Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1.1
ἀδελφόν Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ Πέτρος ἐν κυρίῳ χαίρειν. Ἐντυχὼν τοῖς γράμμασι τῆς ὁσιότητός σου καὶ κατανοήσας ἐν τῷ κατὰ τῆς αἱρέσεως λόγῳ τὸν ὑπὲρ τῆς ἀληθείας καὶ τὸν ὑπὲρ τοῦ ἁγίου πατρὸς ἡμῶν ζῆλον, οὐ τῆς σῆς δυνάμεως ἔργον εἶναι τὸν λόγον ᾠήθην, ἀλλὰ τοῦ
30.2.1
τὴν ἀλήθειαν ἐν τοῖς ἑαυτοῦ δούλοις λαλεῖσθαι οἰκονομή σαντος· ὥσπερ δὲ τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν αὐτῷ τῷ πνεύματι τῆς ἀληθείας ἀναθεῖναι καλῶς ἔχειν φημί, οὕτω μοι δοκεῖ δεῖν καὶ τὴν κατὰ τῆς ὑγιαινούσης πίστεως σπουδὴν οὐκ εἰς Εὐνόμιον ἀλλ' εἰς αὐτὸν ἀναφέρειν τὸν πατέρα
30.3.1
τοῦ ψεύδους. καὶ ἔοικεν ὁ ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ὁ ἐν ἐκείνῳ φθεγξάμενος καθ' ἑαυτοῦ σπουδαίως ἠκονηκέναι τὸ ξίφος· εἰ γὰρ μὴ ἐκεῖνος τοσοῦτον κατὰ τῆς ἀληθείας ἀπεθρασύνετο, οὐδεὶς ἄν σε πρὸς συνηγορίαν τῶν τῆς εὐσεβείας δογμάτων ἐκίνησεν· Ὁ οὖν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ἔδωκεν αὐτοῖς, ὡς ἂν μάλιστα τὸ σαθρόν τε καὶ ἀσύστατον τοῦ δόγματος αὐτῶν διελεγχθείη, καὶ φρυάξασθαι κατὰ τῆς ἀληθείας καὶ τὰ κενὰ μελετῆσαι
30.4.1
διὰ τῆς κενῆς ταύτης λογογραφίας. ἐπειδὴ τοίνυν Ὁ ἐναρξάμενος ἔργον ἀγαθὸν ἐπιτελέσει, μὴ ἀποκάμῃς ὑπηρετῶν τῇ δυνάμει τοῦ πνεύματος, μηδὲ ἡμιτελῆ ποιήσῃς τὴν ἀριστείαν τῶν κατὰ τῆς δόξης τοῦ Χριστοῦ στρατευομένων, ἀλλὰ μίμησαι τὸν γνήσιόν σου πατέρα, ὃς κατὰ τὸν ζηλωτὴν Φινεὲς τῇ μιᾷ πληγῇ τοῦ ἐλέγχου τὸν μαθητὴν τῷ διδασκάλῳ συναπεκέντησεν· οὕτως καὶ σὺ εὐτόνως τῇ χειρὶ τοῦ λόγου δι' ἀμφοτέρων τῶν αἱρετικῶν βιβλίων ὦσον τὴν τοῦ πνεύματος μάχαιραν, ἵνα μὴ τὴν κεφαλὴν συντεθλασμένος ὁ ὄφις κατὰ τὴν οὐρὰν περισπαίρων τοὺς ἀκεραιοτέρους φοβῇ· τῶν γὰρ πρώτων τοῦ λόγου ἀναιρεθέντων, ἐὰν τὸ τελευταῖον ἀνεξέταστον ἀφεθῇ, ἰσχύν τινα κατὰ
30.5.1
τῆς ἀληθείας ἔχειν παρὰ τοῖς πολλοῖς νομισθήσεται. ὁ δὲ ἐμφαινόμενος τῷ λόγῳ θυμὸς τὴν τοῦ ἅλατος χάριν τοῖς τῆς ψυχῆς αἰσθητηρίοις παρέχεται· ὡς γὰρ οὐ βρωθήσεται κατὰ τὸν Ἰὼβ ἄρτος ἄνευ ἁλός, οὕτως ἄπληκτος ἂν ἦν καὶ ἀκίνητος εἰς ἐπιθυμίαν ὁ λόγος μὴ τοῖς ἀμυκτικωτέροις
30.6.1
