Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι. ἐγὼ τοὺς ἅπαξ ἀνατεθεικότας ἑαυτοὺς τῇ ὑψηλῇ πολιτείᾳ καλῶς ἔχειν φημὶ πρὸς τὰς τοῦ εὐαγγελίου διὰ παντὸς ἀποβλέπειν φωνάς, καὶ ὥσπερ οἱ τῷ κανόνι τὸ ὑποκείμενον ἀπευθύνοντες κατὰ τὴν ἐπὶ τοῦ κανόνος εὐθεῖαν τὰ σκολιὰ τοῦ ἐν χερσὶν εἰς εὐθύτητα μεταβάλλουσιν, οὕτως προσή κειν ἡγοῦμαι οἷόν τινα κανόνα ὀρθὸν καὶ ἀδιάστροφον, τὴν εὐαγγελικὴν λέγω δὴ πολιτείαν, τούτοις ἐπιβάλλοντας
2.2.1
κατ' ἐκείνην πρὸς τὸν θεὸν ἀπευθύνεσθαι. ἐπεὶ τοίνυν εἰσί τινες τῶν τὸν μονήρη καὶ ἰδιάζοντα βίον ἐπανῃρημέ νων, οἷς ἐν μέρει εὐσεβείας νενόμισται τὸ τοὺς ἐν Ἱεροσο λύμοις τόπους ἰδεῖν, ἐν οἷς τὰ σύμβολα τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ κυρίου ὁρᾶται, καλῶς ἂν ἔχοι πρὸς τὸν κανόνα βλέπειν, καὶ εἰ ταῦτα βούλεται ἡ παρὰ τῶν ἐντο λῶν χειραγωγία, ποιεῖν τὸ ἔργον ὡς πρόσταγμα κυρίου· εἰ δὲ ἔξω ἐστὶ τῶν ἐντολῶν τοῦ δεσπότου, οὐκ οἶδα τί θέλει [τί ἐστι] τὸ διατεταγμένον ποιεῖν, αὐτὸν ἑαυτῷ τοῦ
2.3.1
καλοῦ νόμον γινόμενον. ὅπου προσκαλεῖται πρὸς τὴν κλη ρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν ὁ κύριος τοὺς εὐλο γημένους, τὸ ἀπελθεῖν εἰς Ἱεροσόλυμα ἐν τοῖς κατορθώ μασιν οὐκ ἀπηρίθμησεν· ὅπου τὸν μακαρισμὸν διαγγέλλει, τὴν τοιαύτην σπουδὴν οὐ περιέλαβεν. ὃ δὲ μήτε μακάριον ποιεῖ μήτε πρὸς τὴν βασιλείαν εὔθετον, ἀντὶ τίνος σπου
2.4.1
δάζεται, ὁ νοῦν ἔχων ἐπισκεψάσθω. καὶ εἰ μὲν ἐπωφελὲς ἦν τὸ γινόμενον, οὐκ ἦν οὐδὲ οὕτως καλὸν παρὰ τῶν τε λείων σπουδάζεσθαι· ἐπεὶ δὲ καταμανθάνομεν δι' ἀκρι βείας τὸ γινόμενον καὶ ψυχικὴν προστρίβεσθαι βλάβην τοῖς τὸν ἀκριβῆ βίον ἐνστησαμένοις, οὐκ ἔστι τῆς μακρᾶς σπου δῆς ἄξιον ἀλλὰ τῆς μεγίστης φυλακῆς, ὡς μηδενὶ τῶν καταβλαπτόντων ὁ κατὰ θεὸν προῃρημένος ζῆν περιπείροιτο.
