Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Ἐφ' ᾧ μάλιστα παρὰ τῶν σοφῶν ὁ βασιλεὺς τῶν Μακεδόνων θαυμάζεταιθαυμάζεται γὰρ οὐ τοσοῦτον τοῖς Μηδικοῖς τροπαίοις οὐδὲ τοῖς Ἰνδικοῖς τε καὶ περὶ τὸν Ὠκεανὸν διηγήμασιν, ὅσον ἐπὶ τῷ εἰπεῖν τὸν θησαυρὸν ἐν τοῖς φίλοις ἔχειν, τολμῶ καὶ αὐτὸς ἐν τῷ μέρει τούτῳ τοῖς ἐκείνου θαύμασιν ἐμαυτὸν ἀντεπᾶραι, καί μοι προσήκει τὸν τοιοῦτον μᾶλλον λόγον εἰπεῖν, ὅτι [δὲ] πλουτῶ τῇ φιλίᾳ καὶ ὑπεραίρω τῷ τοιούτῳ κτήματι τάχα καὶ αὐτὸν ἐκεῖνον
8.2.1
τὸν ἐπὶ τούτῳ μεγαλαυχούμενον. τίς γὰρ ἐκείνῳ τοιοῦτος φίλος, οἷος ἐμοὶ σύ, διὰ πάντων ἐν ἑκάστῳ τῆς ἀρετῆς εἴδει
8.3.1
πρὸς ἑαυτὸν ἁμιλλώμενος; πάντως γὰρ οὐκ ἄν τις ἐμοὶ ταῦτα λέγοντι κολακείαν ἐπικαλέσειε, πρός τε τὴν ἡλικίαν τὴν ἐμὴν καὶ πρὸς τὸν σὸν βίον βλέπων· ἔξωρός τε γὰρ ἤδη πρὸς κολακείαν ἡ πολιά, καὶ τὸ γῆρας εἰς θωπείαν ἀνεπιτήδειον, σοί τε, καὶ εἰ ἐν ὥρᾳ τοῦ κολακεύειν ἤμην ποτέ, ὁ ἔπαινος πρὸς ὑπόληψιν κολακείας οὐκ ἂν κατέπιπτε, τοῦ βίου πρὸ τῶν
8.4.1
λόγων δεικνύντος τὸν ἔπαινον. ἀλλ' ἐπειδὴ τῶν καλῶς πλουτούντων ἴδιον τὸ εἰδέναι κεχρῆσθαι οἷς ἔχουσιν, ἀρίστη δὲ χρῆσις τῶν παρόντων τὸ κοινὰ προτιθέναι τοῖς φίλοις ἃ ἔχουσι, φίλος δέ μοι πάντων μάλιστα διὰ πάσης γνησιότητος συνηρμοσμένος ὁ ποθεινότατος υἱὸς Ἀλέξανδρος, παρακλήθητι δεῖξαι αὐτῷ τὸν ἐμὸν θησαυρόν, καὶ μὴ δεῖξαι μόνον ἀλλὰ καὶ δαψιλῶς παρασχεῖν ἐμφορηθῆναι, τῷ προστῆναι
8.5.1
αὐτοῦ ὑπὲρ ὧν ἥκει τῆς σῆς προστασίας δεόμενος. λέξει δὲ δι' ἑαυτοῦ τὰ πάντα· οὕτω γὰρ εὐπρεπέστερον ἢ τὰ καθ' ἕκαστον ἐμὲ διεξιέναι τῷ γράμματι.

Intertext edge

Open linked passage

Note