Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη· ὅταν τῆς μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται, τότε μύρῳ τὰς πτέρυγας αὐτῆς ὑποχρίσαντες ἐῶσι συναγελασθῆναι ταῖς ἔξωθεν· ἡ δὲ τοῦ μύρου τῇ εὐωδίᾳ τὴν αὐτόνομον ταύτην ἀγέλην τιθασὸν ποιεῖται τῷ προεμένῳ· πρὸς γὰρ τὰς εὐπνοούσας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε
21.2.1
καὶ εἰσοικίζονται. τί δὲ βουλόμενος ἐντεῦθεν προοιμιάζομαι; ὅτι τὸν υἱὸν Βασίλειον τόν ποτε Διογένην τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτῷ συναναπτῆναι καὶ καταλαβεῖν τὴν καλιάν, ἣν παρ' ἡμῖν ὁ
21.3.1
προειρημένος ἐπήξατο. εἰ ταῦτα γένοιτο καὶ ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν εὐγένειαν πρὸς τὸν ὑψηλότερον βίον μεταθεμένην, τὴν χρεωστουμένην παρ' ἐμοῦ τῷ θεῷ εὐχαριστίαν ἀποπληρώσαιμι.

Intertext edge

Open linked passage

Note