2.5.1
τί οὖν ἐστιν ἐν τούτοις τὸ βλάπτον; ἡ σεμνὴ πολιτεία πᾶσι πρόκειται καὶ ἀνδράσι καὶ γυναιξίν· ἴδιον δὲ τοῦ κατὰ φιλοσοφίαν βίου ἡ εὐσχημοσύνη, αὕτη δὲ ἐν τῷ ἀμίκτῳ καὶ ἰδιάζοντι [βίῳ] τῆς ζωῆς κατορθοῦται, ὡς ἀνεπίμικτον καὶ ἀσύγχυτον εἶναι τὴν φύσιν, μήτε τῶν γυναι κῶν ἐν ἀνδράσι μήτε τῶν ἀνδρῶν ἐν γυναιξὶ πρὸς τὰ παρα
2.6.1
τετηρημένα τῆς ἀσχημοσύνης ὁρμώντων. ἀλλ' ἡ τῆς ὁδοι πορίας ἀνάγκη ἀναιρεῖ τὴν ἐν τούτοις ἀκρίβειαν καὶ πρὸς ἀδιαφορίαν τῶν παρατετηρημένων ἄγει· ἀμήχανον γὰρ γυ ναικὶ τοσαύτην ὁδὸν διαδραμεῖν, εἰ μὴ τὸν διασῴζοντα ἔχοι καὶ διὰ τὴν φυσικὴν ἀσθένειαν ἀναγομένη ἐπὶ τὸ ὑποζύγιον κἀκεῖθεν καταγομένη καὶ ἐν ταῖς δυσχερείαις παρακρατουμένη. ὅπερ δ' ἂν ὑποθώμεθα, εἴτε γνώριμον ἔχει τὸν τὴν θεραπείαν ἀποπληροῦντα εἴτε μισθωτὸν τὸν τὴν διακονίαν παρεχόμενον, καθ' ἑκάτερον μέρος οὐ δια φεύγει τὴν μέμψιν τὸ γινόμενον· οὔτε γὰρ τῷ ξένῳ ἑαυ τὴν προσαναπαύουσα οὔτε τῷ ἰδίῳ τὸν τῆς σωφροσύνης
2.7.1
φυλάττει νόμον. τῶν δὲ κατὰ τοὺς ἀνατολικοὺς τόπους πανδοχείων καὶ καταλυμάτων καὶ πόλεων πολλὴν τὴν ἄδειαν καὶ πρὸς τὸ κακὸν τὴν ἀδιαφορίαν ἐχόντων, πῶς ἔσται δυνατὸν τὸν διὰ καπνοῦ παριόντα μὴ δριμυχθῆναι τὰς ὄψεις, ὅπου μολύνεται μὲν ἀκοή, μολύνεται δὲ ὀφθαλ μός, μολύνεται δὲ καρδία δι' ὀφθαλμῶν καὶ ἀκοῆς δεχο μένη τὰ ἄτοπα; πῶς ἔσται δυνατὸν ἀπαθῶς παρελθεῖν
2.8.1
τοὺς ἐμπαθεῖς τόπους; τί δὲ καὶ πλέον ἕξει ὁ ἐν τοῖς τόποις ἐκείνοις γενόμενος, ὡς μέχρι τοῦ νῦν σωματικῶς τοῦ κυρίου ἐν ἐκείνοις τοῖς τόποις διάγοντος ἡμῶν δὲ ἀποφοιτῶντος, ἢ ὡς τοῦ ἁγίου πνεύματος παρὰ τοῖς Ἱεροσολυμίταις πλεονάζοντος πρὸς δὲ ἡμᾶς διαβῆναι ἀδυ
2.9.1
νατοῦντος; καὶ μὴν εἰ ἔστιν ἐκ τῶν φαινομένων θεοῦ παρ ουσίαν τεκμήρασθαι, μᾶλλον ἄν τις ἐν τῷ ἔθνει τῶν Καπ παδοκῶν τὸν θεὸν διαιτᾶσθαι νομίσειεν ἤπερ ἐν τοῖς ἔξω τόποις· ὅσα γάρ ἐστιν ἐν τούτοις θυσιαστήρια, δι' ὧν τὸ ὄνομα τοῦ κυρίου δοξάζεται, οὐκ ἄν τις τὰ πάσης σχεδὸν
2.10.1
