Eustattrinitspir
Gregory of Nyssa (gregory-of-nyssa)Eustattrin 8 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
8.1
ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία ἔν τε τῇ νοητῇ κτίσει καὶ ἐν τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερκειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντος. εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπ' ἐκείνων τὴν τοῦ πνεύματος δύναμιν ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν: ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ πατρὸς καὶ υἱοῦ τῇ δυνάμει τοῦ πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. τῆς γὰρ ἀνθρωπίνης φύσεως ἐκ ψυχῆς τε καὶ σώματος συγκεκραμένης, τῆς δὲ ἀγγελικῆς ἀσώματον τὴν ζωὴν κεκληρωμένης, εἰ μὲν ἐπὶ μόνων τῶν σωμάτων ἐνεργὸν ἦν τὸ πνεῦμα τὸ ἅγιον, ἡ δὲ ψυχὴ τῆς παρ' αὐτοῦ χάριτος ἀνεπίδεκτος ἦν, ἴσως ἄν τις ἐκ τούτου συνελογίσατο_τῆς ἐν ἡμῖν νοερᾶς τε καὶ ἀσωμάτου φύσεως ὑπὲρ τὴν τοῦ πνεύματος δύναμιν οὔσης_μηδὲ τὴν ἀγγελικὴν ζωὴν ἐπιδεᾶ τῆς ἐκείνου χάριτος εἶναι. εἰ δὲ κατὰ τὸ προηγούμενον ἡ τοῦ ἁγίου πνεύματος δωρεὰ τῆς ψυχῆς χάρις ἐστί, τῷ δὲ νοερῷ τε καὶ ἀειδεῖ συνῆπταί πως πρὸς τὴν ἀγγελικήν τε καὶ ἀσώματον ζωὴν ἡ τῆς ψυχῆς ἡμῶν κατασκευή, τίς οὐκ ἂν σύνθοιτο τῶν τὸ ἀκόλουθον βλέπειν ἐπισταμένων, ὅτι πᾶσα νοερὰ φύσις τῇ τοῦ ἁγίου πνεύματος οἰκονομεῖται διαταγῇ; ἐπειδὴ γὰρ εἴρηται Ὅτι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς οἱ ἄγγελοι, οὐκ ἔστι δὲ ἄλλως ἰδεῖν τὴν τοῦ πατρὸς ὑπόστασιν μὴ διὰ τοῦ χαρακτῆρος εἰς αὐτὴν ἀτενίσαντα, ὁ δὲ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως ὁ μονογενής ἐστι, τούτῳ δὲ πάλιν οὐκ ἄν τις προσεγγίσειε μὴ τῷ ἁγίῳ πνεύματι καταυγασθεὶς τὴν διάνοιαν, τί ἐκ τούτων ἀποδείκνυται; ὅτι οὐδὲ μιᾶς ἐνεργείας τῆς παρὰ πατρὸς ἐνεργουμένης τὸ ἅγιον πνεῦμα διακεχώρισται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον: ὥστε, κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας. κοινότης συνθήσεται.