Eustattrinitspir
Gregory of Nyssa (gregory-of-nyssa)Eustattrin 2 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
2.1
Ἔστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλάνθρωπον τὸ ἐπιτήδευμα καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος, εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθ' ὑγείας ἐξῇ ταύτην ἔχειν: ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. ἀλλὰ σοὶ διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. ταῦτα δὲ λέγω οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατ' ἐμαυτὸν διδαχθεὶς πείρᾳ ἐν πολλοῖς τε ἄλλοις καὶ διαφερόντως νῦν ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ, ἣν ῥεύματος πονηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. ἐγὼ γὰρ πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν καὶ ποικίλην καθ' ἡμῶν ἐπιχείρησιν ἀποβλέπων σιωπᾶν ᾤμην δεῖν καὶ δέχεσθαι καθ' ἡσυχίαν τὰ ἐπαγόμενα μηδὲ ἀνταίρειν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν αἰχμὴν εἰσωθοῦντι: σὺ δὲ καλῶς ποιῶν μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύσω, ἀλλὰ διελέγχειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους.