Epistulae
Gregory of Nyssa (gregory-of-nyssa)Epis 15 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
Καὶ τῶν ἄλλων ἁπάντων μικροῦ δεῖν, ὅσα ποιεῖ τοὺς κεκτημένους εὐδαίμονας, πένητες οἱ Καππαδόκαι ἡμεῖς,
15.2.1
πλέον δὲ πάντων πένητες τῶν γράφειν δυναμένων. τοῦτό τοι καὶ τῆς πολλῆς τοῦ λόγου βραδυτῆτος αἴτιον· πρὸ πλείονος γάρ μοι χρόνου πεπονημένης τῆς πρὸς τὴν αἵρε σιν ἀντιρρήσεως, ὁ μεταγράφων οὐκ ἦν, καὶ τῶν ὑπογραφέων ἡ ἀπορία ῥᾳθυμίας ἡμῖν κατὰ τὸ εἰκὸς ἢ τῆς περὶ
15.3.1
τὸν λόγον ἀσθενείας προσετρίψατο ἂν ὑπόνοιαν. ἀλλ' ἐπειδὴ νῦν γοῦν κατὰ θεοῦ χάριν ὅ τε γράφων καὶ ὁ δοκιμάζων τὰ γεγραμμένα εὑρέθησαν, ἀπέσταλκα ὑμῖν οὐ, καθώς φησιν ὁ Ἰσοκράτης, δῶρον τὸν λόγον (οὐδὲ γάρ τι τοιοῦτον ἐν τούτῳ λογίζομαι, ὡς ἀντὶ κτήματος τῷ δεξομένῳ γενέσθαι), ἀλλ' ὡς ἂν γένοιτο ὑμῖν προτροπή, ὥστε σφριγῶντας τῇ ἀκμῇ τῆς νεότητος καταθαρσῆσαι τῆς πρὸς τοὺς ἐναντίους μάχης, ἐν τῇ τοῦ γέροντος προθυμίᾳ τὸ τῆς
15.4.1
νεότητος εὐθαρσὲς ἀνεγείροντας. εἰ δὲ φανείη τι τῶν ἐκ τοῦ λόγου καὶ τῆς ἀκοῆς τοῦ σοφιστοῦ ἄξια, δοκιμάσαντες μέρη τινά, τὰ πρὸ τῶν ἀγώνων μάλιστα, ὅσα τῆς ἐπιλεκτικῆς ἐστιν ἰδέας, ἀνενέγκατε· ἴσως δέ τινα καὶ τῶν δογματικῶν φανήσεται ὑμῖν οὐκ ἀχαρίστως ἡρμηνευμένα. ἅπερ δ' ἀναγινώσκοιτε, δῆλον ὅτι ὡς διδασκάλῳ καὶ διορθωτῇ ἀναγνώσεσθε.