τῶν τοῦ θεοῦ ῥημάτων ἐφηδυνόμενος. θάρσει τοίνυν ὡς καλὸν ὑπόδειγμα τῷ μετὰ ταῦτα βίῳ γενόμενος, διδάσκων ὅπως χρὴ τοὺς εὐγνώμονας παῖδας πρὸς τοὺς ἀγαθοὺς ἔχειν πατέρας. εἰ μὲν γὰρ περιόντος ἔτι τῇ ἀνθρωπίνῃ ζωῇ τοῦ ἁγίου τὴν τοιαύτην ἐπεδείκνυσο κατὰ τῶν ἀποθρασυνομένων εἰς τὴν ὑπόληψιν ἐκείνου σπουδήν, οὐκ ἂν ἴσως διέφυγες τὴν τοῦ δοκεῖν κόλαξ τις εἶναι διαβολήν· νυνὶ δὲ τὸ γνήσιον καὶ ἀληθὲς τῆς ψυχῆς, ὅπως ἔχεις εὐνοίας περὶ ἐκεῖνον τὸν διὰ τῶν πνευματικῶν σε ὠδίνων εἰς φῶς ἀγαγόντα, ἡ περὶ τὸν κατοιχόμενον σπουδὴ καὶ ἡ κατὰ τῶν ἐχθρῶν αὐτοῦ ἀγανάκτησις σαφῶς ἐπιδείκνυσιν. ἔρρωσο. 5βις. τ ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ κατὰ Σεβάστειαν αἰτηθεῖσα 5βις. 1 Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κατασκευαζομένης καθ' ἡμῶν δυσφημίας παρὰ τῶν μισούντων τὴν εἰρήνην καὶ καταλαλούντων λάθρᾳ τῶν πλησίον αὐτῶν καὶ μὴ φοβουμένων τὸ φοβερὸν καὶ μέγα κριτήριον τοῦ ἐπαγγειλαμένου καὶ περὶ τῶν ἀργῶν ῥημάτων ἀπαιτήσειν τὸν λόγον ἐν τῇ προσδοκωμένῃ τῆς ζωῆς ἡμῶν ἐξετάσει, λέγοντες τὰ περιθρυλούμενα καθ' ἡμῶν ἐγκλήματα εἶναι τοιαῦτα, ὅτι ἡμεῖς ὑπεναντία φρονοῦμεν τοῖς κατὰ Νίκαιαν ἐκθεμένοις τὴν ὀρθὴν καὶ ὑγιαίνουσαν πίστιν καὶ ὅτι τοὺς ἐν Ἀγκύρᾳ ἐπ' ὀνόματι Μαρκέλλου ποτὲ τὴν σύναξιν ἔχοντας ἀκρίτως καὶ ἀνεξετάστως εἰς τὴν κοινωνίαν 5βις. 2 τῆς καθολικῆς ἐκκλησίας παρεδεξάμεθα. ἵνα οὖν μὴ κατακρατῇ τῆς ἀληθείας τὸ ψεῦδος, δι' ἑτέρων γραμμάτων αὐτάρκη ἐποιησάμεθα τὴν ὑπὲρ τῶν ἐπενεχθέντων ἡμῖν ἐγκλημάτων ἀπολογίαν, καὶ ἐπὶ τοῦ κυρίου διεβεβαιωσάμεθα μήτε τῆς πίστεως τῶν ἁγίων πατέρων ἐκβεβηκέναι μήτε περὶ τῶν προσθεμένων ἐκ τῆς Μαρκέλλου συνάξεως εἰς τὴν ἐκκλησιαστικὴν κοινωνίαν ἀκρίτως καὶ ἀνεξετάστως τι πεποιηκέναι· ἀλλὰ τῶν κατὰ Ἀνατολὴν ὀρθοδόξων καὶ συλλειτουργῶν ἐπιτρεψάντων βουλεύσασθαι τὰ περὶ τῶν ἀνθρώπων καὶ τοῖς γεγενημένοις συναινεσάντων, πάντα 5βις. 3 ἐπράξαμεν. ἐπειδὴ δὲ τὴν ἀπολογίαν ἐκείνην ἔγγραφον ἡμῶν ποιησαμένων, πάλιν τινὲς τῶν ὁμοψύχων ἀδελφῶν ἰδίως ἐκ τῆς ἡμετέρας φωνῆς ἐπεζήτησαν γενέσθαι τὴν τῆς πίστεως ἔκθεσιν καθ' ἣν πεπληροφορήμεθα, ταῖς θεοπνεύστοις φωναῖς καὶ τῇ παραδόσει τῶν πατέρων ἀκολουθοῦντες ἀναγκαῖον ἐλογισάμεθα καὶ περὶ τούτων βραχέα διαλεχθῆναι. 5βις. 4 Ἡμεῖς τὴν τοῦ κυρίου διδασκαλίαν, ἣν πρὸς τοὺς μαθητὰς ἐποιήσατο παραδιδοὺς αὐτοῖς τὸ τῆς εὐσεβείας μυστήριον, θεμέλιον εἶναι καὶ ῥίζαν τῆς ὀρθῆς καὶ ὑγιαινούσης πίστεως ὁμολογοῦμεν, καὶ οὔτε ὑψηλότερον τῆς παραδόσεως ἐκείνης οὔτε ἀσφαλέστερον ἄλλο τι εἶναι πιστεύομεν. ἡ δὲ τοῦ κυρίου διδασκαλία ἐστὶν αὕτη· Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου 5βις. 5 πνεύματος. ἐπειδὴ τοίνυν ἡ ζωοποιὸς δύναμις ἐπὶ τῶν ἐκ τοῦ θανάτου πρὸς τὴν αἰώνιον ζωὴν ἀναγεννωμένων διὰ τῆς ἁγίας τριάδος παραγίνεται τοῖς μετὰ πίστεως καταξιουμένοις τῆς χάριτος, καὶ ὁμοίως ἀτελὴς ἡ χάρις ἑνός τινος οἵου δήποτε τῶν ἐκ τῆς ἁγίας