In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 10 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Καὶ ὅλος ἐμπεσὼν ὁ ἀποστάτης ἀνθρώποις πᾶσαν αὐ τοῦ τὴν κακίαν ἱκανοῖς χωρῆσαι, Ἀρείῳ τε λέγω καὶ Ἀετίῳ, Εὐνομίῳ Εὐδοξίῳ, καὶ πρὸς τούτοις καὶ πολλοῖς ἄλλοις, δι' ὧν ἐκλείπουσαν ἤδη τὴν εἰδωλολατρείαν πάλιν, καθὼς εἴρηται, τῷ ὀνόμα τι τοῦ Χριστιανισμοῦ ἐπανήγαγεν, καὶ κατεκράτει τῶν ἀνθρώπων ἡ νόσος τῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα· ὡς καὶ τῇ συμμαχίᾳ τῶν τότε βασιλέων τὴν ἀπάτην κρατύ νεσθαι καὶ πάσας τὰς ὑπερεχούσας ἀρχὰς τῆς τοιαύτης ὑπερμάχεσθαι νόσου. καὶ πάντων μικροῦ δεῖν ἀνθρώπων πρὸς τὸ ἐπικρατοῦν μετατεθέντων τότε παρὰ τοῦ Θεοῦ ἀναδείκνυται ὁ μέγας Βασίλειος, καθάπερ ἐπὶ τοῦ Ἀχαὰβ ὁ Ἠλίας· καὶ τῆς ἱερωσύνης ἤδη τρόπον τινὰ πεπτωκυίας ἀντιλαμβανόμενος, ὥσπερ τινὰ λύχνον ἐκλελοιπότα τὸν τῆς πίστεως λόγον διὰ τῆς ἐνοικούσης αὐτῷ χάριτος ἀναλάμψαι πάλιν ἐποίησεν. καὶ οἷόν τις πυρσὸς τοῖς νύκτωρ διαπλανωμένοις κατὰ τὸ πέλαγος ὑπερφανεὶς τῆς Ἐκκλησίας, πάντας πρὸς τὴν εὐθεῖαν ὁδὸν ἐπέστρεψεν, ὑπάρχοις συμπλεκόμενος, στρατηλάταις συμμίσγων, βασιλεῦσι παρρησιαζόμενος, ἐπ' ἐκκλη σίαις βοῶν, τοὺς πόρρωθεν ἀφεστηκότας καθ' ὁμοιότητα Παύλου δι' ἐπιστολῶν προσαγόμενος, ἐκφεύγων τὰς τῶν συμπλεκομένων λαβάς, οὐκ ἔχων ὅπου κρατηθῇ παρὰ τῶν ἀντιπάλων, κρείττων μὲν γὰρ ἦν τῶν δημευόντων αὐτὸς ἑαυτὸν διὰ τὴν ἐλπίδα τῆς βασιλείας δημεύσας. τοῦ κατὰ τὴν ἐξορίαν φόβου ἀπήλλακτο, μίαν πατρίδα ἀνθρώπων τὸν παράδεισον εἶναι λέγων, πᾶσαν δὲ τὴν γῆν ὡς κοινὴν τῆς φύσεως ἐξορίαν βλέπων. ὁ δὲ καθ' ἡμέραν ἀποθνήσκων καὶ πάντοτε διὰ νεκρώσεως ἑκὼν δαπανώ μενος, πότε ἂν ἐφοβήθη τὸν θάνατον τὸν παρὰ τῶν ἐχθρῶν ἀπει λούμενον; ᾧ γε συμφορὰ ἦν τὸ μὴ πολλάκις δύνασθαι τοὺς τῶν μαρτύρων ἀγῶνας ὑπὲρ τῆς ἀληθείας μιμήσασθαι, ἑνὶ θανάτῳ ὑπεζευγμένης τῆς φύσεως. ὅς ποτε τῶν ὑπάρχων τινὶ τὸ ἧπαρ ἐξοίσειν αὐτοῦ τῶν σπλάγχνων καταπληκτικῶς ἀπειλήσαντι μειδιάματι τὴν ἀπαίδευτον ἀπειλὴν καταχλευάζων φησί· χάριν εἴσομαί σοι τῆς προαιρέσεως. καὶ γὰρ οὐ μετρίως ἀνιᾷ τὸ ἧπαρ τοῖς σπλάγχνοις ἐγκείμενον. ἐκβαλὼν οὖν αὐτό, καθὼς ἠπείλησας, τοῦ λυποῦντος ἐλευθερώσεις τὸ σῶμα.