Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Νόμος τίς ἐστιν ἡμέτερος κλαίειν μετὰ κλαιόντων νομοθετῶν καὶ συγχαίρειν τοῖς χαίρουσιν, ἀλλὰ τούτων, ὡς ἔοικε, τὸ ἕτερον ἐφ' ἡμῶν τῆς νομοθεσίας ἐνεργόν ἐστι μόνον· πολλὴ γὰρ τῶν εὐθηνούντων ἡ σπάνις, ὡς μὴ ἔχειν εὑρεῖν ῥᾳδίως, τίσι τῶν ἀγαθῶν συμμετάσχωμεν, τῶν
7.2.1
δ' ὡς ἑτέρως πραττόντων ἀφθονία πολλή. ταῦτα προοιμιάζομαι διὰ τὴν δυστυχῆ τραγῳδίαν, ἣν πονηρός τις δαίμων ἐν τοῖς πάλαι γνησίοις ἐδραματούργησεν. νέος τις τῶν εὐπατριδῶν, Συνέσιος ὄνομα αὐτῷ, οὐκ ἔξω τοῦ ἐμοῦ γένους, ἐν ἀκμῇ τῆς ἡλικίας, οὔπω σχεδὸν τοῦ ζῆν ἀρξάμενος ἐν μεγάλοις κινδύνοις ἐστίν· ὃν ἐξελέσθαι μόνος ὁ θεὸς ἰσχὺν ἔχει, καὶ μετὰ τὸν θεὸν σὺ ὁ τὴν περὶ θανάτου
7.3.1
καὶ ζωῆς ψῆφον πεπιστευμένος. δυστύχημα γέγονεν ἀκούσιον· τίς δ' ἂν ἑκὼν δυστυχήσειε; καὶ νῦν ἔγκλημα τὴν δυστυχίαν πεποίηνται οἱ κατ' αὐτοῦ τὴν ἐπιθανάτιον ταύ
7.4.1
την δίκην συστήσαντες. ἀλλ' ἐκείνους μὲν ἰδίοις γράμμασι καθυρεῖναι τῆς ὀργῆς δυσωπῆσαι πειράσομαι, τὸ δὲ σὸν εὐμενὲς μετὰ τοῦ δικαίου καὶ μεθ' ἡμῶν γενέσθαι παρακαλῶ, ὅπως ἂν τὴν ἀθλιότητα τοῦ νέου ἡ σὴ φιλανθρωπία νικήσειε, πᾶσαν μηχανὴν ἐξευροῦσα, δι' ἧς ἔξω κινδύνων ἔσται ὁ νέος, τὸν πονηρὸν κατ' αὐτοῦ δαίμονα διὰ τῆς σῆς συμμαχίας
7.5.1
νικήσας. πάντα εἶπον ἐν κεφαλαίῳ ἃ βούλομαι· τὸ δὲ καθ' ἕκαστον ὑποτείνεσθαι ὅπως ἂν κατορθωθείη τὸ σπουδαζόμενον, οὔτε ἐμὸν ἂν εἴη τὸ λέγειν οὔτε σὸν τὸ διδάσκεσθαι.

Intertext edge

Open linked passage

Note