Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Ἤκουσά τινος ἰατρικοῦ παράλογόν τι φύσεως πάθος διηγουμένου, τὸ δὲ διήγημα τοιοῦτον ἦν· κατείχετό τις, φησίν, ἀρρωστήματί τινι τῶν δυστροπωτέρων καὶ τὴν τέχνην διήλεγχεν ἔλαττον τῆς ἐπαγγελίας ἰσχύουσαν· πᾶν γὰρ τὸ ἐπινοούμενον εἰς θεραπείαν ἄπρακτον ἦν· εἶτά τινος ἀγγελίας τῶν καταθυμίων παρ' ἐλπίδας αὐτῷ μηνυθείσης, ἀντὶ τῆς τέχνης ἡ συντυχία γίνεται λύουσα τῷ ἀνθρώπῳ τὴν νόσον, εἴτε τῆς ψυχῆς τῷ περιόντι τῆς ἀνέσεως καὶ τὴν τοῦ σώματος ἕξιν ἑαυτῇ συνδιαθείσης, εἴτε καὶ ἄλλως, οὐκ ἔχω λέγειν· οὔτε γὰρ ἐμοὶ σχολὴ τὰ τοιαῦτα φιλοσοφεῖν, καὶ τὴν αἰτίαν ὁ εἰπὼν οὐ προσέθηκεν.
13.2.1
ἐπὶ καιροῦ δὲ νῦν ἐμνήσθην, ὡς οἶμαι, τοῦ διηγήματος· διακείμενος γάρ, ὡς οὐκ ἂν ἐβουλόμην (τὰς δὲ αἰτίας οὐδὲν δέομαι νῦν ἀκριβῶς καταλέγειν τῶν ἀφ' οὗ γέγονα παρ' ὑμῖν καὶ μέχρι τοῦ νῦν συμπεπτωκότων μοι λυπηρῶν), μηνύσαντος ἀθρόως μοί τινος περὶ τῶν γραμμάτων τῆς μονογενοῦς σου παιδεύσεως, ἐπειδὴ τάχιστα τὴν ἐπιστολὴν ἐδεξάμην καὶ τοῖς γεγραμμένοις ἐπέδραμον, εὐθὺς μὲν τὴν ψυχὴν διετέθην ὡς ἐπὶ τοῖς καλλίστοις ἐπὶ πάντων ἀνθρώπων ἀνακηρυσσόμενος· τοσούτου τὴν σὴν μαρτυρίαν ἐτιμησάμην, ἣν διὰ τῆς ἐπιστολῆς ἡμῖν κεχάρισαι· ἔπειτα δέ μοι καὶ ἡ τοῦ σώματος ἕξις εὐθὺς πρὸς τὸ κρεῖττον μετεποιεῖτο, καί σοι τὸ ἴσον παράδοξον καὶ αὐτὸς διήγημα δίδωμι, ὅτι τῆς αὐτῆς ἐπιστολῆς τὰ μὲν ἀρρωστῶν
13.3.1
τὰ δὲ καθαρῶς ὑγιαίνων ἐπέδραμον. καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐπεὶ δέ μοι τῆς χάριτος ταύτης ὁ υἱὸς Κυνήγιος ὑπόθεσις γέγονεν, οἷός εἶ τῷ περιόντι τῆς εἰς τὸ εὐεργετεῖν ἐξουσίας οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τοὺς εὐεργέτας ἡμῶν καλῶς ποιεῖν, εὐεργέτης δὲ ἡμῶν οὗτος, καθὼς εἴρηται, τῶν παρὰ σοῦ γραμμάτων ἀφορμὴ γενόμενος ἡμῖν καὶ
13.4.1
ὑπόθεσις, καὶ διὰ τοῦτο εὖ παθεῖν ἄξιος. διδασκάλους δὲ τοὺς ἡμετέρους, εἰ μὲν ὧν τι δοκοῦμεν μεμαθηκέναι ζητοίης, Παῦλον εὑρήσεις καὶ Ἰωάννην καὶ τοὺς λοιποὺς ἀποστόλους τε καὶ προφήτας, εἴ γε μὴ τολμηρὸν ἡμῖν τὴν διδασκαλίαν οἰκειοῦσθαι τῶν τοιούτων ἀνδρῶν· εἰ δὲ περὶ τῆς ὑμετέρας λέγοις σοφίας, ἣν οἱ κρίνειν ἐπιστήμονές φασιν ἀπὸ σοῦ πηγάζουσαν ἐν μετοχῇ τοῖς λοιποῖς γίνεσθαι πᾶσιν οἷς τινος καὶ μέτεστι λόγου (ταῦτα γὰρ ἤκουσα πρὸς πάντας διεξιόντος τοῦ σοῦ μὲν μαθητοῦ, πατρὸς δὲ ἐμοῦ καὶ διδασκάλου τοῦ θαυμαστοῦ Βασιλείου), ἴσθι με μηδὲν ἔχειν λαμπρὸν ἐν τοῖς τῶν διδασκάλων διηγήμασιν, ἐπ' ὀλίγον τῷ ἀδελφῷ συγγεγονότα καὶ τοσοῦτον παρὰ τῆς θείας γλώττης ἐκκαθαρθέντα, ὅσον ἐπιγνῶναι μόνον τὴν ζημίαν τῶν ἀμυήτων τοῦ λόγου· ἔπειτα μέντοι τοῖς σοῖς, εἴ ποτε σχολὴν ἄγοιμι, κατὰ σπουδὴν πᾶσαν ἐνδιατρίβοντα ἐραστὴν γενέσθαι τοῦ ὑμετέρου κάλλους, τυχεῖν δὲ μηδέπω
13.5.1
τοῦ ἔρωτος. εἰ μὲν οὖν, ὥσπερ αὐτὸς ἐγὼ κρίνω, τὰ καθ' ἡμᾶς ἐστιν οὐδέν, οὐδαμοῦ ὁ διδάσκαλος ἡμῶν· εἰ δὲ τὴν σὴν ὑπόληψιν, ἣν ἐφ' ἡμῖν ἔσχες, μὴ ἀληθεύειν οὐ θέμις, ἀλλά τινες ἐν τῷ λόγῳ [καὶ ὑμεῖς] καὶ ἡμεῖς οὐκ ἀπόβλητοι παρὰ σοί γε κριτῇ, δὸς τολμῆσαι σοὶ τῶν ἡμετέρων ἀνα
13.6.1
θεῖναι τὴν αἰτίαν. εἰ γὰρ Βασίλειος μὲν τοῦ ἡμετέρου προστάτης λόγου, ἐκείνῳ δὲ ὁ πλοῦτος ἐκ τῶν σῶν ἦν θησαυρῶν, τὰ σὰ κεκτήμεθα καὶ εἰ δι' ἑτέρων ὑπεδεξάμεθα· εἰ δὲ ὀλίγα ταῦτα, ὀλίγον ἐν τοῖς ἀμφορεῦσι τὸ ὕδωρ, ἀλλ' ἐκ τοῦ Νείλου ὅμως.

Intertext edge

Open linked passage

Note