In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 11 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Τί τοίνυν αὐτοῦ τὸ μεθ' ἑτέρους ἁγίους ἐπιδημῆσαι τῷ βίῳ κατασμικρύνει τὴν κατὰ Θεὸν εὐδοκίμησιν, ὡς διὰ τοῦτο τῶν ἐπὶ τοῖς ἁγίοις ἑορτῶν ἐλάττω δοκεῖν εἶναι τὴν ἐπὶ τού τῳ πανήγυριν; σκόπησον γάρ, εἰ δοκεῖ, πρὸς ἕνα τινὰ τῶν προλαβόντων ἁγίων τὸν τούτου βίον ἀντεξετάζων. ἠγάπησε τὸν Θεὸν ὁ Παῦλος· τοῦτο γὰρ δὴ τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ τῆς ἀγάπης λέγω· ἀφ' ἧς πᾶσα πίστις καὶ ἐλπὶς πᾶσα, καὶ τὸ ἐξ ὑπομονῆς προσδοκώμενον, καὶ τὸ ἐν παν τὶ καλῷ ἀμετάπτωτον, καὶ τὸ μετὰ παντὸς πνευματικοῦ χαρίσματος τὸ πλέον ἔχειν. ἀλλ' ἐξετάσωμεν πόσον ἦν ἐν Παύλῳ τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον, ἐρεῖς πάντως ὅτι ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας. τοῦτον γὰρ ἔδωκε τὸν ἀκρότατον τῆς πρὸς Θεὸν ἀγάπης ὅρον ὁ νόμος. οὐκοῦν ὁ πᾶσαν ἑαυτοῦ τὴν καρδίαν τε καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν ἀναθεὶς τῷ Θεῷ, καὶ πρὸς ἄλλο μηδὲν τῶν κατὰ τὸν βίον τοῦτον σπουδαζομένων ἐπιρρεπῶς διακείμενος, ἐν τῷ ἀκροτάτῳ γίνεται τῆς ἀγάπης ὅρῳ. εἰ μὲν οὖν ἔχει τις δεῖξαι τὸν τοῦ διδασκάλου βίον περί τι τῶν κατὰ τὸν κόσμον τοῦτον σπουδαζομένων ἔχοντα τὴν ῥοπήν, οἷον περὶ πλοῦτον ἢ δυναστείαν ἢ κενῆς δόξης ἐπιθυμίαν, τὰς γὰρ ἀνδραποδωδεστέρας ἐπ' αὐτῷ τῶν ἡδονῶν οὐδὲ λέγειν ἄξιον εἰκός ἐστιν, ὅ τι ἂν τούτων εὑρεθῇ σπουδαζόμενον, ἐλαττοῦσθαι λέγειν δεῖ κατ' ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον, τῆς ἐπιθυμητικῆς αὐτοῦ διαθέσεως ἀπὸ τοῦ Θεοῦ πρὸς τὰ ὑλώδη μεταρρυείσης. εἰ δὲ πάντων τούτων καὶ τῶν τοιούτων ἐχθρός τις ἦν καὶ πολέμιος, πρότερον μὲν τοῦ ἰδίου βίου πᾶσαν ἐξορίζων τὴν ἐμπαθῆ περὶ ταῦτα διάθεσιν, ἔπειτα δὲ καὶ τὴν κοινὴν ζωὴν ἐκκαθαίρων τῷ τε διδακτικῷ λόγῳ καὶ τῷ καθ' ἑαυτὸν ὑποδείγματι· δῆλον ἂν εἴη ὅτι ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον εἶχεν ἐν ἑαυτῷ οὗ τὸ πλέον οὐκ ἐχώρει ἡ φύσις. ὁ γὰρ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας τὸν Θεὸν ἀγαπῶν, πῶς ἂν ὑπερταθείη πρὸς τὸ πλέον τῆς ἀγάπης μέτρον, ὃ χώραν οὐκ ἔχει; οὐκοῦν εἰ ἕνα τῆς τελείας ἀγάπης ὅρον ἐμάθομεν, τὸν ἐξ ὅλης καρδίας τῷ Θεῷ ἀνακείμενον· ἠγάπων δὲ Παῦλος καὶ Βασίλειος ἐν ὅλῃ καρδίᾳ τῷ Θεῷ ἀνακείμενοι, ἓν μέτρον εἶναι τῆς ἀγάπης ἐν ἀμφοτέροις εἰπεῖν τις τολμήσας, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. ἀλλὰ μὴν πάντων τῶν ἀγαθῶν μείζονα τὴν ἀγάπην ὅ τε Ἀπόστολος λέγει, καὶ ἐπιψηφίζει τὸ ὑψηλὸν Εὐαγγέλιον. ὁ μὲν Ἀπόστολος προφητείας αὐτὴν καὶ γνώσεως προτιμοτέραν λέγων, πίστεως δὲ παγιωτέραν, καὶ ἐλπίδος διαρκεστέραν, καὶ πάντοτε ἐν τῷ αὐτῷ διαμένουσαν, ἧς ἄνευ ἀνόνητον εἶναι πᾶν τὸ ἐπ' ἀγαθοῦ σπουδαζόμενον. ὁ δὲ Κύριος πάντα νόμον, καὶ πάντα τὰ μυστήρια τὰ προφητικὰ τοῦ τοιούτου ἐξάπτων χαρίσματος, πάντων πρωτεύειν τὴν ἀγάπην καὶ αὐτὸς ἀποφαίνεται. εἰ οὖν ἐν τῷ ὑπερέχοντι καὶ περιληπτικῷ τῶν κατορθωμάτων οὐκ ἀπολείπεται τοῦ μεγάλου Παύ λου ἄρα καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ὧν ἡ ἀγάπη καθηγεῖται, καὶ ὅσα ἐκ ταύτης ἐκφύεται, πάντως οὐκ ἔλαττον ἔχων ἀναφανήσεται. ὅσπερ γὰρ ὁ τῆς ἀνθρωπίνης φύσεως μετέ χων ἐν πᾶσίν ἐστι τοῖς τῆς φύσεως ἰδιώμασιν· οὕτως καὶ ὁ τὸ τέλειον τῆς ἀγάπης ἐν ἑαυτῷ κατορθώσας, πάντα ὅσα συν θεωρεῖται ταύτῃ τῶν ἀγαθῶν εἴδη μετὰ τοῦ πρωτοτύπου τῶν κατορθωμάτων ἔχει. εἴτε γὰρ πίστις ἐστὶν ἡ σώζουσα, εἴτε διὰ τῆς ἐλπίδος σωζόμεθα, εἴτε δι' ὑπομονῆς τὴν χάριν ἀπεκδεχόμεθα, ἡ ἀγάπη πάντα πιστεύει καὶ πάντα ἐλπίζει καὶ πάντα ὑπομένει, καθώς φησιν ὁ Ἀπόστολος. καὶ τὰ ἄλλα πάντα ἵνα μὴ τὰ καθ' ἕκαστον λέγοντες διατρίβωμεν, τῆς κατὰ τὴν ἀγάπην ῥίζης βλάστημα γίνεται, ὅσα τῷ τῆς ἀρετῆς λόγῳ σπουδάζεται, ὥστε τὸν ταύτην ἔχοντα, μηδενὸς ἐνδεῶς ἔχειν τῶν ἄλλων. ἀλλὰ μὴν εἶχε ταύτην ὁ μέγας Βασίλειος· οὐδενὸς ἄρα τῶν ἀγαθῶν δι' αὐτῆς ἀπελείπετο. εἰ δὲ πάντα εἶχεν ἐν οὐδενὶ πάντως ἠλάττωτο.