Eustattrinitspir
Gregory of Nyssa (gregory-of-nyssa)Eustattrin 3 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
3.1
Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθ' ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα, τοῦ δὲ ἀρνίου πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾶν: οὕτως οἷς τὸ καθ' ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν αἰτίας πλάττουσι καθ' ἡμῶν καὶ ἐγκλήματα καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετ' ὀλίγον δὲ ἄλλο καὶ αὖθις ἕτερον τῆς καθ' ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσιν. βέβηκε δὲ αὐτοῖς ἐπ' οὐδενὸς ἡ κακία, ἀλλ' ὅταν τούτου τοῦ ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται καὶ ἀπ' ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον: κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. τρεῖς θεοὺς πρεσβεύεσθαι παρ' ἡμῶν αἰτιῶνται καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλ' ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν ὅτι ἀναθεματίζεται παρ' ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεοὺς καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλ' ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθ' ἡμῶν ὁ Σαβέλλιος καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. καὶ πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον, τὴν ἀλήθειαν, προβαλλόμεθα δεικνύντες, ὅτι ἐπίσης τῷ Ἰουδαϊσμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν.