Eustattrinitspir
Gregory of Nyssa (gregory-of-nyssa)Eustattrin 4 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
4.1
Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα: ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὕτως τὸ ἔγκλημα καθ' ἡμῶν συντιθέντες: τρεῖς ὑποστάσεις ὁμολογοῦντας μίαν ἀγαθότητα, μίαν δύναμιν καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτο τῆς ἀληθείας φασί: λέγομεν γάρ. ἀλλ' ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει καὶ ἡ γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομίζομεν δίκαιον εἶναι τὴν παρ' αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ὀρθότητος ἀπόδειξιν ἡ συνήθεια, ἐξέσται καὶ ἡμῖν πάντως ἀντιπροβάλλεσθαι τὴν παρ' ἡμῖν ἐπικρατοῦσαν συνήθειαν: εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἐπακολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω γραφή, καὶ παρ' οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθ' ἡμῶν προενήνεκται: ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις, ἕτερον δὲ τὸ μηδέν τι τῶν θεοπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν( καθὼς εἴρηται) τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα καὶ πάντα ταῦτα μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως: οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς πάντως ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν.