οὖν, ὦ φίλη κεφαλή, φέρων ἡμῖν ἀγαθῶν πλῆθος, σαυτόν· τοῦτο γὰρ ἔσται τῶν ἀγαθῶν τῶν ἡμετέρων τὸ πλήρωμα.