τῆς οἰκουμένης ἐξαριθμήσαιτο [θυσιαστήρια]. ἔπειτα καὶ εἰ ἦν πλείων ἡ χάρις ἐν τοῖς κατὰ Ἱεροσόλυμα τόποις, οὐκ ἂν ἐπεχωρίαζε τοῖς ἐκεῖ ζῶσιν ἡ ἁμαρτία· νῦν μέντοι οὐκ ἔστιν ἀκαθαρσίας εἶδος ὃ μὴ τολμᾶται παρ' αὐτοῖς, καὶ πορνεῖαι καὶ μοιχεῖαι καὶ κλοπαὶ καὶ εἰδωλολατρεῖαι καὶ φαρμακεῖαι καὶ φθόνοι καὶ φόνοι· καὶ μάλιστά γε τὸ τοιοῦτον ἐπιχωριάζει κακόν, ὥστε μηδαμοῦ τοιαύτην ἑτοι μότητα εἶναι πρὸς τὸ φονεύειν ὅσην ἐν τοῖς τόποις ἐκεί νοις, θηρίων δίκην τῷ αἵματι τῶν ὁμοφύλων ἐπιτρεχόντων ἀλλήλοις ψυχροῦ κέρδους χάριν. ὅπου τοίνυν ταῦτα γίνεται, ποίαν ἀπόδειξιν ἔχει τὸ πλείονα χάριν εἶναι ἐν τοῖς τόποις ἐκείνοις;
2.11.1
Ἀλλ' οἶδα τὸ ἀντιλεγόμενον τῶν πολλῶν πρὸς τὰ παρ' ἐμοῦ εἰρημένα· λέγουσι γάρ·" 1Διὰ τί ταῦτα καὶ ἐπὶ σεαυ τὸν οὐκ ἐνομοθέτησας; εἰ γὰρ μηδὲν ἦν κέρδος τῷ κατὰ θεὸν ἐκδημήσαντι ἀντὶ τοῦ γενέσθαι ἐκεῖ, ὑπὲρ τίνος μάτην
2.12.1
ὑπέστης τὴν τοσαύτην ὁδόν;" 2 ἀκουσάτωσαν οὖν τῆς ὑπὲρ τούτων παρ' ἐμοῦ ἀπολογίας. ἐμοὶ διὰ τὴν ἀνάγκην ταύ την, ἐν ᾗ ζῆν ἐτάχθην παρὰ τοῦ οἰκονομοῦντος ἡμῶν τὴν ζωήν, ἐγένετο τῆς ἁγίας συνόδου, διορθώσεως ἕνεκεν τῆς κατὰ τὴν Ἀραβίαν ἐκκλησίας, μέχρι τῶν τόπων γενέσθαι· καὶ ἐπειδὴ ὅμορός ἐστιν ἡ Ἀραβία τοῖς κατὰ Ἱεροσόλυμα τόποις, ὑπεσχόμην ὡς καὶ συσκεψόμενος τοῖς προεστῶσι τῶν ἐν Ἱεροσολύμοις ἁγίων ἐκκλησιῶν διὰ τὸ εἶναι αὐτῶν ἐν ταραχῇ τὰ πράγματα καὶ χρῄζειν τοῦ
2.13.1
μεσιτεύοντος. ἔπειτα δὲ καὶ τοῦ εὐσεβεστάτου βασιλέως παρασχομένου τὴν εὐκολίαν τῆς ὁδοῦ διὰ δημοσίου ὀχή ματος, οὐδεμία ἡμῖν ἀνάγκη ἐγένετο ταῦτα πάσχειν ἃ καὶ ἐπὶ τῶν ἄλλων κατενοήσαμεν· τὸ γὰρ ὄχημα ἡμῖν ἀντὶ ἐκκλησίας καὶ μοναστηρίου ἦν, διὰ πάσης τῆς ὁδοῦ συμψαλλόντων
2.14.1
πάντων καὶ συννηστευόντων τῷ κυρίῳ. τὸ οὖν ἡμέτερον μηδένα σκανδαλιζέτω, μᾶλλον δὲ πιθανὴ γενέσθω ἡ συμβουλία ἡμῶν, ὅτι περὶ ὧν τὼ ὀφθαλμὼ ὑπεβάλομεν,
2.15.1
περὶ τούτων καὶ συμβουλεύομεν. ἡμεῖς γὰρ τὸν ἐπιφα νέντα Χριστὸν εἶναι θεὸν ἀληθινὸν ὡμολογήσαμεν καὶ πρὶν ἐπὶ τοῦ τόπου γενέσθαι καὶ μετὰ ταῦτα, οὔτε τῆς πίστεως ἐλαττουμένης οὔτε μετὰ ταῦτα προσαυξηθείσης, καὶ τὴν διὰ τῆς παρθένου ἐνανθρώπησιν καὶ πρὸ τῆς Βηθλεὲμ ἠπιστάμεθα, καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν καὶ πρὸ τοῦ μνήματος ἐπιστεύσαμεν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν καὶ δίχα τοῦ τὸ ὄρος ἰδεῖν τῶν Ἐλαιῶν ἀληθῆ εἶναι ὡμολογήσα μεν· τοσοῦτον δὲ μόνον ἐκ τῆς ὁδοιπορίας ὠφελήθημεν, ὅσον ἐν συγκρίσει γνῶναι ὅτι τὰ ἡμέτερα τῶν ἔξω πολὺ ἁγιώτερά ἐστιν.
2.16.1
Ὅθεν Οἱ φοβούμενοι τὸν κύριον, ἐν οἷς ἐστε τόποις, αἰνέ σατε αὐτόν· θεοῦ γὰρ προσεγγισμὸν τοπικὴ μετάστασις οὐ κατεργάζεται, ἀλλ' ὅπουπερ ἂν ᾖς, πρὸς σὲ ἥξει ὁ θεός, ἐάν γε τὸ τῆς ψυχῆς σου καταγώγιον τοιοῦτον εὑρεθῇ, ὥστε ἐνοι
2.17.1
κῆσαι τὸν κύριον ἐν σοὶ καὶ ἐμπεριπατῆσαι. εἰ δὲ πλήρη ἔχεις τὸν ἔσω ἄνθρωπον λογισμῶν πονηρῶν, κἂν ἐπὶ τοῦ Γολγοθᾶ ᾖς κἂν ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν κἂν ὑπὸ τὸ μνῆμα τῆς Ἀναστάσεως, τοσοῦτον ἀπέχεις τοῦ τὸν Χριστὸν δέξασθαι ἐν
2.18.1
ἑαυτῷ ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ὁμολογήσαντες. συμβούλευσον οὖν, ἀγαπητέ, τοῖς ἀδελφοῖς ἐκδημεῖν ἀπὸ τοῦ σώματος πρὸς τὸν κύριον καὶ μὴ ἀπὸ Καππαδοκίας εἰς Παλαιστίνην. εἰ δέ τις τὴν τοῦ κυρίου φωνὴν προβάλοιτο τὴν παραγγείλασαν τοῖς μαθηταῖς μὴ χωρίζεσθαι ἀπὸ Ἱεροσολύμων, νοησάτω τὸ εἰρημένον. ἐπειδήπερ ἡ τοῦ ἁγίου πνεύματος χάρις καὶ διανομὴ οὔπω ἐπεφοίτησε τοῖς ἀποστόλοις, προσέταξεν αὐτοῖς ὁ κύριος ἐπὶ τὸ αὐτὸ μένειν, ἕως ἂν ἐνδύσωνται δύναμιν
2.19.1
ἐξ ὕψους. εἰ μὲν οὖν ὃ ἦν ἀπ' ἀρχῆς, ἐγίνετο μέχρι τοῦ νῦν, τοῦ ἁγίου πνεύματος ἐν εἴδει πυρὸς τῶν χαρισμάτων οἰκονο μοῦντος ἕκαστον, ἔδει πάντας εἶναι ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἡ διανομὴ τοῦ χαρίσματος ἐγίνετο· εἰ δὲ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ οἱ ἐνταῦθα πιστεύσαντες μέτοχοι γίνονται τοῦ χαρίσματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ κατὰ τὴν ἐπιδημίαν τὴν ἐν Ἱεροσολύμοις.

Intertext edge

Open linked passage

Note