τριάδος ὀνομάτων παραλειφθέντος ἐν τῷ σωτηρίῳ βαπτίσματιοὐ γὰρ χωρὶς πατρὸς ἐν μόνῳ υἱῷ καὶ πνεύματι τὸ μυστήριον τελεῖται τῆς ἀναγεννήσεως, οὔτε υἱοῦ σιωπηθέντος ἐν πατρὶ καὶ πνεύματι τὸ τέλειον τῆς ζωῆς παραγίνεται τῷ βαπτίσματι, οὔτε ἐν πατρὶ καὶ υἱῷ παρεθέντος τοῦ πνεύματος ἐκτελεῖται ἡ τῆς ἀναστάσεως χάρις, διὰ τοῦτο πᾶσαν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν τῆς τῶν ψυχῶν ἡμῶν σωτηρίας ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἔχομεν διὰ τῶν ὀνομάτων τούτων γνωριζομένην· καὶ πιστεύομεν εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ εἰς τὸν μονογενῆ υἱὸν τοῦ πατρός, ὅς ἐστιν ἀρχηγὸς τῆς ζωῆς, καθώς φησιν ὁ ἀπόστολος, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, περὶ οὗ εἶπεν ὁ κύριος ὅτι Τὸ πνεῦμά ἐστι τὸ 5βις. 6 ζωοποιοῦν. καὶ ἐπειδὴ τοῖς λυτρωθεῖσιν ἡμῖν ἀπὸ τοῦ θανάτου ἡ χάρις τῆς ἀφθαρσίας διὰ τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστεως ἐν τῷ σωτηρίῳ βαπτίσματι, καθὼς εἰρήκαμεν, παραγίνεται, ἐκ τούτων ὁδηγούμενοι οὐδὲν δοῦλον οὐδὲ κτιστὸν οὐδὲ τῆς μεγαλειότητος τοῦ πατρὸς ἀνάξιον τῇ ἁγίᾳ τριάδι συναριθμεῖσθαι πιστεύομεν, ἐπειδὴ μία ἐστὶν ἡ ζωὴ ἡμῶν ἡ διὰ τῆς εἰς τὴν ἁγίαν τριάδα πίστεως εἰς ἡμᾶς παραγενομένη, ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων πηγάζουσα, διὰ δὲ τοῦ υἱοῦ προϊοῦσα, ἐν δὲ τῷ ἁγίῳ πνεύματι ἐνεργουμένη. 5βις. 7 ταύτην οὖν ἔχοντες τὴν πληροφορίαν βαπτιζόμεθα μὲν ὡς προσετάχθημεν, πιστεύομεν δὲ ὡς βαπτιζόμεθα, δοξάζομεν δὲ ὡς πιστεύομεν, ὥστε ὁμοφώνως τὸ βάπτισμα καὶ τὴν πίστιν καὶ τὴν δόξαν εἰς πατέρα εἶναι καὶ υἱὸν καὶ πνεῦμα 5βις. 8 ἅγιον. εἰ δέ τις δύο ἢ τρεῖς θεοὺς ἢ τρεῖς θεότητας λέγει, ἀνάθεμα ἔστω· καὶ εἴ τις κατὰ τὴν Ἀρείου διαστροφὴν ἐκ μὴ ὄντων λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι, ἀνάθεμα ἔστω. ὅσοι δὲ τῷ κανόνι τῆς ἀληθείας 5βις. 9 στοιχήσουσι καὶ τὰς τρεῖς ὁμολογοῦσιν ὑποστάσεις εὐσεβῶς ἐν τοῖς ἑαυτῶν ἰδιώμασι γνωριζομένας καὶ μίαν πιστεύουσιν εἶναι θεότητα μίαν ἀγαθότητα μίαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ οὕτως τὸ τῆς μοναρχίας οὐκ ἀθετοῦσι κράτος καὶ οὔτε εἰς πολυθεΐαν ἐκπίπτουσιν οὔτε τὰς ὑποστάσεις συγχέουσιν οὔτε ἐξ ἑτερογενῶν καὶ ἀνομοίων τὴν ἁγίαν τριάδα συντίθενται, ἀλλ' ἐν ἁπλότητι δέχονται τὸ τῆς πίστεως δόγμα πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι καταπιστεύοντες, οὗτοι κατὰ τὴν ἡμετέραν κρίσιν τὰ αὐτὰ φρονοῦσι, μεθ' ὧν καὶ ἡμεῖς ἔχειν ἐν κυρίῳ μέρος εὐχόμεθα.

Intertext edge

Open linked passage

Note