Eustattrinitspir
Gregory of Nyssa (gregory-of-nyssa)Eustattrin 7 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
7.1
Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς πατέρα καὶ υἱὸν τὴν τοῦ πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. οὐκοῦν δειξάτωσαν διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφ' ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλότριον διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν: ἐπεὶ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς τῶν ζητούντων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν στοχαστικῶς ἀναλογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐνεργουμένας, διαφόρους εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχαζόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι( οὔτε ψύχει τὸ πῦρ οὔτε θερμαίνει ὁ κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπ' ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι. ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου ἐν μηδενὶ διαφέρουσάν τι ἢ παραλλάσσουσαν, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι. ἁγιάζει καὶ ζωοποιεῖ καὶ παρακαλεῖ καὶ πάντα τὰ τοιαῦτα ὁμοίως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μηδεὶς κατ' ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν ἀκούσας τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν πατέρα λέγοντος: Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,[ πᾶσα χάρις καὶ δύναμις,] ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθὸν ὃ μέχρις ἡμῶν καταβαίνει.